Ancient Greek
Volume 1
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Odysseam 1.127.1
Not analysed yet
σπέρχωσιν ἄελλαι, ὅπερ ἴδιον ἀρίστου κυβερνήτου. τὸ γὰρ ἐν νηνεμίᾳ κυβερνᾶν, οὐ πολλῆς ἔργον τέχνης. (Vers. 280.) Ὅρα δὲ καὶ ὅτι ἐν τῇ Ὀδυσσείᾳ τοὺς τῶν ἀνδρῶν αἰφνιδίους θανάτους Ἀπόλλωνι ἀνατίθησιν. ἐν δὲ τοῖς ἑξῆς, Ἀρτέμιδι τοὺς τῶν γυναικῶν. ὅ ἐστιν ἡλίῳ καὶ σελήνῃ. ἐνταῦθα γοῦν ἀναιρεῖ τὸν ῥηθέντα κυβερνήτην Ἀπόλλων βέλεσσιν ἀγανοῖς, οὐ προϋποτεθέντα νοσεῖν ἀλλὰ πηδάλιον μετὰ χερσὶ νηὸς θεούσης ἔχοντα. αἴφνης ἄρα ἐκεῖνος τέθνηκε. καὶ βέλη μὲν ἐν Ἰλιάδι ἐχεπευκῆ ἀφίησιν ὁ Ἀπόλλων, ἐπειδὴ ἐπώδυνα τὰ τοῦ λοιμοῦ. ὧδε μέντοι, ἀγανὰ τὰ βέλη. ὅ ἐστιν ἡδέα. προσηνῆ. ἀνεπαίσθητοι γὰρ ὀδύνης οἱ αἴφνης θνήσκοντες. Σημείωσαι δὲ ὅτι τὸ οἷς ἀγανοῖς βελέεσσιν ἐποιχόμενος κατέπεφνε, προσαρμόσοι ἄν ποτε ὑπούλῳ ἐχθρῷ ἐπιλεχθῆναι. ὃς ἐν σχήματι φιλίας ἀναιρεῖ τὸν δῆθεν φιλούμενον. (Vers. 282.) Ὁ δὲ Φρόντις καὶ ὁ αὐτοῦ πατὴρ ὁ Νήτωρ, πέπλασται ἴσως. ἢ καὶ φερώνυμος καθ' ἱστορίαν ἡ κλῆσις. φροντιστικός τε γάρ ἐστιν ἅπας κυβερνήτης, καὶ ὀνεῖν ἐπαγγέλλεται. Τὸ δὲ ἐκαίνυτο, ποιητικὴ λέξις, ἐκ τοῦ καίνυμι. εἴληπται δὲ ἀντὶ τοῦ πάνυ ἐνίκα. κυριολεκτεῖται δέ φασιν, ἐπὶ τῶν ἐν πολέμῳ νικώντων, ὡς ἐκ τοῦ καίνειν ὃ δηλοῖ τὸ κόπτειν. δοκεῖ δ' ἐντεῦθεν καὶ ἡ τῶν ἰδιωτευόντων γλῶσσα παρελκύσαι τὴν ἀποκοπτὴν νίκην, ἐπεὶ καὶ ταυτὸν τὸ καίνυσθαι καὶ τὸ κόπτειν. Ὅτι περὶ ἑτάρου ταφὴν πονούμενος ὁ Μενέλαος κατὰ τὸ δηλωθὲν Σούνιον, τῇ περὶ πλοῦν δυστυχίᾳ περιέπεσε. θάψας γὰρ ἐκεῖνον καὶ κτέρεα ἐπ' αὐτῷ κτερεΐσας εἶτα πλεύσας, ὡς ἷξε θέων μαλειάων ὄρος αἰπὺ, τότε δὴ στυγερὴν ὁδὸν ὁ Ζεὺς ὅ ἐστιν ὁ ἀὴρ, ἐφράσατο. λιγέων ἀνέμων ἐπ' ἀϋτμένα χεύας, κύματά τε τροφέοντα πελώρια ἶσα ὄρεσσιν. ἔνθα διατμήξας, τὰς μὲν τῶν νηῶν Κρήτῃ ἐπέλασσεν, ᾗχι Κύδωνες ἔναιον, Ἰαρδάνου ἀμφὶ ῥέεθρα. καὶ αὐτὰς μὲν, ποτὶ σπιλάδεσσιν ἔαξαν κύματα. σπουδῇ δ' ἤλυξαν ὄλεθρον ἄνδρες. πέντε δὲ λοιπὰς νῆας κυανοπρωρείους, Αἰγύπτῳ ἐπέλασσε, φέρων ἄνεμός τε καὶ ὕδωρ. μεθ' ὧν πλέων ὁ Μενέλαος, ἐπλανᾶτο καθὰ καὶ ἐν τοῖς ἑξῆς δηλωθήσεται. (Vers. 287.) Ἰστέον δὲ ὅτι ἐκ Μαλειῶν ὅθεν ἐξώσθη Μενέλαος εἰς Κρήτην καὶ περὶ ἃς ἐδυστύχησεν ὁ Ἀγαμέμνων εἰς τὸν πλοῦν ὡς ἐν τοῖς ἑξῆς εἰρήσεται, παροιμία κεῖται τὸ, Μαλείας δὲ κάμψας, ἐπιλάθου τῶν οἴκαδε. οὐ γὰρ εὔπλους φασὶν ὁ τόπος. λέγεται δὲ καὶ Μάλεια ἑνικῶς καὶ Μάλειαι πληθυντικῶς πρὸς ἔμφασιν τοῦ κατὰ τὸ ἀκρωτήριον μεγέθους. οὕτω δὲ καὶ Κρήτη καὶ Κρῆται. καὶ ἄλλα πολλά. ἡ δὲ Μάλεια, καὶ Μαλέας κοινῶς λέγεται. (Vers. 288.) Ὅρα δὲ τὸ, ἷξε θέων. διὰ γὰρ τὴν θοὴν νῆα θέειν λέγεται καὶ ὁ ἐν αὐτῇ. ὅθεν καὶ θοὸν εἰρεσίας ζυγὸν φησὶ Σοφοκλῆς. (Vers. 289.) Τὸν δὲ ἀϋτμένα, σπανίως ἔστιν εὑρεῖν. ἡ ἀϋτμὴ γὰρ ἐν χρήσει πλείονι. Τὸ δὲ χεύας, ὑγρότητα δηλοῖ ἀϋτμῆς. κατὰ τὸ, ἀνέμων μένος ὑγρὸν ἀέντων. (Vers. 290.) Τὸ δὲ τροφέοντα, γράφεται καὶ τροφόεντα. ἔστι δὲ τροφόεν κῦμα, ὅπερ ἀλλαχοῦ τρόφι ἐῤῥέθη ἀπὸ εὐθείας τῆς, ὁ τρόφις. οὗ αἰτιατικὴ μὲν παρὰ Ὀππιανῷ ἐν τῷ, ἱερὸν τρόφιν ἐννοσιγαίου. εὐθεῖα δὲ πληθυντικὴ παρὰ Ἡροδότῳ, ἐν τῷ, ἐπὰν γένωνται τρόφιες ἤγουν τέλειοι ἄνδρες. Φοβερὸν δὲ χωρίον καὶ ἀγριότητα θαλάσσης φράζον γοργῶς τὸ, κύματα τροφέοντα πελώρια ἶσα ὄρεσσιν. ὃ καὶ σημείωσαι διὰ τὴν εὔτακτον παραύξησιν. μεῖζον μὲν γὰρ φρικὸς, τὸ ἁπλῶς τροφόεν κῦμα. πλεῖον δὲ, τὸ πελώριον. ἔτι δὲ μεῖζον, τὸ ἶσον ὄρεσσι καὶ ὡς ἂν εἴποι τις, πέλας ὄρους. ἐξ οὗ δόξοι ἂν, εἶναι καὶ τὸ πελώριον, κραθὲν τὴν παραλήγουσαν ἀπὸ τοῦ α καὶ ο. ἐπεὶ οὐδὲ ἡ πρυμνώρεια καὶ ἡ ὑπώρεια ἐστέρηνται κράσεως. (Vers. 289.) Ἰστέον δὲ ὅτι ἐν τῷ, ἀϋτμένα χεύας κύματά τε τροφόεντα, οὐ προσυπακουστέον ἀπὸ κοινοῦ τὸ χεύας καὶ ἐπὶ τῶν κυμάτων, ἀλλ' ἐξ ἀναλόγου νοητέον τὸ ἐγείρας ἢ κορυφώσας. οὕτω καὶ ἐπὶ τοῦ, σῖτον καὶ οἶνον ἔσθων, ἡ ἀκολουθία, τὴν τοῦ πίνειν μετοχὴν ἔξωθεν τῷ οἴνῳ κομίζει. ὡς τοῦ ἔσθων, τῷ σίτῳ προσαρηρότος. τοιούτου δὲ σχήματος καὶ τὸ, καπνὸν ἐλεύσσομεν καὶ φθογγήν. φθογγὴ γὰρ, οὐ λεύσσεται πάντως, ἀλλ' ἐξακούεται. ὡς χρῆναι νοεῖν ἐντελῶς, ὅτι καπνὸν ἐλεύσσομεν καὶ φθογγὴν ἠκούομεν. εἰ καὶ σεσίγηται τὸ τῆς ἀκοῆς ἀφελῶς ἢ γοργῶς. (Vers. 292.) Κύδωνες δὲ, Κρήτης ἔθνος καὶ Κυδωνὶς, πόλις αὐτόθι ποταμὸν ἔχουσα Ἰάρδανον. εἰ δ' ἐκ τοῦ τοιούτου Κρητικοῦ τόπου καὶ τὰ Κυδώνια παρωνόμασται μῆλα, οὐκ ἔστι βεβαίως εἰπεῖν. ὁμοίως δὲ ἀβέβαιον καὶ τὸ φάναι ἀπὸ Κύδωνος αὐτοὺς ὠνομάσθαι τοῦ πάνυ φιλοξένου, περὶ οὗ παροιμία κεῖται τὸ, ἀεί τις ἐν Κύδωνος. (Vers. 298.) Σπιλάδες δὲ ὡς οἱ παλαιοί φασιν, αἱ παράλιαι πέτραι παρὰ τὸ σπιλοῦσθαι τῇ ἄχνῃ. (Vers. 300.) Αἴγυπτον δὲ ἀρσενικῶς τὸν Νεῖλον φησὶ, ὡς πολλαχοῦ ἐν τοῖς ἑξῆς φανήσεται. ἀφ' οὗ καὶ ἡ χώρα Αἴγυ-