Ancient Greek
Volume 1
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Odysseam 1.168.1
Not analysed yet
ἀεικέα πότμον ἐφήσει. Καὶ ὅρα κἀνταῦθα ταυτολογίαν καίριον τοῦ, ἀεικέα πότμον ἐφῆκε καὶ ἀεικέα πότμον ἐφήσει. Διδυμοτόκον δὲ ὑποτίθησιν ἔλαφον, ἵνα μὴ παρεικάσῃ νεβρῷ ἑνὶ τοὺς τοσούτους μνηστῆρας. οὐ γὰρ ἔδει. ἔλαφοι δὲ οὐκ ἀπεικότως ἂν νοηθεῖεν οἱ τῶν μνηστήρων γονεῖς. οἳ ἀνάλκιδες αὐτοὶ ὄντες, ἀγεννεῖς τούτους νεβροὺς ἀφῆκαν εἶναι παρὰ τῷ τοῦ Ὀδυσσέως οἴκῳ. διὸ καὶ ὕστερον κτεινομένοις, οὐκ ἐπαμύνουσι. (Vers. 335.) Ξύλοχος δὲ, ἀλλαχοῦ μὲν, ἀπολύτως. ἐνταῦθα δὲ, λέοντος ξύλοχος. ὡς εἴτις εἴπῃ, κοίτη. τόπος. ὀρεινὴ κατάδυσις. (Vers. 336.) Νεβροὶ δὲ, οἱ ἀτελεῖς ἔτι ἔλαφοι. διὸ ἡρμήνευσεν ἐπαγαγὼν τὸ, νεηγενέας. καὶ ἔτι σαφέστερον τὸ, γαλαθηνούς. Πάνυ δὲ ἐξευτελίζει τοὺς μνηστῆρας οὐ μόνον τῇ πρὸς ἁπλῶς ἐλάφους παραβολῇ τὰς φυζακινὰς τὰς ἀναλκίδας, ἀλλὰ καὶ ὅτι οὐδὲ τελείαις ἐλάφοις εἰκάσθησαν, ἀλλὰ νεβροῖς. ὧν ἐτυμολογία, ἐκ τοῦ, νέον βορᾶς ἢ πορείας ἄρχεσθαι. ἢ παρὰ τὸ ἐστερῆσθαι βορᾶς ἔτι διὰ τὸ θηλάζειν. ἢ καὶ παρὰ τὸ μήπω ἔχειν πορεύεσθαι. δῆλον δ' ὅτι νεβροῦ παράγωγον, νέβρειος. καὶ οὐ μόνον ποὺς ἢ ἄλλό τι τοιοῦτον, ἀλλὰ καὶ αὐλός. ἐγίνοντο γὰρ ὥσπερ ὄνειοι καὶ ἐλάφειοι, οὕτω καὶ νέβρειοι αὐλοί. ὡς δῆλον καὶ ἐκ τοῦ, νεβρείων ὅσον σάλπιγξ ὑπερίαχεν αὐλῶν, καὶ ἑξῆς. ἐν ᾧ τοιοῦτός ἐστιν ὁ νοῦς. ὅσον ἡ σάλπιγξ ὑπερφωνεῖ τοὺς νεβρείους αὐλοὺς, τοσοῦτον καὶ ἡ ἐμμέλεια τῆσδε τῆς ποιήσεως οἷον τῆς καθ' Ὅμηρον ἢ Ἤρινναν, τὴν τοῦ δεῖνος. Τὸ δὲ κοιμήσασα, διὰ τοῦ η ὡς τῷ ποιητῇ σύνηθες, γράφεται. Τὸ δὲ νεηγενέας, ταυτόν ἐστι τῷ νεογνοὺς, ἔτι δὲ καὶ τῷ νεογιλούς. οἳ νεογινοὶ ὄντες, τροπὴν ἔπαθον τοῦ ν εἰς λ ὁμοίως τῷ, νίτρον λίτρον. καὶ πνεύμων πλεύμων. Τὸ δὲ γαλαθῃνοὺς, ἐκ τοῦ γάλα θῆσθαι ὃ πρὸ ὀλίγου ἐγράφη, συντέθειται. (Vers. 337.) Κνημοὶ δὲ ὡς ἀκριβέστερον ἐν τῇ Βοιωτίᾳ ἐδηλώθη, ὀρεινοὶ τόποι, οἱ μετὰ τοὺς πρόποδας ἀνωτέρω. Τὸ δὲ ἐξερέῃσιν, ἀντὶ τοῦ ἐρωτᾷ. καὶ ἔστι γλυκεῖα λέξις ὡς ἐπὶ λογικοῦ τινος ῥηθεῖα. ἢ μᾶλλον ἀντὶ τοῦ, ἐξερευνᾷ. πρωτότυπον γὰρ τὸ ἐρέειν, τοῦ ἐρευνᾶν. ἔστι γὰρ ἐρέω, ἐξ οὗ κατ' ἐπένθεσιν, ἐρεύω ὡς χέω χεύω. ἀφ' οὗ τὸ ἐρευνῶ. ὡς οἴχω οἰχνῶ ἵκω ἱκνῶ. Ἄγκεα δὲ τόποι ὀρεινοὶ ἀνακείμενοι ὅ ἐστι χθαμαλοί. ταπεινοί. καὶ ὡς οἱ παλαιοὶ φασὶ, φάραγγες. κοίλοι τόποι. κλίματα ὁρῶν. ἐν οἷς ὑγρότητος συλλειβομένης, πόαι φύονται εἰς λέχος εἴ τις ἐπ' αὐτῶν ἀνάκειται. ἀφ' ἧς ἐννοίας, καὶ λεχεποίης ποταμὸς, οὗ, εἰς λέχος ἡ ποίη σχεδιασθήσεται τῷ ἀνακεισομένῳ. Καὶ ὅρα τὸ κλίματα ὁρῶν, οὗ πρὸς ὁμοιότητα γέγονε καὶ τὰ ἄγκεα. κεκλίσθαι γὰρ καὶ ἀνακεῖσθαι, ταὐτά. ἐξ ὧν τὰ κλίματα καὶ τὰ ἄγκεα. ἐκ τοῦ ἀνακεῖσθαι γὰρ τὸ ἄγκος συγκέκοπται. (Vers. 338.) Εὐνὴ δὲ ἐλάφου, ἡ διατριβὴ καὶ ὡς εἰπεῖν, κοίτη. ὅθεν καὶ θῆρες ὑληκοῖται. (Vers. 342.) Ὅτι εὔχεται Μενέλαος, τοιοῦτον τὸν Ὀδυσσέα ἐπανελθεῖν, οἷός ποτε ἐν Λέσβῳ ἐξ ἔριδος Φιλομηλείδῃ ἐπάλαισεν ἀναστάς. (Vers. 344.) Κάδ δ' ἔβαλλεν ἤτοι κατέῤῥιψε, κρατερῶς καὶ οὐκ ἐκ μηχανῆς. κεχάροντο δὲ πάντες Ἀχαιοί. (Vers. 346.) Καὶ λέγει ὁ αὐτὸς Μενέλαος ὡς καὶ πρὸ τούτων ἕτερός τις, ὡς εἰ τοιοῦτος ἐλθὼν μνηστῆρσιν ὁμιλήσειε Ὀδυσσεὺς, πάντες ἂν ὠκύμοροι καὶ πικρόγαμοι γένωνται. Φιλομηλείδην δὲ, οἱ μὲν τὸν Πάτροκλον ἤκουσαν πατρωνυμικῶς, οἷα Φιλομήλας υἱόν. οἷς οὐ μόνον ἡ γραφὴ ἐναντιοῦται, πῶς γὰρ διὰ διφθόγγου ἔσται ἡ παρατέλευτος; ἀλλὰ καὶ ὁ πατρωνυμικὸς τύπος. οὐ γὰρ εἴωθε σχηματίζειν πατρωνυμίαν ὁ ποιητὴς ἐκ μητέρων, ἀλλ' ἐκ πατέρων. ὡς τὸ καίριον τῆς γενέσεως ἀνατιθεὶς τῷ πατρὶ διὰ τοῦ τοιούτου πατρωνυμικοῦ σχηματισμοῦ, μυστικῶς καὶ σιωπηρῶς κατὰ τὸν παρὰ γραμματικοῖς συλλογισμόν. ὅπερ Εὐριπίδης ἐκλαλῆσαι θελήσας καὶ τὴν Ὁμηρικὴν σκιαγραφίαν ἐκφανέστερον χρῶσαι ἐν οἷς φησὶν, ἄνευ δὲ πατρὸς τέκνον οὐκ ἂν γένοιτ' ἂν, περιεσυρίχθη θεατρικῶς. ἀκούσας τὸ ᾀδόμενον τὸ, ἄνευ δὲ μητρὸς, ὦ κάθαρμ' Εὐριπίδη, καὶ ἔμαθεν οὕτως ἐκεῖνος, ἐᾶν τὰ Ὁμήρου κατὰ χώραν κεῖσθαι. ὅπερ οὖν ἔφαμεν, οὔτε σχηματίζει ὁ ποιητὴς ἐκ μητέρων, καὶ εἴπερ δὲ ἴσως ἐξ ἔριδος παλαίσας Ὀδυσσεὺς κατέβαλε τὸν Πάτροκλον, οὐκ ἂν ἐχάρισαν Ἀχαιοὶ πεσόντος τοῦ Ἐνηέος. ὃς κατὰ τὸν ποιητὴν, πᾶσιν ἠπίστατο μείλιχος εἶναι. φασὶν οὖν οἱ ἀκριβέστεροι Λέσβου βασιλέα τὸν Φιλομηλείδην. ὃς τοὺς παριόντας εἰς πάλην προσκαλούμενος, ἐποίει τὸ αὐτὸ καὶ εἰς τοὺς Ἀχαιοὺς ἐκεῖ προσορμισθέντας. καὶ ὡς μὲν κατεπαλαίσθη, Ὅμηρος ἐνταῦθα ἱστορεῖ. ἕτεροι δέ φασι, καὶ Ὀδυσσεὺς καὶ Διομήδης δόλῳ ἀνελόντες αὐτὸν, καταγώγιον ξένων τὸν αὐτοῦ τάφον ἐποίησαν. προφέρεται δὲ ἡ τούτου παραλήγουσα διὰ διφθόγγου, ἴσως ἀπὸ τοῦ Φιλομηλεὺς, ὡς καὶ τὸ Ἀριστείδης κύριον καὶ τὸ Βασιλείδης, ἐκ τοῦ ἀριστεὺς καὶ βασιλεύς. (Vers. 344.) Τὸ δὲ κεχάροντο πάντες Ἀχαιοὶ, τὴν τῶν