Ancient Greek
Volume 1
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Odysseam 1.160.1
Not analysed yet
σει γεινομένῳ. καθά περ τὸ υἱοὺς ἔχειν πινυτοὺς καὶ ἔγχεσιν ἀρίστους, ὄλβος ἐστὶ τῷ γάμῳ ἐπικλωσθείς. ὃ καὶ αὐτὸ δεδήλωται ὁμοίως ἐν τῷ, ὄλβον ἐπικλώσει γαμέοντι. (Vers. 208.) Ὅρα δὲ ὅτι τὲ τὸν κατ' ἀνθρώπους βίον εἰς δύο διεῖλεν ἐν τῷ, γαμέοντί τε γεινομένῳ τε. ἤγουν εἰς ἀγαμίαν τὴν μετὰ γέννησιν καὶ εἰς τὸν μετὰ ταῦτα γάμον. καὶ ὡς ἄλλην τινὰ βίου ἀρχὴν τὰ μετὰ τὸν γάμον νοεῖ. καὶ ὅτι καλῶς εἶπεν ὁ Μενέλαος ὡς Νέστορι δῶκε θεὸς ἃ λέγει δοθῆναι μετὰ γάμον. αὐτῷ γὰρ τῷ Μενελάῳ γενομένῳ μὲν, ἐπεκλώσθη ὄλβος, οὐ μὴν καὶ γαμέοντι εἴγε μετὰ γάμον ἕως ἄρτι κακῶς πάσχει. (Vers. 212.) Ὅτι ἐπὶ κωλύσεως κλαυθμοῦ ἐπιδορπίου, καίριον εἰπεῖν τὸ, ἡμεῖς δὲ κλαυθμὸν μὲν ἐάσομεν ὃς πρὶν ἐτύχθη. δόρπου δ' ἐξαῦτις μνησώμεθα. μῦθοι δὲ καὶ ἠῶθέν περ ἔσονται. (Vers. 213.) Ὅτι δοκοῦσιν οἱ παλαιοὶ, καὶ μετὰ κλαυθμὸν ἀπονίπτεσθαι εἰς ἀποτροπιασμόν τινα. οἱ γοῦν βασιλικοὶ ξένοι ἐνταῦθα καίτοι νιψάμενοι πρὸ ὀλίγων, πάλιν ἐπὶ τῷ κλαυθμῷ ποιοῦσι τοῦτο. φησὶ γοῦν ὁ Νεστορίδης. Χερσί δ' ἐφ' ὕδωρ χευάντων, ἤτοι χεάτωσαν Ἀττικῶς. οὐ μὲν δὲ ἀλλὰ καὶ ἐλλειπτικῶς. οὐ γὰρ ἐκφωνεῖ καὶ τίνες χεύωσιν ὕδωρ. (Vers. 215.) Ὅτι διαειπεῖν κεῖται ἐνταῦθα, τὸ διεξοδικῶς εἰπεῖν. καὶ εὕρηται καὶ παρ' ἄλλοις οὕτως ἡ λέξις. ὁποῖον καὶ τὸ, δίειπέ μοι ὄφρα δαείω. (Vers. 216.) Ὅτι Ἀσφαλίων ἐνταῦθα πλάττεται ὁτρηρὸς θεράπων Μενελάου, προσφυὲς ὄνομα. ὃν οὐ χρὴ σφάλλεσθαι τοῦ δέοντος πρὸς τὸν δεσπότην. ὥσπερ καὶ Ἐτεωνεὺς πρὸ αὐτοῦ, ὃν ἀληθεύειν χρεών. (Vers. 219.) Ὅτι ὥσπερ πρὸ τούτων ἦν τὸ, ἔνθ' αὖτ' ἀλλ' ἐνόησεν Ἀθηνᾶ, οὕτω κἀνταῦθα, ἔνθ' ἄλλ' ἐνόησ' Ἑλένη. τί δὲ ἐνόησεν; αὐτίκ' ἄρ' εἰς οἶνον βάλε φάρμακον ἔνθεν ἔπινον οἱ συμπόται. νηπενθές τ' ἄχολόν τε. κακῶν ἐπίληθον ἁπάντων. οὗ καὶ παραδιδοὺς τὴν δύναμιν, σαφέστερόν φησιν. ὃς τὸ, καταβρόξειεν ἐπὴν κρατῆρι μιγείη, οὐκ ἂν ἐφημέριός γε βάλοι κατὰ δάκρυ παρειῶν. οὐδ' εἴ οἱ κατατεθναίη μήτηρ τε πατήρ τε. οὐδ' εἴ οἱ προπάροιθεν ἀδελφεὸν, ἢ φίλον υἱὸν χαλκῷ δηϊόῳεν ὅ δ' ὀφθαλμοῖσιν ὁρῷτο. (Vers. 222.) ὑπερβολικὰ δὲ ταῦτα. μεγεθύνοντα εἰς ὑπερβάλλουσαν αὔξησιν, τὴν τοῦ φαρμάκου δύναμιν. (Vers. 227.) εἶτα καὶ διὰ πληθυσμοῦ μεγαλεῖον ἐπάγων τῷ τοιούτῳ τῆς Ἑλένης φαρμάκῳ, φησί. τοῖα Διὸς θυγάτηρ ἔχε φάρμακα μητιόεντα. ἐσθλά. τά οἱ Πολύδαμνα πόρε Θῶνος παράκοιτις, Αἰγυπτίη. τῇ, πλεῖστα φέρει ζείδωρος ἄρουρα φάρμακα. πολλὰ μὲν ἐσθλὰ μεμιγμένα, πολλὰ δὲ λυγρά. (Vers. 231.) οἷς ἱστορίαν ἐπιπλέκων αἰγυπτιακὴν, φησίν. ἰητρὸς δὲ ἕκαστος ἐπιστάμενος περὶ πάντων ἀνθρώπων. ἦ γὰρ, Παιήονός εἰσι γενέθλης. (Vers. 233.) ἐπεὶ δὲ τοιοῦτον ἐνέηκε φάρμακον ἡ Ἑλένη τῷ κρατῆρι ἐκέλευσέ τε οἰνοχοῆσαι, τότε δὴ ἀνυποστόλως μνήμη τοῦ Ὀδυσσέως ἐγένετο. καὶ ὁ Τηλέμαχος οὐκέτι ἔκλαιε διὰ τὸ φάρμακον. ὅπερ ἴσως μὲν καὶ καθ' ἱστορίαν ἐκδεκτέον. ὡς καὶ τοιούτων ὄντων παρ' Αἰγυπτίοις ναρκωτικῶν τινων ἢ θελκτηρίων φαρμάκων. μάλιστα δὲ, συμβολικώτερον ἐκληπτέον αὐτὸ, εἰς τὸ, καθὰ καὶ μετὰ ταῦτα φανεῖται, λαθικηδὲς τῆς ἐν συμποσίοις φιλικῆς ὁμιλίας. ἧς ἀνακιρναμένης τῷ φιλοτησίῳ κρατῆρι καὶ εἴτε σπουδαῖα εἴτε καὶ ἄλλως ἡδέα καὶ ἀστεῖα ζητήματα ὑποκινούσης, οὐκ ἔστι τὸν συμποσιάζοντα, μνησθῆναί τινος τῶν ἔμπροσθεν κακῶν, οἷα χανδὸν ἐμπιπλάμενον οὐχ' οὕτω τοῦ περισοβοῦντος κρατῆρος, ὅσον τοῦ τῆς ὁμιλίας γλεύκους ὑφ' ἧς πᾶν λυπηρὸν τῆς τοιαύτης ἐπικυλικίου ἡδύτητος ἐξωστράκισται. (Vers. 240.) καὶ ἡ τοῦ λόγου πίστις, παρὰ πόδας ὅ φασι. κινήσασα γὰρ τοὺς περὶ Ὀδυσσέως ἐγκωμίους λόγους ἡ Ἑλένη καὶ λοιπὰς διηγήσεις, καὶ τῷ συμποσίῳ αὐτὰς λαθικηδὲς οἷον φάρμακον παραμίξασα, τὸ δάκρυόν τε τοῖς συμπόταις ἔστησε, καὶ τὴν ἀκμὴν τῆς λύπης ἐκκρουσαμένη, ἀπήμβλυνε. καὶ τοίνυν ὁ Τηλέμαχος τὰ δάκρυα συστείλας, δίδωσιν ἑαυτὸν τοῖς λαλουμένοις. καὶ δαίνυται καθήμενος. καὶ μύθοις τέρπεται. ὅπερ ἡ Ἑλένη ἐνεκελεύσατο ἀρχομένη τῆς διηγήσεως τῶν κατὰ τὸν Ὀδυσσέα. Καὶ ὅρα ὅπως ἀναγκαῖον τῷ ποιητῇ ἐνταῦθα τὸ τῆς Ἑλένης ἐπεισόδιον. δίχα γὰρ τῶν ἄλλων, ἔχει καί τινα δι' αὐτῆς ἱστορῆσαι, ἅπερ οὐδεὶς ἄλλος ἐγίνωσκεν. ὥσπερ καὶ ἐν τοῖς ἑξῆς ὁμοίως διὰ τοῦ Μενελάου. Σημείωσαι δὲ καὶ ὅτι διὰ μὲν τὸν τῆς Ἑλένης τοῦτον κρατῆρα, οὐκ ἂν ἐφημέριός τις βάλοι δάκρυ κατὰ παρειῶν. οἱ δὲ ὕστερον ῥήτορες τῇ τῶν παραμυθητικῶν μεθόδων εὑρέσει, παντελῶς ἐξαιροῦνται τὸ πάθος. ὡς διὰ βίου μὴ δακρύειν τὸν τοῦ παραμυθητικοῦ δεόντως ἐπαΐοντα. (Vers. 220.) Ἰστέον δὲ ὅτι ἐν τοῖς τοῦ Ἀθηναίου, περὶ τῶν κατὰ τὴν Ἑλένην φέρεται ταῦτα. Ἑλένη Διὸς οὖσα θυγάτηρ καὶ παρὰ τῶν ἐν Αἰγύπτῳ σοφῶν μεμα-