Ancient Greek
Volume 1
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Odysseam 1.114.1
Not analysed yet
ἀόριστον τοῦ σφῶν πλοῦ ἀπεικάζων πλάνῃ. (Vers. 74.) Τὸ δὲ ψυχὰς παραθέμενοι, κεφαλὰς ἐπὶ τῶν μνηστήρων εἶπεν. ὡς ταυτὸν ὂν οὕτως ἢ οὕτως εἰπεῖν. καθὰ καὶ αὐτὸ προείρηται. Ἐν δὲ τῷ ἀλλοδαπὸς καθὰ καὶ ἀλλαχοῦ ἐῤῥέθη, ἔγκειται τὸ ἔδαφος. ἵνα ᾖ ἀλλοδαπὸς, ὁ ἀπὸ ἄλλου ἐδάφους. τραπέντος Ἰωνικῶς τοῦ ψιλοῦ εἰς δασύ. τοῦτο δὲ οἱ παλαιοὶ παρέλκουσι καὶ εἰς τὸ ἡμεδαπὸς καὶ ἐνδαπὸς καὶ εἴ τί που ὅμοιον. τῶν τινὲς δὲ παλαιῶν εἶπον ὡς ἀλλοδαπὸς, ὁ ἀπὸ ἄλλου δαπέδου. καὶ τὰ σύστοιχα δὲ τούτου, ὁμοίως. (Vers. 73.) Τὸ δὲ ὑπὲρ ἅλα ἀλῶνται ὃ δὴ καὶ παρηχεῖται, εἰς ἑρμηνείαν ἐπῆκται τοῦ ληϊστῆρες. ἵνα οὕτω μὴ χερσαῖοι νοηθῶσι λῃσταὶ ἀλλὰ κατὰ θάλασσαν. Ἰστέον δὲ ὅτι τέχνη τοῖς παλαιοῖς καὶ τὸ πειρατεύειν, καὶ οὐ πάνυ ἐπίψογον οὐδ' αἰσχρὸν ὡς καὶ Θουκυδίδῃ δοκεῖ, οὐδὲ ἄδοξον, τὸ ληΐζεσθαι. Τηλέμαχος οὖν φησίν. οὕς μοι ἐληΐσατ' Ὀδυσσεύς. καὶ Νέστωρ δὲ νῦν ἐρωτᾷ τοὺς ξένους, εἰ κατὰ πρῆξιν ἢ μάτην ἀλῶνται οἷα ληϊσταί, ὡς ἐκείνων ἀποκρινουμένων ἓν ἐξ ἑκατέρων. πῶς δ' ἂν ἀπεκρίναντο λῃσταὶ εἶναι εἴπερ φαῦλον ἐδόκει τὸ ἐπιτήδευμα; καὶ τοιοῦτοι φωραθέντες, ἔμελλον ἁλόντες δοῦναι δίκην. ἱστορεῖ δὲ καὶ Ἡρόδοτος τῶν τισὶ παλαιῶν καὶ μάλιστα τοῖς περὶ Θρᾴκην, γῆν μὲν ἐργάζεσθαι, ἄτιμον εἶναι. ζῆν δὲ ἀπὸ πολέμου καὶ λῃστείας, κάλλιστον. συμφωνεῖ δὲ τοῖς ταῦτα λέγουσι καὶ ὁ ἱστορήσας ὅτι βίος τῶν Ἑλλήνων τοῖς πρώτοις ἀπὸ ληστείας τὸ πολὺ ἐπορίζετο. καὶ ὅτι τὸ ἀπὸ λῃστείας βιοτεύειν τοσοῦτον ἀπεῖχε τοῦ αἰσχύνην φέρειν, ὡς καὶ ἐν καλῷ μᾶλλόν τι καθεστηκέναι. καὶ ἕδνα ταῖς νύμφαις οἱ νυμφίοι τὰ ληϊσθέντα σὺν κλέϊ ἔφερον. καὶ οὕτω μέν τινες. Ἀρίσταρχος δὲ μοχθηρὸν τὸ λῃστεύειν ἡγεῖται, διὰ τὰ συμφραζόμενα. ἐν οἷς ὁ ποιητὴς μαψιδίως πλανᾶσθαι φησὶ, ψυχὰς παραθέμενοι. κακὸν ἀλλοδαποῖς φέροντες. ἀλλ' οὐδ' Ἀχιλλεύς φησιν ἢ ἄλλος τῶν ἡρώων, λῃστεύειν ἐλέγχθη. εἰ δὲ τῆς ληΐδος ὁ Πηλείδης ἄρχει ὡς ἐρεῖ ὁ ποιητὴς μετ' ὀλίγα, ἀλλ' οὐκ ἤδη τοῦτο λῃστεύειν ἐστίν. εἰ δὲ καὶ Ἀθηνᾶ ληῖτις ἐκ τῆς ληΐδος λέγεται, ἀλλ' οὐ ταυτὸν ληστεία καὶ ληῒς ὅ ἐστι λαφυραγωγία. (Vers. 81.) Ὅτι τὴν Ἰθάκην ὑπονήϊον ἐνταῦθα φησίν. εἰπών. ἡμεῖς ἐξ Ἰθάκης ὑπονηΐου ἤλθομεν. καὶ ἐγράφη περὶ τούτου ἐν τῇ α ῥαψῳδία. (Vers. 82.) Ὅτι ἀντιδιέσταλται τὸ ἴδιον τῷ δημίῳ πράγματι, καθὰ δηλοῖ τὸ πρῆξις δ' ἥδ' ἰδίη οὐ δήμιος. ἐξ ὧν οἱ μεθ' Ὅμηρον τὸ ἰδιωτικόν φασι καὶ δημόσιον. Ὅρα δὲ ὡς λέξις χρηστὴ ἐπ' ἀγαθῷ παρὰ τοῖς παλαιοῖς, ὕστερον εἰς ἑτεροίαν σημασίαν μετέπεσε, κολαστὴς γὰρ ὁ δήμιος παρὰ τοῖς μεθ' Ὅμηρον. (Vers. 83.) Ὅτι τὸ μετελθεῖν καὶ τὸ μετέρχεσθαι, οἱ μὲν ὕστερον ἐπί τινος φασὶν ἐκδικήσεως, ἔτι δὲ καὶ μεταχειρίσεως. Ὅμηρος δὲ εἰπὼν διὰ τοῦ Τηλεμάχου ὅτι πατρὸς ἐμοῦ κλέος εὐρὺ μετέρχομαι, οὐχ' οὕτω νοεῖ. ἀλλ' ἁπλῶς φησὶν ὡς δι' ἀκοὴν ἔρχομαι τοῦ πατρός. οὗ καὶ ἔπαινον ἐπιπλέκει τὸ, δίου καὶ ταλασίφρονος. Καὶ σημείωσαι ὅτι κάλλιον εἶπεν ἄρτι ὁ Τηλέμαχος ἤπερ πρῴην ἡ Πηνελόπη. αὐτὴ μὲν γὰρ ἐστενοχώρησε τὸ τοῦ ἀνδρὸς κλέος κατὰ Ἑλλάδα καὶ Ἄργος. ὁ δὲ, διὰ μιᾶς λέξεως τοῦ εὐρὺ, ἐπλάτυνε τὸν τοῦ πατρὸς ἔπαινον. ἀδιορίστως εἰπὼν καὶ μὴ ἐμπεριγράψας αὐτὸν τόπῳ ῥητῷ. (Vers. 88.) Ἰστέον δὲ ὅτι τὸ, κλέος εὐρὺ, ἐσθλὸν ἐλέγχθη ἐν τῷ, ἤδ' ἵνα μιν κλέος ἐσθλὸν ἐν ἀνθρώποις ἔχει. Ὅτι ἀπευθὴς ἀλλαχοῦ μέν, ὁ μηδέν τι μαθών. ἐνταῦθα δὲ, ὁ μὴ ἀκουσθείς. φησὶ γοῦν τὸν τοῦ Ὀδυσσέως ὄλεθρον, ἀπευθέα, ἤγουν ἀνήκουστον. ὅπερ καὶ αὐτὸς Ὅμηρος ἡρμήνευσε διά τε τῶν εὐθὺς πρὸ αὐτοῦ καὶ τῶν αὐτίκα κειμένων μετ' αὐτό. φησὶ γάρ. ἄλλους μὲν γὰρ πάντας πευθόμεθα ὅποι ἕκαστος ἀπόλωλεν. ἐκείνου δὲ ὁ ὄλεθρος, ἀπευθής. οὐ γάρ τις δύναται σάφα εἰπεῖν. ἐξ οὗ δηλαδὴ πευσόμεθα. Ἰστέον δὲ ὅτι ἐκ τοῦ τοιούτου πεύθω, γίνεται καὶ πευθὴν πευθῆνος ὡς σωλὴν σωλῆνος, ὁ στελλόμενος ἐφ' ᾧ τὰ τῶν πολεμίων πεύθεσθαι. καὶ πολλὴ τῆς λέξεως ταύτης χρῆσις παρὰ τοῖς παλαιοῖς. (Vers. 91.) Ὅτι καὶ ἐνταῦθα ἡ μετα πρόθεσις, δοτικῇ συντάσσεται. φησὶ γὰρ. ἐν πελάγει μετὰ κύμασιν Ἀμφιτρίτης. περὶ ἧς μῦθος ὅτι ἐν Νάξῳ τὴν Ἀμφιτρίτην χορεύουσαν ἰδὼν Ποσειδῶν ἥρπασεν. (Vers. 92.) Ὅτι τὸ γουνάζεσθαι περιφράζων ἅμα καὶ παραφράζων, φησί. τοὔνεκα νῦν τὰ σὰ γούναθ' ἱκάνομαι. ὅ ἐστιν, ἵκω. ἱκετεύω δηλαδή. (Vers. 94.) Τὸ δὲ ἐὰν εἶδες ἢ ἤκουσας περιφραστικῶς προάγων, λέγει, εἴπου ὄπωπας ὀφθαλμοῖσι τεοῖσιν ἤγουν σοῖς, ἢ ἄλλου μῦθον ἄκουσας. Καὶ ὅρα τὸ τεοῖσι, ῥηθὲν πρὸς ἀκρίβειαν, ἐπεὶ ἔστι βλέπειν καὶ ἑτέρων ὀφθαλμοῖς. ὁποῖοι καὶ οἱ κατὰ τοὺς ἱστορικοὺς ὀφθαλμοὶ τῶν βασιλέων. Ἐκ δὲ τοῦ ὄπωπα, κεῖται μετ' ὀλίγα ὄνομα ῥηματικὸν ἡ ὀπωπὴ μετὰ τῆς τοῦ οἰκείου παρακειμένου αὐξήσεως. ἣν ἔχει καὶ ἡ ἀντιπεπόνθησις. καὶ ἡ ἐγρήγορσις. καὶ