Ancient Greek
Volume 1
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Odysseam 1.148.1
Not analysed yet
οὐ γὰρ τῆς οἰκίας φησὶ τὸ κάλλος ἀποθαυμάζουσιν οἱ ξένοι. ἐπεὶ μὴ δὲ ἦν ἤλεκτρος καὶ ἄργυρος καὶ ἐλέφας ἐν τοίχοις. ἀλλὰ περὶ μὲν τῶν δωμάτων εἶπον, ὡς ἔστιν ἠχήεντα. τοιαῦτα δὲ, τὰ ὑψόροφα καὶ μεγάλα. (Vers. 73.) Περὶ δὲ τῶν σκευῶν, τὸ, χρυσοῦ καὶ ἠλέκτρου καὶ ἀργύρου καὶ ἐλέφαντος. οἷς εἰκότως ἐπάγεται τὸ, Ζηνός που τοιαῦτα δόμοις ἐν κτήματα κεῖται. ὅσσα τάδ' ἄσπετα πολλά. (Vers. 74.) Τῷ δὲ Ζηνός που τοίη αὐλὴ, οὐκ ἔστιν ἀκόλουθον ἐπειπεῖν, ὅσσα τάδ' ἄσπετα. σόλοικον ὄν φησι τῷ ἀσυνήθη τῆς ἀναγνώσεως. ἀλλ' οὐδὲ ἡ αὐλή φησιν ἁρμόττει ἐπὶ τοῦ οἴκου. ὁ γὰρ διαπνεόμενος τόπος, αὐλὴ λέγεται. καὶ διαυλωνίζειν φαμὲν χωρίον, τὸ δεχόμενον ἐξ ἑκατέρου πνεῦμα. ἔτι δὲ, αὐλὸς, ὄργανον ᾧ διέρχεται πνεῦμα. τοιαῦτα δὲ γράψας ὁ Ἀθήναιος, ἐν οἷς καὶ ὅτι Ὅμηρος τὴν αὐλὴν ἀεὶ ἐπὶ ὑπαίθρου τάττει τόπου, λέγει καὶ ὅτι νῦν δὲ, τὰ βασίλεια λέγονται αὐλαὶ, ἢ διὰ τὸ μεγάλους ἔχειν τοὺς πρὸ τῶν οἴκων ὑπαιθρίους τόπους, ἢ τὸ παραυλίζεσθαι καὶ παρακοιμᾶσθαι τοὺς δορυφόρους τοῖς βασιλείοις. ἐπιφέρει δὲ καὶ Διφίλου χρῆσιν ταύτην. αὐλὰς θεραπεύειν βασιλικὰς δηλαδὴ, ἔστιν ὡς ἐμοὶ δοκεῖ, ἢ φυγάδος ἢ πεινῶντος ἢ μαστιγίου. ἐν τούτοις δὲ ὁ ῥηθεὶς ῥήτωρ, αὐλών φησι καλεῖσθαι ὡς καὶ ἐν ἄλλοις παρεσημάνθη, καὶ τὸ διατεταμένον εἰς εὐθύτητα σχῆμα, ὁποῖον τὸ στάδιον. ὃ καὶ συνθέτως δίαυλος ὀνομάζεται. καὶ τὸν κρουνὸν δὲ τοῦ αἵματος. οἶον, αὐτίκα δ' αὐλὸς ἀνὰ ῥίνας παχὺς ἦλθεν. ἐντεῦθεν δὲ καὶ τὴν περικεφαλαίαν ὅταν ἐκ τοῦ μέσου ἀνατείνῃ, αὐλῶπιν φαμέν. λέγονται δέ φησι καί τινες ἱεροὶ αὐλῶνες Ἀθήνῃσιν. ἀρσενικῶς δέ φησιν ὁ αὐλὼν παρὰ Θουκυδίδῃ καὶ τοῖς καταλογάδην συγγραφεῦσι. παρὰ δὲ ποιηταῖς, θηλυκῶς. ἐκδεκτέον οὖν φησὶ καὶ τὸ παρὰ Ἐρατοσθένει βαθὺς αὐλὼν, θηλυκῶς εἰρῆσθαι. ὁποῖον δηλαδὴ καὶ τὸ, θῆλυς ἑέρση. καὶ τὸ, ἡ πουλύς. καὶ τὸ, ἡδὺς ἀϋτμή. καὶ ὅσα τοιαῦτα. (Vers. 78.) Ὅτι δὲ ὁ Τηλέμαχος οὐ δώματα μόνον ἀλλ' ὁμοῦ οἶκον καὶ κτήματα ἐπῄνεσεν, ἑρμηνεύει ὁ βασιλεὺς ἐν τῷ, τέκνα φίλα. Ζηνὶ μὲν, οὐκ ἄν τις ἐρίζοι. οὗ ἀθάνατοι δόμοι καὶ κτήματά εἰσιν. Ἐν τούτοις δὲ τῶν τοῦ Ὁμήρου, παρασημειοῦνται οἱ παλαιοὶ ὡς καὶ τὴν περὶ τοὺς οἴκους οἶδεν Ὅμηρος πολυτελείαν. καθὰ καὶ ἐν τῇ τῶν Φαιάκων γῇ. καὶ ἐν Ἰθάκῃ δέ. Πολύβιος γοῦν ὁμοίαν τῇ τοῦ Μενελάου οἰκίᾳ ὑφίσταται Ἴβηρός τινος βασιλέως λαμπρότητα οἰκήσεως. ὃν καὶ ἐζηλωκέναι λέγει τὴν τῶν Φαιάκων τρυφήν. ἐκείνῳ μέντοι τῷ Ἴβηρι ἐπὶ κρατῆρσιν ἀργυροῖς καὶ χρυσέοις, οἶνον ἱστορεῖ κρίθινον. (Vers. 75.) Σέβας δὲ, συνήθως τὴν ἔκπληξιν λέγει. Τὸ ξύνετο, ἀντὶ τοῦ, ᾔσθετο. συνήθης δὲ ἡ τοῦ ξυνιέναι σύνταξις μετὰ γενικῆς. γράφεται δὲ καὶ ξύνθετο, ἴσως δὲ τοῦτο οὐ καλῶς. (Vers. 78.) Τὸ δὲ ἐρίζειν ἐνταῦθα, ἐπὶ συγκρίσεως εἴληπται. (Vers. 80.) Τὸ δὲ ἤ τίς μοι ἐρίσσεται ἠὲ καὶ οὐκὶ, καθ' ὁμοιότητα ἐῤῥέθη τοῦ, ἂν κράτος ἠὲ φερείμην. ἵνα ὥσπερ ἐκεῖ ἀμφήριστος ἡ νίκη, οὕτω καὶ ὧδε ὁ πλοῦτος. θρύπτεται δέ φησιν ἐν τούτοις ὁ Μενέλαος, μετὰ ἤθους ἐκφέρων ὡς τὰ αὐτοῦ ἀμφήριστα τοῖς ἀνθρώποις. (Vers. 81.) Τὸ δὲ κτήμασιν, ἐπιεικῶς ἐῤῥέθη. οὐ γὰρ ἐπὶ ἀνδρίᾳ φησὶν ἢ ἄλλαις ἀρεταῖς ἀλλ' ἐπὶ πλούτῳ. (Vers. 82.) Τὸ δὲ ἠγαγόμην, ἐπὶ κτημάτων ἀντὶ τοῦ ἔφερον κεῖται. προσυπακούεται δὲ καὶ ἐνταῦθα ἐκ κοινοῦ τὸ πολλά. ἵνα λέγῃ ὡς πολλὰ παθὼν καὶ πολλὰ πλανηθεὶς, πολλὰ ἠγαγόμην κτήματα. καὶ ἔστιν ὅμοιον τῷ, οὐ δεινὰ, πάσχειν δεινὰ τοὺς ἐργασμένους, δεινὰ δηλαδή. Ἰστέον δὲ ὅτι ἐκ τοῦ τοιούτου ἄγεσθαι, καὶ τὸ ἀγώγιμον ἐπὶ φορτίου νηῶν λέγεται. καὶ ὁ παρὰ τῷ Δημοσθένει ἀγώγιμος τῇ τῶν Ἀθηναίων πολιτείᾳ. Ὅρα δὲ ὡς ὁμολογεῖ τουτέστι συμφωνεῖ ὁ Μενέλαος τῷ Νέστορι ἐφ' οἷς ἐκεῖνος εἶπε τοῦτον ἀλᾶσθαι, πολὺν βίοτον καὶ χρυσὸν ἀγείροντα. οὐ μόνον γὰρ πολλὰ ἔφη ἀγαγέσθαι, ἀλλ' ὑποκατιὼν, λέγει καὶ αὐτὸς ἐκεῖνο τὸ τοῦ γέροντος ὡς δηλωθήσεται. ἀλλὰ τί ἂν ἔσχεν ἀγεῖραι ὁ Ἑλληνικὸς βασιλεὺς Μενέλαος; πηλίκον δ' ἂν περιεβέβλητο πλοῦτον, ἀντιπαρατιθέμενος πρὸς τοὺς ὕστερον; ἐν οἷς τῶν ἄλλων πλούτων σιωπωμένων, βασιλικὴ περσικὴ περιᾴδεται ἄμπελος. οὐ κατὰ τὴν Ὁμηρικὴν ἣν ἐκεῖνος τημελεῖ φυτεύσας ἐν τῇ τοῦ φίλου Ἀχιλλέως ἀσπίδι. ἐκείνη μὲν γὰρ, σωφρόνως ἐφάνταζε τὰ κατ' αὐτήν, ἡ δὲ τοῦ Περσῶν βασιλέως, λιθοκόλλητος χρυσῆ τὸν βασιλικὸν ἐκόσμει κοιτῶνα. ὑπὲρ τῆς αὐτοῦ φασι κλίνης οὖσα. ἔχουσα δὲ καὶ βότρυας ἐκ τῶν πολυτελεστάτων ψήφων συντεθειμένους, λίαν πάνυ πολὺ κατεπλούτει τὸ ὑπερήφανον. καθὰ καὶ τὸ καλούμενον βασιλικὸν προσκεφάλαιον. οἴκημά τι ἐκεῖνο πεντάκλινον. ἐν ᾧ χρυσίου πεντακισχίλια διὰ παντὸς ἔκειντο τάλαντα. ἔτι δὲ καὶ τὸ προσαγορευόμενον βασιλικὸν ὑποπόδιον. ἕτερον αὐτὸ πρὸ ποδῶν οἴκημα τρίκλινον. οὗ τάλαντα