Ancient Greek
Volume 1
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Odysseam 1.113.1
Not analysed yet
νῦν ἐρωτητέον αὐτοὺς ἐπεὶ ἔφαγον. Καὶ ὅρα ὡς διὰ σαφήνειαν τοῦ νῦν, ἐπήνεγκε τὸ, ἐπεὶ τάρπησαν. ἵνα μὴ τὸ νῦν, πλατικὸν νοηθῇ. Τὸ δὲ τάρπησαν, ἀντὶ τοῦ ἐκορέσθησαν. ἢ μᾶλλον ἐτέρφθησαν δι' ἐδωδῆς. ἣν πρὸ ὀλίγων δαίτην εἶπε κατὰ πολυωνυμίαν. ἔστι γὰρ αὐτὴν καὶ ἐδητὺν εἰπεῖν. καὶ δαῖτα. καὶ βρώμην. καὶ βρῶσιν. ὡς τὸ, δότ' ἀμφίπολοι βρῶσιν τε πόσιν τε. Περὶ δὲ τοῦ Γερήνιος, ἐν τοῖς εἰς τὴν Ἰλιάδα δεδήλωται. (Vers. 68.) Καὶ περὶ τοῦ ἱππότα δὲ, ποιητικῆς ταύτης εὐθείας τῶν ἑνικῶν. ἣν καὶ ὅσαι δὲ κατ' αὐτὴν, ὁ τοξότα, ὁ ἱππηλάτα, καὶ τὰς ὁμοίας, Εὐδαίμων ὁ Πηλουσιώτης, Μακεδόνων γλώσσης εἶναι λέγει. οἳ τρέπουσιν εὐθειῶν κλινομένων διὰ τῆς ου, τὸ ης εἰς ἄλφα, ἵνα μὴ ἀπαραμύθητος ἀμφίμακρος πέσῃ ἐπὶ πολλῶν. οἷς συνεξηκολούθησε καὶ τὸ, Θυέστ' Ἀγαμέμνονι λεῖπεν. ὁρᾶται δὲ τοῦτο κατὰ τὴν ἐκείνου παρατήρησιν, οὐ μόνον ἐπὶ εὐθειῶν, ἀλλὰ καὶ ἐπὶ ἄλλων πτώσεων. Ἄρατος γοῦν φησὶ, πρότεροι πόδες ἱππότα φηρός. ἤγουν ἱππότου. παράγει δὲ ἐκεῖνος καὶ Ἰλλυρικὸν ὄνομα ἐν ἐπιγράμματι τὸ, πατὴρ δέ μ' ἔφυσε Κόπαινα. ἤτοι ὁ Κοπαίνης. καὶ Συρακούσιον τὸ ὁ Μύριλλα. οὗ μεμνῆσθαι λέγει τὸν Σώφρονα. ἱστορῶν καὶ ὅτι τοῦ Συρακουσίου τούτου κύριον, Δημόκοπος ἦν ἀρχιτέκτων. ἐπεὶ δὲ τελεσιουργήσας τὸ θέατρον, μύρον τοῖς ἑαυτοῦ πολίταις διένειμε, Μύριλλα ἐπεκλήθη. πάντως δὲ τοῖς εἰρημένοις ὀνόμασι τοῖς ὡς ἄλλοι φασὶν Αἰολικοῖς, συντέτακται καὶ τὸ, ὁ νεφεληγερέτα. Αἰολικὰ δὲ καὶ τὸ, ὁ μητίετα καὶ ὁ ἀκάκητα. (Vers. 69.) Ἰστέον δὲ καὶ ὅτι τὸ μεταλλῆσαι καὶ ἔρεσθαι, διασαφεῖ ὡς οὐ κυριολεκτεῖται ἐν τούτοις τὸ ἔρεσθαι, ἀλλὰ πολυπραγμοσύνην δηλοῖ προσήκουσαν τῷ πυνθάνεσθαι. ὧν τὴν διαφορίαν τὴν παρὰ πολλοῖς καθιστῶντες εἴς τι ὡρισμένον οἱ παλαιοὶ, πολλὰ μὲν καὶ ἄλλα φασὶν, ἐν δὲ ἐκείνοις καὶ ταῦτα. ἐρωτᾶν ἐστὶ, τὸ ἐθέλειν κεφαλαιώδη λαβεῖν ἀπόφασιν περὶ ὑποκειμένου πράγματος. οἷον, εἴρεαι ὁππόθεν εἰμὲν, ἐγὼ δέ κέ τοι καταλέξω. καὶ, ἀλλ' ἴθι νῦν Πάτροκλε Διῒ φίλε Νέστορ' ἔρειο. πυνθάνεσθαι δὲ, τὸ διεξοδικῶς ἀκούειν ἐρωτήσεως δίχα, τὰ ὑπό τινων λεγόμενα, οἷον, νῦν δ' ὅτε δὴ μέγας εἰμὶ καὶ ἄλλων μῦθον ἀκούων πυνθάνομαι. καὶ, πυνθανόμην Ἰθάκης. καὶ οὕτω μέν τινες. φιλοσόφως μέντοι, ἐρώτησίς ἐστι, φράσις συμβολικὴν ἀπόκρισιν ζητοῦσα. οἷον. ἆρά γε οὕτως ἔχει; πρὸς ὃ ἐπαχθὲν τὸ ναὶ ἢ οὒ ἢ τὸ ἀναμφιβόλως, ἢ τοιοῦτόν τι, συμβολικὴν ἀπόφανσιν ἐποίησε. τοιοῦτον δὲ καὶ τὸ, σαφές. ἢ ἄδηλον. καὶ τὰ τοιαῦτα. ἔστι δ' ὅτε φασὶ καὶ ἑτέρως ἀποκρινόμεθα πρὸς ἐρώτησιν. οἷον. ἡμέρα ἐστίν; ἔστιν, ἢ οὐκ ἔστι. καὶ τοιοῦτον μὲν ἡ ἐρώτησις. πεῦσις δέ ἐστι, φράσις πρὸς ἣν οὐκ ἔστι συμβολικῶς ἀποκρίνασθαι. οἷον. ποῦ κατοικεῖ ὁ δεῖνα; ἐρεῖ γὰρ ὁ ἐρωτηθεὶς, ὅτι ἐν τῷδε τῷ τόπῳ. καὶ πῇ ἔβη Ἀνδρομάχη; ἐπὶ πύργον μέγαν Ἰλίου. καὶ οὐκ ἔστιν ἐν τούτοις εἰπεῖν συμβολικῶς, ναὶ ἢ οὔ. καὶ ἄλλως δέ φασιν, ἐρώτησις μέν ἐστιν, ἡ σύντομον ἀπόκρισιν ἀπαιτοῦσα. πεῦσις δὲ, μακρᾶς πράξεως ἀπαγγελία. (Vers. 70.) Ὅτι τὸ, ὦ ξεῖνοι, τίνες ἐστέ; πόθεν πλεῖθ' ὑγρὰ κέλευθα; ἢ τί κατὰ πρῆξιν ἢ μαψιδίως ἀλάλησθε, οἷά τε ληϊστῆρες ὑπὲρ ἅλα, τοί τ' ἀλόωνται ψυχὰς παρθέμενοι, κακὸν ἀλλοδαποῖσι φέροντες. τὰ τοίνυν τοιαῦτα ἔπη κεῖνται καὶ ἐν τοῖς κατὰ τὸν Κύκλωπα. (Vers. 71.) Λέγει δὲ κέλευθα ὑγρὰ, διαστέλλων τῶν κατὰ ξηράν. κέλευθος γὰρ, καὶ ἐπὶ γῆς. ὥσπερ αὖ πάλιν καὶ ἐπὶ θαλάσσης ὁδός. δεδήλωται δὲ καὶ ἐν τοῖς εἰς τὴν Ἰλιάδα ὁ τοῦ κάππα πλεονασμὸς, ἐν τῷ κέλευθος. καὶ ἐν τῷ καυλωνία. παρὰ τὸν αὐλῶνα γὰρ ἐκεῖνο λέγεται. καὶ ἐν τῷ ἀνθήλια κανθήλια ὥς φασιν οἱ παλαιοί. Τοῦ δὲ ἐστὲ, πρωτότυπος κίνησις, ἐκ τοῦ εἰμὶ, ἐμὲν, ἐτέ. καὶ ἄλλως μὲν προσθέσει τοῦ ἰῶτα, εἰμέν. εἰτέ. Δωρικῶς μέντοι, ἐσμὲν ἐστέ. ἡμάρτηται δὲ καθ' Ἡρακλείδην τὸ ἐστέ. ὡς γὰρ οὐ λέγομεν δείκνυστε ἢ φαστὲ, οὕτως οὐδὲ ἐτὲ ἐστέ. ἔτι δὲ καὶ καθότι ὀξύνεται, οὐδὲν γὰρ τῶν εἰς τε ληγόντων ὀξυτονεῖται, ἡμαρτημένου τοῦ φατέ. καὶ Ἀρίσταρχος ἁμαρτάνει φησὶν ἐγκλίνας ἐν Ἰλιάδι τὸ, ὑμεῖς μάρτυροί ἐστε. οὐ γὰρ ἀνήρηταί τι μὴ πρότερον ὀξυτονούμενον. εἰ δὲ ἀνήρηται τὸ ὀξυτονούμενον, ἄτοπός φησι καὶ ἡ ἔγκλισις. οὕτω δὲ καὶ περὶ τούτων γράψας, ἑτέρωθι λέγει ὅτι τὸ ἐσμὲν ἐστὲ εἰσὶν εἰ καὶ ἡμάρτηται ὀξυτονούμενα, ὅμως ἔπαθον τοῦτο, διὰ τὰ ἑνικὰ οἷς ὀφείλουσιν ὁμοτονεῖν. εἶτα ἐπιφέρων καὶ χρῆσιν τοῦ ἐμὲν ὅθεν γίνεται τὸ ἐσμὲν, λέγει ὅτι Ὅμηρος μὲν, σὺν τῷ ἰῶτα ἔφη ἀπήμονες εἰ μέν. τὸ δὲ ἀνάλογον, παρὰ Καλλιμάχῳ ἐν τῷ, γρῆες ἐμέν. ἤγουν γραῖαι ἐσμέν. (Vers. 72.) Ὅρα δὲ καὶ ὅτι τοὺς πορευομένους ἢ ἄλλως οὐκ ἐπὶ κακῷ πλέοντας, κατὰ πρῆξιν πλέειν φησί. τοὺς δὲ ληϊστῆρας ὅ ἐστι πειρατὰς, μαψιδίως. ὃ καὶ ἐπὶ τῶν βιαίων μνηστήρων ἐῤῥέθη. λέγει δὲ καὶ ἀλᾶσθαι τοὺς ληϊστῆρας, τὸ ἄσκοπον καὶ