Ancient Greek
Volume 1
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Odysseam 1.128.1
Not analysed yet
πτος. δῶρον οὖσα τοῦ ποταμοῦ κατὰ τοὺς παλαιοὺς ὡς καὶ μετ' ὀλίγα ῥηθήσεται. τὴν Αἴγυπτον δὲ θηλυκῶς, οὐκ οἶδεν ὁ ποιητής. ἐν δὲ τῷ, φέρων ἄνεμός τε καὶ ὕδωρ, ἀπὸ κοινοῦ νοητέον καὶ οὐδέτερον τὸ φέρον, διὰ τὸ ὕδωρ. ἐκ δὲ τοῦ τοιούτου φέρειν, καὶ φορὸς ἄνεμος κοινότερον, ὁ τὴν νῆα φέρων. (Vers. 298.) Ὅρα δὲ ὅτι τοὺς ναύτας τῶν νηῶν τοῦ Μενελάου ἃς τὰ κύματα ἔαξαν, σιωπᾷ ὁ ποιητὴς εἴτε τῇ Κρήτῃ ἐσαπέμειναν εἴτε καί τινες τῷ Μενελάῳ συνεισέβησαν εἰς τὰ πέντε σκάφη. (Vers. 297.) Ἐν τούτοις δὲ, ὅρα καὶ τὸ, σπουδῇ ἤλυξαν ὄλεθρον. συντελοῦν εἰς τὸ, μὴ μὰν ἀσπουδεί γε νεῶν ἐπιβαῖεν, ἤτοι ἀπόνως. (Vers. 299.) Τὸ δὲ κυανοπρωρείους, ἢ κατὰ πλεονασμὸν τῇ ει διφθόγγῳ παραλήγεται, ἢ ὡς κτητικὸν ὅμοιον τῷ, ἡμετέρειος. (Vers. 293.) Ὅτι καὶ ἐνταῦθα καθὰ καὶ πολλαχοῦ τῆς Ἰλιάδος, σχήματι ἀφηγηματικῷ χρῆται ἀρχομένῳ ἀπὸ τοῦ ἔστι ῥήματος. εἰπών. ἔστι δέ τις λισσὴ αἰπεῖά τε εἰς ἅλα πέτρη ἐσχατιῇ Γόρτυνος, ἐν ἠεροειδέϊ πόντῳ. ἔνθα Νότος μέγα κῦμα περὶ σκαιὸν ῥίον ὠθεῖ ἐς Φαιστόν. μικρὸς δὲ λίθος μέγα κῦμ' ἀποέργει. (Vers. 296.) ὅπερ ἀστεῖον εἰπεῖν, ὅτε τις λιθάριον δοὺς τίμιον, ἐκφύγῃ μεγάλην ἐπήρειαν. τοπογραφικὰ δὲ ταῦτα πρὸς ἱστορίαν ἀληθῆ ὁποῖα πολλὰ παρυφαίνει Ὅμηρος τῇ ποιήσει. (Vers. 293.) Λισσὴ δὲ πέτρα, ἢ ἡ λεία, ἢ ὀνοματικῶς οὕτω λεγομένη κατά τι κύριον ὄνομα. παρὰ δέ γε τοῖς Κρησὶ, βλισσὴ σὺν τῷ βῆτα κατὰ τοὺς παλαιούς. ἔστι δὲ ἀκρωτήριον τῆς Γορτυνίας. Κράτης δέ φασι, σὺν τῷ ν γράφει βλισσήν. καὶ δοκεῖ κατὰ εὐθεῖαν πτῶσιν ἀρσενικῶς προφέρειν ὁμοίως τῷ, σωλὴν καὶ τοῖς τοιούτοις. Τοῦ δὲ εἰς ἅλα, σαφέστερον τὸ, ἐν ἠεροειδέϊ πόντῳ. (Vers. 294.) Ἰστέον δὲ καὶ ὡς Ὅμηρος μὲν Γόρτυν Γόρτυνος κλίνει. τινὲς δὲ τῶν ὕστερον, Γορτύνην φασί. καὶ εἴρηται περὶ αὐτῆς ἐν τοῖς τοῦ περιηγητοῦ. (Vers. 295.) Σκαιὸν δὲ ῥίον, τὸ δυτικόν. ὃ καὶ μικρὸν λίθον φησὶν, ὡς πρὸς σύγκρισιν ἄλλων ἐκεῖ μειζόνων ἀκρωτηρίων. νοητέον δὲ ὅτι τῷ οὕτω νοουμένῳ σκαιῷ ὡς δηλαδὴ ἀριστερῷ, τὸ δεξιὰν ἀντίκειται. ὅπέρ ἐστιν ἀνατολικόν. Ἰστέον δὲ ὅτι σκαιὸν ἄνθρωπον Ἀττικοὶ, τὸν ἀπαίδευτόν φασι καὶ ἀνόητον, ὡς δηλοῖ σαφῶς καὶ ὁ κωμικός. ἀκολούθως δὲ καὶ σκαιὸν πρᾶγμα, τὸ μὴ κατὰ νοῦν ἀποβεβηκός. γίνεται δέ φασι παρὰ τὸ σκάζειν. ἵνα ᾖ σκαιὸς, ὁ σκάζων εἰς μάθησιν ὡς ἀνόητος, ἐξ αὐτοῦ δὲ, καὶ σκαιοσύνη. καὶ σκαιοβατεῖν, τὸ σκαιῶς καὶ ἀῤῥύθμως βαίνειν. εἰκὸς δὲ ἀπὸ τοῦ εἰρημένου σκάζω οὗ δοκεῖ προϋπάρχειν τὸ σκῶ κατὰ τὸ σχῶ σχάζω, ῥῶ ῥάζω τὸ ῥαίνω καὶ τὰ ὅμοια, γενέσθαι καὶ τὸ ἀσκεῖν κατὰ στέρησιν τοῦ περί τι σκάζειν. ἴσως δὲ, ἐκεῖθεν καὶ ἀσκηθὴς ὁ ἀβλαβὴς καὶ μὴ πάσχων τὸ σκάζειν τὰ εἰς ἐνέργειαν. ἐπισημαντέον δὲ καὶ ὡς εἴπερ σκαιὸν λέγεται καὶ τὸ ὡς ἐῤῥέθη ἀριστερὸν, λέγοιτ' ἂν σκαιὸς καὶ ὁ παρ' Ἀττικοῖς, ἐπαρίστερος, ὃ δὴ ἀλλαχοῦ ἐγράφη. ὅτι δὲ καὶ σκαιαὶ πύλαι Τρωϊκαὶ καὶ Σκαιὸς κύριον, ἡ Ἰλιὰς δηλοῖ. Τὸ δὲ ὠθεῖν, οἰκεῖον ἐπὶ Νότου. ὥσπερ ἐπὶ Βορέου τὸ κυλίνδειν. καθὰ καὶ ἐν Ἰλιάδι ἐφάνη. (Vers. 296.) Φαιστὸς δὲ, οὐ μόνον πόλις Κρήτης, ἀλλὰ καὶ ἀκρωτήριον Γόρτυνος. ἀπὸ μὲν τῶν ἄλλων μερῶν, κύμασι κλυζόμενον καὶ εἰ βραχεῖά τις φασὶν αὖρα γένηται. ἀπὸ δὲ μεσημβρίας, οὐ δόλως· καί τοι τοῦ Νότου μέγιστα ἐγείροντος κύματα. αἴτιον δὲ, τὸ κατὰ τοῦτο φασὶ τὸ μέρος προηκούσαις εἰς θάλασσαν πέτραις προσαράσσεται τὰ κύματα καὶ οὕτω λύεσθαι καὶ μὴ κυμαίνειν τὰ ἔξω. Εἰς δὲ τὸ, μικρὸς δὲ λίθος, γράφουσιν οἱ παλαιοὶ ὅτι τὸ κῦμα τοῦ Νότου ἐποίει ἂν τὴν Φαιστὸν ἀλίμενον εἰ μὴ προκείμενος ὁ λίθος ἐκώλυε μέγα κῦμα ἐντὸς γίνεσθαι καταγνυμένων τῶν κυμάτων περὶ αὐτόν. γράφεται δέ φασι, καὶ Μαλείου δὲ λίθος. Μάλειον γὰρ ὠνομάζετο τὸ πρὸ τοῦ λιμένος τῶν Φαιστίων ἀκρωτήριον. Ἀντιθέτου δὲ σχήματος τὸ, μικρὸς δὲ λίθος μέγα κῦμ' ἀποέργει. ἐπεὶ καὶ ἀντίκειται ἀλλήλοις τὸ μικρὸν καὶ τὸ μέγα. Ὅτι δὲ ὁ ὡς εἴρηται μικρὸς λίθος ὁ κατὰ Φαιστὸν, τετελεσμένος ἦν πρός τινος Μαλέου. καὶ ὡς ἀνιερώθη Ποσειδῶνι πρὸς τὸ μὴ τὰ κύματα πελάζειν τῇ Φαιστῷ, ἐν τοῖς τοῦ Σουίδα κεῖται. (Vers. 301.) Ὅτι τὸ ἐπὶ Μενελάου ῥηθὲν, ὣς ὁ μὲν πολὺν βίοτον καὶ χρυσὸν ἀγείρων ἠλᾶτο κατ' ἀλλοθρόους ἀνθρώπους, παντὶ ἀγείροντι προσαρμόττει. εἰ δὲ πρόσκειται καὶ τὸ ξὺν νηυσὶν, οἷον, ἠλᾶτο ξὺν νηυσὶν, ἐμπορευομένῳ τινὶ ἐξ ἀλλοδαπῆς χώρας οἰκεῖος ὁ λόγος. Καὶ ὅρα τὸ ἀγείρων ἐξ οὗ ἀγύρτης ὡς καὶ προείρηται. (Vers. 302.) Σημείωσαι δὲ ὅτι ἐκ τῶν τοῦ Μενελάου ἀγυρτικῶν τούτων κτημάτων ἅπερ ἐπὶ νεῶν πλέων ἔφερεν, ἔστιν εὑρεῖν τὴν τῶν ἐπίπλων ἐτυμολογίαν. ἔπιπλα γὰρ κατὰ Παυσανίαν, τὰ μὴ ἔγγαια κτήματα, ἀλλ' ἡ κατ' οἶκον κτῆσις ἡ δυναμένη πλεῦσαι. ὥσπερ δὴ καὶ παρὰ