Ancient Greek
Volume 1
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Odysseam 1.146.1
Not analysed yet
βούλονται οἱ παλαιοὶ σὺν τῷ ἰῶτα γράφειν τὸ σφῷν, ἵνα δηλοῖ τὸ σφῶϊν δυϊκὸν. ἐν δὲ τῷ, οὐκ ἂν κακοὶ τοιούσδε τέκνοιεν, κακοὺς λέγει, τοὺς δυσγενεῖς. (Vers. 65.) Ὅτι νῶτα βοὸς παρὰ πίονα θῆκε τοῖς βασιλικοῖς νέοις ὁ Μενέλαος ὄπτ' ἐν χερσὶν ἑλὼν, τὰ ῥά οἱ γέρα πάρθεσαν αὐτῷ. ἐνταῦθα δέ φασιν οἱ παλαιοὶ, ὅτι ἔοικε, τοῖς βασιλεῦσι μείζων μοῖρα παρατίθεσθαι εἰς γέρας. ἀφ' ἧς εἶχον ἂν καὶ ἄλλοις ἐπιδιδόναι, ὡς νῦν ποιεῖ ὁ Μενέλαος, τοῖς ξένοις παρατιθεὶς τὸ ἑαυτοῦ γέρας. καὶ Ἀγαμέμνων δὲ ἐν Ἰλιάδι νώτοις γεραίρει τὸν Αἴαντα. ὅθεν καὶ Λυκοῦργος τοῖς Λακεδαιμονίων βασιλεῦσι διμοιρίαν ἐνομοθέτησε δίδοσθαι, παρελκύσας φασὶν ἐξ Ὁμήρου τὸ νόμιμον. Ὅρα δὲ καὶ νῦν εὐτέλειαν δαιτὸς βασιλικῆς. οὐ γάρ τι χλιδανὸν αὐτῷ παρατέθειται, ἀλλὰ νῶτα βοός. καθὰ καὶ παρ' ἄλλοις γίνεται. πίονα μέντοι, ὡς ἂν τοῦτό γε τρυφερὸν γέρας εἴη τῷ βασιλεῖ. (Vers. 66.) Ὡς δὲ τὰ μὲν ἑφθὰ ἐκ τοῦ ἕπω γίνεται, ἵνα εἶεν ἑπτὰ τὰ περιεπόμενα χάριν βρώσεως, καὶ διὰ συνεμπτώσεως ἀποφυγὴν τῆς πρὸς τὸν ἑπτὰ ἀριθμὸν, ἑφθὰ, τραπέντος τοῦ τ εἰς θ καὶ αὐτίκα καὶ τοῦ π εἰς φ ἵνα δασὺ δασέος ἡγῆται κατὰ γραμματικὸν κανόνα, τὰ δὲ ἑψητὰ ἐκ τοῦ ἕπω ἕψω γίνεται μεταπεσόντος εἰς τὸ ἑψῶ ἑψήσω, τὰ δέ γε ὀπτὰ ἐκ τοῦ ὀπτητὰ συγκέκοπται, δηλοῦται καὶ ἀλλαχοῦ. δῆλον δ' ὅτι οὐ μόνον ὀπτοῖς ἀλλὰ καὶ ἑφθοῖς ἐχρῶντο κρέασιν οἱ ἥρωες, καὶ φαίνεται αὐτὸ, ἔκ τε τοῦ λέβητος ὃς ἐν παραβολῇ ζέει ἕψων ἁπαλοτρεφέα σίαλον, καὶ ἐκ τοῦ βοείου ποδὸς ὃς ἀφείθη κατὰ τοῦ Ὀδυσσέως ἐπιτραπέζιος κείμενος. πόδα γάρ φασι βόειον οὐδεὶς ὀπτᾷ. Πρὸς δὲ τὸ ὡς ἐῤῥέθη, ἑπτὰ εἶτα ἑφθὰ ὁμοιότητα περισώζει καὶ τὸ τίφθ' οὕτως ἀντὶ τοῦ τί ποτε οὕτως. καὶ τὸ ἐπιφθύζειν παρὰ Θεοκρίτῳ, γενόμενον ἐκ τοῦ πτύειν. καὶ τὸ ἐτύφθην ἐκ τοῦ τύπτω. καὶ τὸ ἐβλάφθην ἐκ τοῦ βλάπτω. κατ' ἄλλον δὲ λόγον, καὶ τὸ τέθριππον. καὶ τὸ φροίμιον. καὶ ὁ φροῦδος. καὶ ἡ φρουρὰ καὶ ἄλλα μυρία ὅσα. ὧν ἀπέοικεν ὥσπερ ἡ μητρυὰ οὕτω καὶ ὁ πατρυός. ἀλλ' αὐτὸς μὲν, ἐκπέφευγε τὸ ἀνόμοιον, παρὰ τοῖς λέγουσιν αὐτὸν πατρῳόν. οὔκουν δὲ καὶ ἡ μητρυιά. τάχα οὖν ἀστείως εἰπεῖν, κἀνταῦθα μητρυιὰ τῷ υἱῷ ἡ τοιαύτη. δι' ὃν συγχεθεῖσα, ἐλάθετο τῆς κατ' αὐτὴν κοινῆς ἀναλογίας. καὶ παρεκκλίνασα εἰς τοὺς ψιλωτικοὺς Αἰολεῖς, μητρυιὰ ἐξεφωνήθη ἀντὶ μηθρυιᾶς. (Vers. 70.) Ὅτι ὡς ἐν τῇ α ῥαψῳδίᾳ τῷ Μέντῃ ὡμίλησε τὴν ἀρχὴν ὁ Τηλέμαχος, οὕτω καὶ νῦν, ἄγχι σχὼν κεφαλὴν ἵνα μὴ πευθοίαθ' οἱ ἄλλοι. (Vers. 70.) ὡς ἂν μὴ κολακεύειν δοκοίη ἀγεννῶς ἢ καὶ ἀφελὴς εἶναι διὰ τὸ πολὺ τοῦ θαύματος, φησί. φράζεο Νεστορίδη τῷ μῷ κεχαρισμένε θυμῷ, χαλκοῦ τε στεροπὴν καὶ δώματα ἠχήεντα. χρυσοῦ τ' ἠλέκτρου τὲ καὶ ἀργύρου ἠδ' ἐλέφαντος. ἃ δηλαδὴ τὸν τοῦ βασιλέως Μενελάου δόμον ἐκόσμουν, τεχνικῶς παρακείμενα. (Vers. 74.) εἶτα συγκρίνων, φησί. Ζηνός που τοιήδε γ' Ὀλυμπίου ἔνδοθεν αὐλή. Καὶ ὅρα ὡς τὸ ἶσον συνάγει ἐν τῇ συγκρίσει. οὐ γὰρ ἦν τὸ ἔλαττον ἀποδοῦναι τοῖς τοῦ Διὸς δώμασιν, ἔνθα καὶ τὸ ἶσον, αὔθαδες. διὸ καὶ ἔφη τὸ, Ζηνός που τοιήδε αὐλὴ, ἀντὶ τοῦ ἴσως τοιαύτη ἐστίν. ὃ καὶ δέδωκε θάρσος μετ' ὀλίγα τῷ Μενελάῳ, εἰς τὴν κατὰ τὸ μεῖζον σύγκρισιν. ἐρεῖ γὰρ ἐκεῖνος οὐκέτι ῥητορικώτερον ἀλλ' ὡς πρὸς ἀλήθειαν, ἀθάνατα εἶναι τὰ θεῖα. καὶ διατοῦτο οὐ τοιάδε οἷα τὰ τοῦ θνητοῦ Μενελάου. καὶ ἄλλως δὲ φράσαι κάλλιον κατὰ τοὺς παλαιοὺς, τὸ μὲν εἶναι πλούσιος, οὐκ ἀρνεῖται ὁ βασιλεύς. περιελὼν δὲ κἀνταῦθα τὸν φθόνον καὶ ὡς οἷον εἰπεῖν ἐκθυσάμενος αὐτὸν, πολλά φησι παθὼν, ἔχει πλοῦτον. οὐ μήν φησι καὶ ἀξιοῖ θεῷ συγκρίνεσθαι θνητὸς αὐτὸς ὤν. (Vers. 71.) Σεμνύνει δὲ πάντως τοὺς βασιλικοὺς παῖδας τὸ, πρῶτον ἐν ἀλλοτρίᾳ οἰκίᾳ ἐλθόντας εἰς δεῖπνον, μὴ γαστρισαμένους εὐθὺς τοῦ συμποσίου γενέσθαι ὅλους, ἀλλά τι δοῦναί φασι πρότερον τῷ φιλοθεάμονι ἐν τῷ κατανοεῖν τὴν οἰκίαν. διὸ ποιεῖν δοκοῦσι καὶ αὐτοὶ, ὅ φασι καὶ ὁ παρὰ Ἀριστοφάνει παῖς, ὃς ῥυθμίσας γέροντα ὡς δεῖ κατακλίνεσθαι ἐπάγει τὸ, ἐπαίνεσόν τι τῶν χαλκωμάτων. (Vers. 75.) Ἐπὶ δὲ τούτοις αὔξων τὸ θαῦμα ὁ Τηλέμαχος, ἐπάγει. ὅσα τά δ' ἄσπετα πολλά. σέβας μ' ἔχει εἰσορόωντα. οὐκ ἂν δ' ἐνταῦθα τοὺς βασιλικοὺς οἴκους εἴπῃ τις παροιμιακῶς θαῦμα μωροῖς διὰ τὸ ἐν θαύματι κεῖσθαι τοῖς εὐγενέσι νεανίσκοις. αὐτὸ γὰρ ἐκωμικεύσατό τις εὐφυῶς κατὰ τῶν ἀκριβούντων τί ποιοῦσιν οἱ ἰχθύες. πῶς κοιμῶνται. πῶς διαιτῶνται. καὶ τὰ ἑξῆς ὡς γράφει Ἀθήναιος. Τριπλῆ δ' ἐνταῦθα ἡ αὔξησις διὰ τριῶν ἀορίστων ἐξοχῶν, τοῦ ὅσσα. τοῦ ἄσπετα. καὶ τοῦ πολλά. ὧν ἐκ παραλλήλου ἡ αὐτὴ σημασία, ποσότητα μόνην δηλούντων, ὡς τῆς ποιότητος τοῦ κόσμου φανερᾶς οὔσης ἐκ τῶν ὀνομάτων. τίμια γὰρ, ὁ ἀστράπτων χαλκός. ὁ χρυσός. καὶ τὰ λοιπά. τὴν γὰρ στεροπὴν,