Ancient Greek
Volume 1
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Odysseam 1.147.1
Not analysed yet
ὥσπερ τῷ χαλκῷ οὕτω καὶ ταῖς ἑξῆς ὕλαις ἐπεμέρισε δίχα γε τῶν δωμάτων. αὐτὰ γὰρ εἰ καὶ συνεξέλαμπον διὰ τὰς ἀστραπτούσας περὶ ἐκεῖνα ὕλας, οὐκ εἶχε συμφράσαι κατὰ πτῶσιν γενικὴν, διὰ τὸ κωλύεσθαι τῷ μέτρῳ. διὸ καὶ σχηματίσας αὐτὰ κατὰ γενικὴν πτῶσιν, οὐ τὴν συννοουμένην στεροπὴν ἀλλὰ τὸ ἠχῆεν αὐτοῖς ἀπεκλήρωσε. Καὶ οὕτω μὲν πρὸς οὖς ἐλάλει ὁ νεανίας. (Vers. 76.) Ἐπεὶ δὲ περίεργός ποτε καὶ ὁ συνετὸς ἐν δέοντι, παραβαλὼν δεξιῶς ἀκοὴν ὁ βασιλεὺς, ἀκούει τὸ ψιθυρισθὲν καὶ λαλεῖ τὰ ἐφεξῆς. φησὶ γὰρ ὁ ποιητής. τοῦ δ' ἀγορεύοντος ξύνετο ξανθὸς Μενέλαος. καὶ εἶπε. τέκνα φίλα, Ζηνὶ μὲν, βροτῶν οὐκ ἄν τις ἐρίζοι. ἀθάνατοι γὰρ τοῦ γε δόμοι καὶ κτήματ' ἔασιν. ἀνδρῶν δ' ἤ κέν τις μοι ἐρίσσεται ἠὲ καὶ οὐκὶ, κτήμασιν. ἃ δὴ καὶ δηλῶν ὅπως περιῆλθον αὐτῷ, ἐπάγει. ἦ γὰρ, πολλὰ παθὼν καὶ πόλλ' ἐπαληθεὶς ἠγαγόμην ἐν νηυσί. καὶ ὀγδοάτῳ ἔτει ἦλθον. ὃ καὶ ὁ Νέστωρ πρὸ ὀλίγων ἱστόρησεν. (Vers. 83.) Εἶτα καὶ τὸ πολλὰ ἐπαληθεὶς ἀορίστως λεχθὲν, ὁρίζων ἱστορικῶς, ἐπιφέρει. Κύπρον Φοινίκην τε καὶ Αἰγυπτίους ἐπαληθείς. Αἰθίοπάς θ' ἱκόμην. καὶ Σιδονίους. καὶ Ἐρεμβούς. καὶ Λιβύην ἵνα τ' ἄρνες ἄφαρ κεραοὶ τελέθουσι. τρὶς γὰρ τίκτει μῆλα τελεσφόρον εἰς ἐνιαυτόν. ἔνθα μὲν οὔτε ἄναξ ἐπιδευὴς, οὔ τέ τι ποιμὴν τυροῦ καὶ κρειῶν οὐδὲ γλυκεροῖο γάλακτος. ἀλλ' αἰεὶ παρέχουσιν ἐπηετανὸν γάλα θῆσθαι. καὶ τὰ ἑξῆς. Καὶ ὅρα ἐξ αὐτῆς καταρχῆς, ὡς ἱστοριῶν χορηγία τῷ ποιητῇ γέγονεν ὁ τοῦ Τηλεμάχου εἰς τὴν Σπάρτην πλοῦς. ἐν αἷς οὐ μόνον ξενικὰ ἐκτεθήσεται διηγήματα, ἀλλὰ καὶ Τρωϊκὰ καὶ Ἑλληνικά. πάνυ οὖν δεινῶς ἔπλασεν Ὅμηρος εἰς καλὸν τῇ ἑαυτοῦ ποιήσει ὡς καὶ προδεδήλωται, τὸν τοῦ Τηλεμάχου πλοῦν. δι' οὗ πολλὰ ποικίλματα ἡ Ὁμηρικὴ Μοῦσα τῷ τῆς ποιήσεως ταύτης πέπλῳ ἐνέπασεν. (Vers. 72.) Ἰστέον δὲ ὅτι τὸ στεροπὴν, μίαν ταύτην λέξιν, ἠρκέσθη προσαρμόσας ὁ ποιητὴς, τῷ χαλκῷ. τῷ χρυσῷ. τῷ ἠλέκτρῳ. τῷ ἀργύρῳ. καὶ τῷ ἐλέφαντι. οὐχ' ὡς ἀπορῶν πλειόνων ἐπιθέτων, ἀλλὰ κατὰ λόγον γοργότητος. ὡς καὶ ἐπαναπαυσάμενος τῇ λέξει διὰ τὸ αὐτῆς σεμνόν. Ἠχήεντα δὲ δώματα τὰ μεγάλα. τοῖς γὰρ μικροῖς, οὐκ ἔστι προσαρμόσαι τὸ ἐπίθετον, ψεύσεται γὰρ ἐπιλεχθέν. ὀνοματοποιεῖται δὲ ὁ ἦχος καὶ τὸ ἠχεῖν καὶ ἡ ἠχὴ ὅθεν τὸ ἠχῆεν. ὡς δηλοῖ καὶ ἡ ἠχήεσσα θάλασσα. λέγεται δὲ ἡ λέξις καὶ ἐπὶ ζῴων. ὅθεν καὶ ἠχέτα τέττιξ. Ὅτι δὲ τῶν ἡρωϊκῶν οἴκων τοὺς μείζους Ὅμηρος δώματα καλεῖ καὶ μέγαρα καὶ κλισίας, οἱ δὲ νῦν, ξενῶνας καὶ ἀνδρῶνας, ἐν τοῖς τοῦ Ἀθηναίου δηλοῦται. (Vers. 73.) Ἤλεκτρος δὲ, ἴσως μὲν, καὶ ὕλη τις κατὰ τοὺς πολλοὺς, χαλκώδης ἰδιαιτάτη παρὰ τὸν ἁπλῶς χαλκόν. μάλιστα δὲ, μίγμα τι χρυσοῦ καὶ ἀργύρου. δοκεῖ δὲ καὶ ὁ λοιπὸς δηλοῦσθαι νῦν ἤλεκτρος. ὃν ὁ μῦθος διὰ τὸ οἷον ἡλιῶδες τῆς χρόας δάκρυον εἶναι τῶν ἡλιάδων λέγει. ἀφ' οὗ καὶ λαβαὶ μαχαίραις γίνονται ἀχύρων ἐπισπαστικαί. εἰκὸς γὰρ, καὶ τοιοῦτον παρεντεθεῖσθαι τοῖς τοῦ Μενελάου δόμοις εἰς δαίδαλμα. Σοφοκλῆς μέντοι ἐτόλμησε καὶ αὐτὸν τὸν χρυσὸν ἤλεκτρον εἰπεῖν ἐν τῷ, κερδαίνετ' ἐμπολᾶτε τῶν πρὸς σάρδεων ἤλεκτρον. καὶ δόξοι ἂν ἐκ τοῦ τοιούτου καὶ ἡ βασιλικὴ θυγάτηρ Ἠλέκτρα κληθῆναι. καθὰ καὶ ἀδελφὴ αὐτῆς ἑτέρα, Χρυσόθεμις. καὶ ἤλεκτρα δὲ τὰ κατὰ Αἴλιον Διονύσιον ἐν κλίναις ποικιλλόμενα, ἐκ τοῦ ἠλέκτρου φαίνεται λέγεσθαι. ἃ καὶ θηλυκῶς προάγονται ὡς δηλοῖ τὸ, ἐκπιπτουσῶν τῶν ἠλέκτρων. ὧν ἡ εὐθεῖα, αἱ ἤλεκτροι κατὰ τοὺς τοῦ κωμικοῦ σχολιαστάς. οἵ φασι, καὶ ὅτι αἱ ἀρχαῖαι κλίναι, τοὺς πόδας εἶχον κατησφαλισμένους ἄνθραξι καὶ ἠλέκτροις. ἡ δὲ τῶν ἰδιωτῶν γλῶσσα βερονίκην λέγει τὸ ἤλεκτρον. ἠλέκτωρ μέντοι ὁ ἥλιος εἴπερ καὶ αὐτὸς οὕτω πως παράγεται, οὐκ ἔστι βεβαίως εἰπεῖν. δοκεῖ γὰρ καὶ ἀλέκτωρ εἶναι ὡς μὴ ἐῶν ἐν λέκτροις κεῖσθαι ἀλλ' ἐξεγείρων εἰς ἔργα. Ἐλέφαντα δὲ καὶ νῦν ὡς καὶ ἐν Ἰλιάδι, τὰ τοῦ ἐλέφαντος λέγει ὀστᾶ, ἐκ τοῦ ὅλου καλέσας τὸ μέρος. Ὅτι δὲ ἡ Λιβύη περὶ ἣν καὶ αὐτὴν ὁ Μενέλαος ἐπλανήθη, μήτηρ ἐλεφάντων ἦν, δηλοῖ καὶ ὁ γράψας Ἕρμιππος τὸ, ἡ δὲ καλὴ Κρήτη, κυπάριττον τοῖσι θεοῖσιν, ἡ Λιβύη δ' ἐλέφαντα πολὺν παρέχει κατὰ πράσιν. χρῆσις δὲ Ὁμηρικοῦ ἐλέφαντος, καὶ ἐν τῷ, ἀσπίδα εἶχεν ἐκ χρυσίου καὶ ἐλέφαντος. ὁ δὲ τοιοῦτος ποιητικὸς τρόπος, καὶ βοῦν, τὸ δέρμα λέγει τοῦ βοός. (Vers. 74.) Τὸ δὲ Ζηνὸς αὐλὴ, ὡς ἐπὶ βασιλέως ἐῤῥέθη. ὅθεν καὶ Αἰσχύλος λαβὼν, ἔφη. ὅσοι τὴν Διὸς αὐλὴν οἰχνεῦσι. Σημείωσαι δὲ ὅτι τῷ τῆς αὐλῆς ὀνόματι, τὰ δώματα δηλοῖ. οὐ γὰρ ἂν αὐλὴ χρυσῷ καὶ τοιούτοις κοσμοῖτο. δηλοῖ δέ που τοῦτο καὶ Ἀθήναιος. παρ' ᾧ καὶ στίχος τις ἐνταῦθα μεταγεγραμμένος φέρεται. λέγει γὰρ ὅτι βέλτιον γράφειν κατὰ Σέλευκον, Ζηνός που τοιαῦτα δόμοις ἐν κτήματα κεῖται. ἢ ὡς Ἀρίσταρχος, Ζηνός που τοιήδε γ' Ὀλυμπίου ἔνδοθεν αὐλή.