Ancient Greek
Volume 1
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Odysseam 1.161.1
Not analysed yet
θηκυῖα, πολλοὺς λόγους εἰς τὸν οἶνον ἐμβάλλει παναλκὲς τῷ ὄντι φάρμακον. ἁπτομένη μεταξὺ καὶ ταλασιουργίας, οὐ δι' ἀρέσκειαν, ἀλλ' ὡς οἴκοθεν ἔχουσα τὴν τοιαύτην αἵρεσιν. Ἀφροδίτη γοῦν μετὰ τὸ μονομάχιον, γρηῒ εἰκυῖα εἰροκόμῳ τῇ ἐκ Λακεδαίμονος, προσεῖπεν αὐτήν. ἔοικε δὲ καὶ αὐτὴ τὴν ἑαυτῆς φιλοτεχνίαν συνορᾶν. τῷ γοῦν Τηλεμάχῳ πέπλον δωρουμένη ἐν τοῖς ἑξῆς, φησί. δῶρόν τοι καὶ ἐγὼ δίδωμι καὶ τὰ καθεξῆς. εὕρηται δὲ καὶ ἐν Ἰλιάδι περὶ ἱστὸν ὑφαίνουσα. καὶ ποικίλλουσα δίπλακα. καταμηνύει οὖν φησι τὴν σωφροσύνην τῆς Ἑλένης, ἡ αὐτῆς φιλεργία. ἱστορεῖ δὲ ὁ αὐτὸς σοφιστὴς, καὶ ὅτι Ἑλένη τις ὕστερόν ποτε χρόνου γέγονε δεινὴ πλεῖστα ἐσθίειν. Τὸ δὲ εἰς οἶνον βάλε φάρμακον, ἀντὶ τοῦ ἐνέβαλεν. ἐνέθετο. Τὸ δὲ ἔνθεν ἔπινον, ἀσφαλῶς ἐῤῥέθη. οὐ γὰρ ἄλλως ἁπλῶς ἐνήργει τὸ φάρμακον, ἀλλ' οἴνῳ ἐμβαλλόμενον. ἤγουν ἐνιέμενον. διὸ φησίν. ἐπεὶ ἐνέηκε κέλευσέ τε οἰνοχοῆσαι. (Vers. 221.) Νηπενθὲς δὲ, οὐ μόνον τὸ ἐστερημένον πένθους, ἀλλ' ἰδοὺ ἐνταῦθα καὶ τὸ στερίσκον πένθους. ὅ ἐστιν ἄλυπον. Ἄχολον δὲ, τὸ ἀόργητον. ἄλλως μέντοι, καὶ ἄχολα ζῷα τὰ μὴ ἔχοντα σωματικὴν χολήν. Τὸ δὲ ἐπίληθον, Ἀρίσταρχος μὲν προπαροξυτόνως γράφει, ὡς ὄνομα οὐδέτερον, ὃ δηλοῖ τὸ ἐπιληστικόν. ὁ δὲ Ἀσκαλωνίτης, ὡς μετοχήν φασιν οὐκ εὖ προπερισπᾷ. ἵνα ᾖ, τὸ ποιοῦν ἐπιλανθάνεσθαι. Ὅρα δὲ ὅτι ἐν μὲν τῷ ἐπίληθον καθὰ καὶ ἐν τῷ λήθη καὶ λῆστις καὶ ἐπιλησμοσύνη καὶ Λητὼ, φυλάσσεται τὸ η τοῦ λήθω ἐνεστῶτος, ἐν ἄλλοις δὲ, ἀντ' αὐτοῦ τὸ α κεῖται ὡς ἀπὸ τοῦ ἔλαθον δευτέρου ἀορίστου. τοιοῦτον τὸ λάθρα σὺν τοῖς ἐξ αὐτοῦ. καὶ τὸ λαθικηδές. καὶ ὁ λάθαργος. ἕτερος ὢν αὐτὸς παρὰ τὸν διὰ τοῦ η λήθαργον. ὃς λάθαργος, πλεονασμῷ τοῦ ἰῶτα γινόμενος λαίθαργος, δηλοῖ μὲν, κύνα. τροπικῶς δὲ, σημαίνει καὶ ἐπίβουλον ἄνθρωπον κρύφα βλάπτοντα. καὶ ἔστιν ἐκεῖνος, ὡς περ εἴ φασιν λαθροδήκτης, ἀπὸ κυνῶν. Σοφοκλῆς. σαίνουσα δάκνεις καὶ κύων λαίθαργος εἶ. Τὸ δὲ καταβρόξειεν, ἀντὶ τοῦ καταπίη, παρὰ τὸν βρόχθον ὅς ἐστι λαιμός. ὅθεν καὶ καταβροχθίζειν τὸ καταπίνειν. ὀνοματοποιΐας δὲ ταῦτα τρόποι. (Vers. 222.) Τὸ δὲ ἐπὴν κρητῆρι μιγείη, παρατετηρημένως ἐῤῥέθη καὶ αὐτό. οὐ γάρ ἐστιν ἁπλῶς νηπενθὲς καὶ τὰ λοιπὰ, εἰ μὴ καὶ κρητῆρι μιγείη. (Vers. 223.) Τὸ δὲ ἐφημέριος, δηλοῖ μὲν τὸ, ἐν ᾗ ἂν ἡμέρα πίνοιτο. παρῆκται δὲ ὁμοίως τῷ πανημέριος. (Vers. 226.) Τὸ δὲ δηϊόῳεν, ἐπίτηδες χασμᾶσαι τῇ τῶν φωνηέντων ἐπαλληλίᾳ. ἵνα τῇ ἀργίᾳ τῆς ἐκφωνήσεως, δηλώσῃ παράτασιν ἀναιρέσεως. Τὸ δὲ ὀφθαλμοῖσιν ὁρῷτο, πρὸς ἀσφάλειαν λόγου ἐγράφη. οὐ γάρ ἐστι πενθεῖν ἢ χολοῦσθαι τοσοῦτον, εἰ μή τις καὶ ὀφθαλμοῖς ὁρᾷ τὸν σφαττόμενον. διὸ καλῶς εἴρηται τὸ, τῶν δὲ πραχθέντων, τὰ μὲν ἄλγιστ' ἄπεστιν, ἡ γὰρ ὄψις οὐ πάρα. ᾧ σύμφωνον καὶ παρὰ τοῖς πολλοῖς, τὸ μὴ πονεῖν τὴν καρδίαν ἐπὶ πράξεσιν αἷς μὴ ἐπέβαλον ὀφθαλμοί. (Vers. 227.) Φάρμακα δὲ μητιόεντα, ἢ τὰ κατὰ σύνεσιν εὑρημένα. ἢ τὰ δραστικὰ καὶ ὡς εἰπεῖν μέρμερα. τουτέστι, βουλῆς δεόμενα εἰς ἀποφυγήν. (Vers. 228.) Τὸ δὲ ἐσθλὰ, διὰ σαφήνειαν κεῖται. ἵνα φάρμακα νοοῖντο ταῦτα, ὡς εἰς μόνον καλόν. οὐ μὴν κατὰ τὰ ἐφεξῆς. ἐν οἷς, πολλὰ μὲν ἐσθλὰ πολλὰ δὲ λυγρά. Πολύδαμνα δὲ, ἢ κατὰ γένος οὐδέτερον ἐπιθετικῶς τὰ πολλοὺς δαμάζοντα φάρμακα. ἢ κύριον γυναικὸς Αἰγυπτίας ἡ Πολύδαμνα ὡς ἡ Μήθυμνα, καθὰ καὶ Εὐφορίων φησί. βλαψίφρονα φάρμακα ὅσσ' ἐδάη Πολύδαμνα, κυταῒς ὅσα Μήδεια τουτέστι φάρμακα, ὧν ἴδρις ἦν ἡ Αἰγυπτία Πολύδαμνα, καὶ Μήδεια ἡ ἐκ Κυταίας πόλεως, ἧς καὶ Λυκόφρων μέμνηται. Ἰστέον δὲ ὅτι κατὰ Ἀῤῥιανὸν, ἐφαρμάκου μὲν οἶνον καὶ ἡ παρ' αὐτῷ Κροκοδίκη, οὐκ ἐφ' ὁμοίοις δέ. φησὶ γὰρ ἐκεῖνος ὅτι ἡ φαρμακὶς Κροκοδίκη οἶνον νέμουσα κατὰ τέλη τῇ τοῦ πατρὸς στρατιᾷ, ἐμβάλλει εἰς τοὺς κρατῆρας ῥίζας, λήθης καὶ ὕπνου φάρμακα. οἱ δὲ, ἔκειντο ἡμιθανεῖς ὑπὸ τοῦ πόματος. καὶ ἐφθάρησαν ὑπὸ τῶν πολεμίων δι' ἔρωτα Πριηνέως νεανίου. ἔοικε δὲ μᾶλλον τῷ τῆς Ἑλένης κρατῆρι, τὸ παρὰ τοῖς μεθ' Ὅμηρον γρηγόρσιον. ἐπειδὴ καὶ νηφάλιοι θυσίαι ἦσαν ἐν αἷς οἶνος οὐκ ἐσπένδετό φασιν ἀλλ' ὕδωρ μελίκρατον. μάλιστα δὲ ὁμοιότερον πρὸς τὸν ῥηθέντα Ὁμηρικὸν κρατῆρα, τὸ παρὰ Αἰλίῳ Διονυσίῳ παυσινύσταλον εἴτε βρῶμα φησὶν εἴτ' ἄλλο τοιοῦτον. Τὸ δὲ παυσινύσταλον, ὅμοιόν φασι τῷ, ἐγρηγόρσιον. ὃ δηλοῖ τὸ ποιοῦν ἐγρηγορέναι καὶ ὡς εἰπεῖν, νηφάλιον. Τοῦ δὲ Θῶνος εὐθεῖα, ἢ Θόων Θόωνος κατὰ τοὺς παλαιοὺς καὶ ἐν συγκοπῇ Θῶνος, ἢ μᾶλλον Θῶνις Θώνιος καὶ κατὰ συγκοπὴν Θῶνος. φασὶ δὲ αὐτὸν, βασιλέα εἶναι τοῦ κατὰ Κάνωβον Νειλῴου στόματος, εὑρετὴν ἰατρικῆς παρ' Αἰγυπτίοις. καὶ πρὶν μὲν ἰδεῖν τὴν Ἑλένην, φιλοτίμως διακεῖσθαι πρὸς Μενέλαον. ἰδόντα δὲ καὶ περιεργασάμενον,