Ancient Greek
Volume 1
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Odysseam 1.126.1
Not analysed yet
Μουσῶν μαθητὰς καὶ φίλους. εἰ δὲ ὁ παρὰ Φαίαξι Δημόδοκος μοιχείαν Ἄρεος ᾄδει ἐπὶ Ἀφροδίτῃ, οὐκ ἀποδεχόμενός φησιν ᾄδει, ἀλλ' ἀποτρέπων αὐτοὺς παρανόμων ὀρέξεων, εἰδὼς ἐν τρυφερῷ βίῳ τεθραμμένους. κἀντεῦθεν ὅμοια τοῖς τρόποις αὐτῶν προσφέρων. καθὰ καὶ τοῖς μνηστῆρσιν ὁ Φήμιος, πρὸς τὴν αὐτῶν βουλὴν ᾄδει νόστον Ἀχαιῶν. οὕτω δὲ καὶ αἱ Σειρῆνες τῷ Ὀδυσσεῖ, τὰ τέρψοντα, ὡς οἰκεῖα τῇ αὐτοῦ φιλοτιμίᾳ καὶ πολυμαθείᾳ. εἰ δέ τι χρὴ καὶ ἐξ ἀψύχου ὕλης ἀποσεμνύναι ἀοιδὸν, ἰστέον ὅτι Ἀλεξάνδρου τοῦ μεγάλου κατασκάπτοντος τὰς ἑπταπύλους Θήβας, ἐνέθετό τις ὡς ὁ Ἀθήναιος ἱστορεῖ, χρυσίον εἰς ἱμάτιον κοῖλον ἀνδριάντος Κλέωνος Θηβαίου ἀοιδοῦ. συνοικιζομένης δὲ τῆς πόλεως ὕστερον ἐπανελθὼν, εὗρε τὸ χρυσίον μετὰ ἔτη τριάκοντα. λογιστέον δ' ἐνταῦθα καὶ ὡς ἀοιδὸν μὲν ἄνδρα σοφὸν ἀπεχθῶς ἔχειν πρὸς μοιχείαν, καινὸν οὐδέν. ἐκεῖνο δὲ ξενίζει ὡς μάλιστα, εἰ καὶ ἀλόγῳ ζῴῳ τοιαύτη ἀρετὴ ἐμφαίνεται. πορφυρίων γοῦν φασι τὸ ὄρνεον ὃς λίβυς μέν ἐστιν ἱερὸς δὲ τῶν ἐκεῖ θεῶν καθὰ καὶ ἡ ἴβις, λέγεται διαιτώμενος ἐν οἰκίαις τηρεῖν τὰς ὑπάνδρους τῶν γυναικῶν, πικρῶς ἔχων τοιαύτην αἴσθησιν φασὶν ἐπὶ ταῖς μοιχευομέναις, ὥς θ' ὅταν τοῦ θ' ὑπονοήσῃ, προσημαίνει φασὶ τῷ δεσπότῃ ἀγχόνῃ τὸ ζῆν περιγράψας. ἔχει δέ φασιν ὁ τοιοῦτος ὄρνις μέγεθος κατὰ ἀλεκτρυόνα. ἐχθαίρων δὲ τοὺς προσιόντας αὐτοῦ τῇ τροφῇ, λαμβάνει τροφὴν ἐν σκότῳ καταδυόμενος. καλεῖται δὲ πορφυρίων, διὰ τὸ τοῦ ῥύγχους φοινικοῦν. Ἔνθα ὅρα ὡς οὐ μόνον ῥάμφος ἐπὶ ὀρνέων, ἀλλὰ καὶ ῥύγχος. εἰ καί τινες ἐπὶ συῶν αὐτὸ ἰδιάζουσι. δῆλον δὲ ὡς οὐδέν τι κοινὸν δίχα μόνης ἐκφωνήσεως ἔχουσιν ἡ ἥβη καὶ ἡ ἴβις ὡς οὐδὲ ἡ Ἥρη καὶ ἡ Ἶρις. (Vers. 270.) Τὸ δὲ ἐρήμην, οὐ μόνον ποιητικόν ἐστιν, ἀλλὰ καὶ ἄλλως Ἀττικόν. ὡς δηλοῖ καὶ ὁ γράψας τὸ, ἐρήμην αὐτὴν ἄνεμοι καταπνέουσιν. οὕτω δὲ Ἀττικῶς πέφρασται καὶ τὸ, ὁ δεῖνα ἐρήμην ἑάλω. ἤτοι κατεδικάσθη. ὅπερ ἐλλειπτικῶς δηλοῖ κατὰ τὸ ἀπὸ κοινοῦ σχῆμα, ὅτι ὅ δέ τις ἐρήμην δίκην κατεδικάσθη, ἤγουν ἐρήμην ἑαυτοῦ, οἷα ἐν τῷ ἀπεῖναι καταδεδικασμένου. (Vers. 271.) Τὸ δὲ κῦρμα, ταυτόν ἐστι τῷ, εὐτυχὲς εὕρημα. ἢ ἁπλῶς ἐντυχία. καθ' ὁμοιότητα τοῦ κατὰ συγκυρίαν. (Vers. 270.) Ἰστέον δὲ ὅτι ῥηθεὶς ὁ τοῦ ἀοιδοῦ εἰς νῆσον ἐρήμην ἀφορισμὸς, μύσους καὶ ἄγους ἐστὶν ἔκκλισις, καὶ οἷον εἰπεῖν, ἀφοσίωσις. ὡς δῆθεν μὴ κακοῦ τινὸς γενομένου τῷ ἀοιδῷ εἰ ζῶν ἐξετέθη ἐν νήσῳ. οὕτω καὶ οἱ τραγικῶς τὴν Ἀντιγόνην καταχώσαντες, ἀφωσιώσαντο μὴ ἐναγεῖς εἶναι, συγκατορύξαντες αὐτῇ καί τι τροφῆς. τὸ δ' ἦν, συνθάψαντες. (Vers. 262.) Τὸ δὲ ἐθέλων ἐθέλουσαν, διευκρινεῖ ἄριστα ὁ Πορφύριος. ἐκθεὶς τὸν ἐθέλοντα μὴ θελούσῃ μιγνύμενον. καὶ τὸν, μὴ θέλοντα ἐθελούσῃ, καὶ τὸν, ὃς ἐθέλων ἐθέλουσαν ἀνήγαγε τὴν βασιλίδα εἰς τὰ ἑαυτοῦ. μὴ θέλων γάρ τις μὴ θελούσῃ, οὐκ ἂν συνέλθοι. ὅτι δὲ τὸ ἐθέλειν, ἀεὶ τρισυλλαβεῖ παρὰ τῷ ποιητῇ, ἐκδηλότατον. (Vers. 273.) Ὅτι πολλὰ μηρία Αἴγισθος ἔκηε θεῶν ἱεροῖς ἐπὶ βωμοῖς. πολλά δ' ἀγάλματ' ἀνῆψεν, ὑφάσματά τε χρυσόν τε, ἐκτελέσας μέγα ἔργον, ὃ οὔποτε ἔλπετο θυμῷ. ταῦτα δὲ παρῳδηθήσεταί ποτε εἴς τινα μέγα τι ἀνύσαντα ὡς οὐκ ἤλπιζεν. Ὅρα δὲ ὡς ἀχρεῖαι θυσίαι καὶ αὗται ὅτι μάλιστα καθὰ καὶ πρὸ μικροῦ αἱ τοῦ Ἀγαμέμνονος. ἱεροὶ δὲ βωμοὶ, πρὸς διαστολὴν ἑτέρων μὴ τοιούτων. ὁποῖοι ἐν Ἰλιάδι ἐφ' ὧν ἅρματα τίθενται. καὶ ἐν τοῖς ἑξῆς δὲ, οἱ εὔδμητοι παρὰ Φαίαξι βωμοὶ ἐφ' ὧν ἵστανται χρύσειοι κοῦροι δαΐδας ἐν χερσὶν ἔχοντες. (Vers. 274.) Ἀγάλματα δὲ παρὰ μὲν τοῖς ὕστερον, τὰ ξόανα. παρὰ δὲ τῷ ποιητῇ, πᾶν ᾧ τις ἀγάλλεται, ὡς καὶ ἐν τοῖς μετὰ ταῦτα φανεῖται. διὸ εἰπὼν ἀγάλματα, ἐπάγει. ὑφάσματά τε χρυσόν τε. οὕτω καὶ Ἑκάτης ἀγάλματα, αἱ κύνες. ταύτῃ γάρ φασι θύονται. ἣν καὶ κυνοπρόσωπον διαπλάττονται. Ἀριστοφάνης. καὶ κύων ἀκράχολος Ἑκάτης ἄγαλμα φωσφόρου γενήσομαι. Τὸ δὲ ἀνῆψεν, ἀντὶ τοῦ, ἐξέδησεν ἀνέθετο. ἐξήρτησεν. ὅθεν καὶ τὸ, βρόχον ἀνῆψε παρὰ τῷ χρυσῷ τὴν γλῶτταν. τὸ μέντοι περιῆψε, δηλοῖ μὲν καὶ αὐτὸ τοιοῦτόν τι. ὅθεν καὶ τὸ περιάπτον. μάλιστα δὲ περιάπτειν, τὸ περιειλίσσειν λέγεται. (Vers. 272.) Ὅτι τὸ φιλοῦντες περιφράζων, φησί. φίλα εἰδότες ἀλλήλοισιν. (Vers. 272.) Ὅτι τὸ Σούνιον, ἱερὸν ἄκρον ἤγουν ἀκρωτήριον Ἀθηναίων φησί. καὶ ἴσως ἱερὸν αὐτό φησιν, ἐπεὶ Ζεὺς Σουνιεὺς ἐτιμᾶτο ἐκεῖ. ὃν διθυραμβικῶς παίζων ὁ κωμικὸς, καλεῖ σουνιάρατον. (Vers. 279.) Ὅτι πλεόντων ἅμα ἐκ Τροίας Μενελάου τὲ καὶ Νέστορος, καὶ κατασχόντων περὶ τὸ ῥηθὲν Σούνιον. ἐνταῦθα κυβερνήτην Μενελάου Φοῖβος Ἀπόλλων οἷς ἀγανοῖς βελέεσσιν ἐπιχόμενος κατέπεφνε, πηδάλιον μετὰ χερσὶ θεούσης νηὸς ἔχοντα, Φρόντιν Ὀνητορίδην, ὃς ἐκαίνυτο φῦλ' ἀνθρώπων νῆα κυβερνῆσαι ὁπότε