Ancient Greek
Volume 1
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Odysseam 1.125.1
Not analysed yet
ἐναγώνιον. (Vers. 263.) Ὅτι μυχὸν Ἄργεος ἱπποβότου, τὰς Μυκήνας λέγει, ὧν ὁ Ἀγαμέμνων ἦρχε. προϊὼν οὖν ἐρεῖ πρὸς σαφήνειαν, ὡς ἑπτάετες ἤνασσε πολυχρύσοιο Μυκήνης. δηλοῖ δὲ ὁ μυχὸς, τὸ μὴ ἐν ἄκρῳ Πελοποννήσου κεῖσθαί που τὰς Μυκήνας ἀλλ' ἐν βάθει. (Vers. 264.) Ὅτι πολλὰ Αἴγισθος τὴν ἀγαμεμνονέην ἄλοχον θέλγεσκεν ἔπεσιν. ἡ δὲ, τὸ πρὶν μὲν, ἀναίνετο ἔργον ἀεικὲς δῖα Κλυταιμνήστρη, φρεσὶ γὰρ κέχρητο ἀγαθαῖς. ἢ καθ' ἑτέραν γραφὴν, κέκρητο. ἤγουν συνεκέκρατο, ἀναμέμικτο. πὰρ γὰρ ἔην καὶ ἀοιδὸς ἀνὴρ, ᾧ πόλλ' ἐπέτελλεν Ἀτρείδης Τροίηνδε κιὼν, εἴρυσθαι ἄκοιτιν. ἀλλ' ὅτε δή μιν μοῖρα θεῶν ἐπέδησε δαμῆναι, δὴ τότε τὸν μὲν ἀοιδὸν, ἄγων ἐς νῆσον ἐρήμην, κάλλιπεν οἰωνοῖσιν ἕλωρ καὶ κῦρμα γενέσθαι. τήν δ' ἐθέλων ἐθέλουσαν ἀνήγαγεν ὅν δε δόμον δε. Καὶ ὅρα τὸ ἀνήγαγεν ἁπλῶς οὕτω λεχθὲν ἀντὶ τοῦ ἤγαγε. (Vers. 264.) Τὸ δὲ Ἀγαμεμνονέην ἄλοχον, σκωπτικῶς νῦν εἶπε, διαβάλλων εὐφήμως ἐπὶ μοιχείᾳ τὸν Αἴγισθον. Περὶ δὲ τοῦ θέλγειν, καὶ ἐν τῇ α ῥαψῳδίᾳ ἐῤῥέθη καὶ ἀλλαχοῦ. (Vers. 265.) Ἐν δὲ τῷ, ἡ δὲ ἀναίνετο, ἡ τοῦ Αἰγίσθου δηλοῦται ἀναίδεια καὶ τὸ ἐν κακίᾳ παράμονον, εἴγε καὶ δύσελπις ὢν, ὅμως ἐπέμενεν. Ὅρα δὲ καὶ οἷον ἡ διὰ λόγων πολιορκία, εἴγε τὴν Κλυταιμνήστραν ἀναινομένην ἔργον ἀεικὲς καὶ φρένας ἔχουσαν ἀγαθὰς, διὸ καὶ δῖαν αὐτὴν ὁ ποιητὴς λέγει, παρεστήσατο προσεδρείᾳ λόγων ὁ Αἴγισθος. πλὴν οὐκ ἄλλως, ἀλλ' ἐκ ποδῶν ποιησάμενος τὸν λόγιον ἀοιδὸν ὡς λόγοις ἑτέρωθεν ἀντιπράττοντα. Ἔργον δὲ ἀοικὲς, τὴν μοιχείαν λέγει κατὰ σχῆμα σεμνότητος. (Vers. 269.) Τὸ δὲ ἀλλ' ὅτε δή μιν μοῖρα ἐπέδησε δαμῆναι, τριπλῆν ἔχει ἔννοιαν. ἢ γὰρ λέγει ὅτε μοῖρα ἦν θανεῖν τὸν ἀοιδόν. ἢ ὅτε ἐχρῆν ἀποθανεῖν τὸν Αἴγισθον. ἢ ὅτε μοῖρα ἦν, τὴν Κλυταιμνήστραν ὑπὸ τῷ Αἰγίσθῳ γενέσθαι, ὃ καὶ κρεῖττον διὰ τὸ δαμῆναι. ἀφ' οὗ καὶ ὁ γάμος γίνεται δάμος τις ὤν. (Vers. 270.) Τοὺς δὲ ἀοιδοὺς οἱ παλαιοὶ ὅ ἐστι τοὺς περὶ μουσικὴν καὶ ποιητικὴν, ἐν μοίρᾳ φιλοσόφων ἔταττον, καὶ διδασκάλοις ἐχρῶντο. διὸ καὶ τῇ Κλυταιμνήστρᾳ φύλαξ ἀοιδὸς ἦν. (Vers. 267.) κεχρημένῃ μὲν καὶ φρεσὶν ἀγαθαῖς, χρῃζούσῃ δὲ καὶ τούτου. διὸ ἔφη. πὰρ γὰρ ἔην καὶ ἀοιδός. οὔτε γὰρ ἀγαθὴ φρὴν ἀνενδεὴς ἀοιδοῦ τοιούτου, καὶ ὁ ἀοιδὸς δὲ, ἀγαθὰς ἂν φρένας διδάξῃ. ἀποσεμνύνει δὲ ὁ ποιητὴς ἐνταῦθα τὴν κατ' αὐτὸν τέχνην, εἴγε καὶ αὐτὸς ἀοιδός ἐστιν. ἀπολύτως δὲ ἀοιδὸς ὁ τοιοῦτος λέγεται, κατὰ τρόπον ἐξοχῆς. οἱ μέντοι ἀοιδοὶ τῶν θρήνων καὶ οἱ περὶ γάμους καὶ εἴ τινες τοιοῦτοι, ἑτεροῖόν τι γένος ἦσαν ἀοιδῶν. τινὲς δὲ ἀοιδὸν, τὸν εὐνοῦχον παρενόησαν, ὡς αἰδοῖα μὴ ἔχοντα. οἱ δὲ παλαιοὶ περὶ τοῦ Ὁμηρικοῦ τούτου ἀοιδοῦ, γράφουσι καὶ τοιαῦτα. τὸν ἀοιδὸν τὸν παρὰ τῇ Κλυταιμνήστρᾳ, οἱ μὲν Χαριάδην οἴδασι καλεῖσθαι. οἱ δὲ Δημόδοκον. οἱ δὲ Γλαῦκον. ὁ δὲ Φαληρεὺς Δημήτριος ἱστορεῖ ὅτι Μενέλαος ἅμα Ὀδυσσεῖ ἐλθὼν εἰς Δελφοὺς ἤρετο περὶ τῆς εἰς Ἴλιον στρατείας ἀγωνοθεροῦντος Κρέοντος τὸν ἐνναετηρικὸν ἀγῶνα τῶν Πυθίων. ἐν ᾧ ἐνίκα Δημόδοκος Λάκων, μαθητὴς Μυκηναίου Αὐτομήδους τοῦ δι' ἐπῶν γράψαντος τὴν Ἀμφιτρύωνός τε μάχην πρὸς Τηλεβόας, καὶ τὴν ἔριν Κιθαιρῶνος καὶ Ἑλικῶνος. ἀφ' ὧν τὰ ἐν Βοιωτίᾳ ὄρη ἐκλήθησαν. ἦν δέ φησι καὶ αὐτὸς μαθητὴς Περιμήδους Ἀργείου, διδάξαντος αὐτόν τε καὶ τὸν ῥηθέντα Μυκηναῖον Αὐτομήδην. καὶ Λικύμνιον τὸν Βουπρασιέα. καὶ Φαρίδαν τὸν Λάκωνα. καὶ Πρόβολον τὸν Σπαρτιάτην. τότε δὴ Μενέλαος μὲν τῇ προνοίᾳ Ἀθηνᾷ τὸν τῆς Ἑλένης ὅρμον ἀνέθηκεν ἐν Δελφοῖς. Ἀγαμέμνων δὲ, τὸν Δημόδοκον εἰς Μυκήνας ἀκολουθῆσαι πείσας, ἔταξε, τὴν Κλυταιμνήστραν τηρεῖν. ἐτίμα γὰρ λίαν φησὶ τοὺς ἀοιδοὺς, ὡς διδασκάλους τῶν τε θείων καὶ ἀνθρωπίνων. δηλοῖ δέ φησι καὶ Κλυταιμνήστρα τὴν εἰς αὐτὸν τιμήν. οὐ γὰρ φονεύειν ἀλλ' ἀφορίζειν αὐτὸν ἀφῆκε. Τιμόλαος δὲ, τὸν ἀοιδὸν τοῦτον, ἀδελφὸν ἱστορεῖ τοῦ Φημίου. ὃν ἀκολουθῆσαι φησὶ τῇ Πηνελόπῃ εἰς Ἰθάκην φύλακα. διὸ καὶ βίᾳ παρὰ τοῖς μνηστῆρσιν ᾄδει. Ἰστέον δὲ ὅτι καὶ ὁ Ἀθήναιος ἀποσεμνύνων τοὺς ἀοιδοὺς καὶ βιωφελὲς εἶναι τὸ κατ' αὐτοὺς φῦλον παραδιδοὺς, λέγει ὅτι σῶφρον ἦν τι τὸ τῶν ἀοιδῶν γένος, καὶ φιλοσόφων διάθεσιν ἐπέχον. ὁ βασιλεὺς οὖν ἀοιδὸν καταλείπει τῇ γυναικὶ φύλακα καὶ παραινετῆρα. ὃς πρῶτα μέν φησιν, ἀρετὰς γυναικῶν διερχόμενος καθὰ δηλαδὴ Ἀχιλλεὺς ἄειδε κλέα ἀνδρῶν, ἐνέβαλλέ τινα τῇ βασιλίδι φιλοτιμίαν εἰς καλοκαγαθίαν. εἶτα διατριβὴν παρέχων ἡδεῖαν, ἀπεπλάνα τὴν διάνοιαν φαύλων ἐπινοιῶν. διὸ Αἴγισθος οὐ πρότερον διέφθειρε τὴν γυναῖκα, πρινὴ τὸν ἀοιδὸν ἐκποδῶν ἔθετο. τοιοῦτος καὶ ὁ παρὰ τοῖς μνηστῆρσι Φήμιος ὃς ἤειδεν ἀνάγκῃ, τοὺς ἐφεδρεύοντας τῇ Πηνελόπῃ βδελυττόμενος. κοινῶς δέ που πάντας τοὺς ἀοιδοὺς, ἀοιδοίους ἀνθρώπους εἶναί φησι καὶ