Ancient Greek
Volume 1
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Odysseam 1.169.1
Not analysed yet
ἀγώνων φύσιν δηλοῖ. ἐν οἷς οἱ φυλέται καὶ ἄλλως οἰκεῖοι, χαίρουσι τὸ κλέος ἐξιδιούμενοι τοῦ νικήσαντος. (Vers. 345.) Τὸ δὲ ὁμιλεῖν ὅτι οὐ μόνον φιλικὴ λέξις ἀλλὰ καὶ πολεμικὴ ὡς ἐνταῦθα, πολλαχοῦ δεδήλωται. (Vers. 348.) Ὅτι ἐν τῷ, οὐκ ἂν ἔγωγε ἄλλα παρὲξ εἴποιμι παρακλιδὸν οὐδ' ἀπατήσω, παρακλιδὸν λέγει τὸ παρατετραμμένως καὶ κατ' ἔκκλισιν τοῦ ἀληθοῦς, ἐκ τοῦ παρακλίνω. καθὰ ἐκ τοῦ διακρίνειν καὶ νοσφίζειν, τὸ διακριδὸν γίνεται καὶ νοσφιδόν. καὶ ἔστι ταὐτὰ τὸ παρὲξ εἰπεῖν καὶ τὸ παρακλιδὸν εἰπεῖν καὶ τὸ ἀπατῆσαι. εἴρηται δὲ ἀλλαχοῦ ἱκανῶς περὶ τοῦ παρέξ. νῦν δὲ εἰπεῖν ἀρκεῖ, ὅτι ποτὲ μὲν τοπικῶς νοεῖται ὡς ἐν τῷ, παρὲξ ἅλα. ποτὲ δὲ, κατά τινα ποιότητα, ὡς ἐνταῦθα καὶ ἐν τῷ, παρὲκ νόον ἤγαγε. δηλοῖ δὲ καὶ νῦν τὸ παρὲξ, ἐγγύτητα μὲν, διὰ τῆς παρα προθέσεως. διάστασιν δὲ, διὰ τοῦ εξ. καὶ ἔστι παρὲξ μὲν εἰπεῖν, τὸ ἔξω μὲν ἀληθείας, ἐγγὺς δὲ ὅμως αὐτῆς πιθανότητι. ὁποῖόν τι καὶ τὸ παρακλιδόν. δι' οὗ δηλοῦται τὸ ἐκκλίνειν μέν τινα τὸ ἀληθὲς, παραλαλεῖν δὲ ὅμως αὐτὸ πιθανολογικῶς. ὅμοιον δέ τι καὶ τὸ ἀπατᾶν. ὅπέρ ἐστι κυρίως, τοῦ πάτου ἤτοι τῆς τρίβου παρατρέπειν τὸν ὁδεύοντα. μὴ παρὲξ δὲ μὴ δὲ παρακλιδὸν εἰπεῖν μηδὲ ἀπατῆσαι, τὸ μὴ πιθανολογῆσαι μὴ δὲ παρεκκλίναι τοῦ ἀληθοῦς, μὴ δὲ ἀπαγαγεῖν τῆς ὀρθῆς. Ἰστέον δὲ καὶ ὅτι οἱ γράφοντες τὸ παρακλιδὸν διὰ τοῦ η ὡς ἐπίῤῥημα ἐκ τοῦ ῥηθέντος κλῄζω ἢ ὡς ὄνομα ἵνα ᾖ κατὰ κουφισμὸν ἤτοι ἔκθλιψιν παρὰ τὴν κληδόνα, οὐκ εὐοδοῦνται οὔτε κατὰ μέτρον οὔτε κατὰ νοῦν. (Vers. 350.) Ὅτι ἐν τῷ, οὐδέν τοι ἐγὼ κρύψω ἔπος οὐδ' ἐπικεύσω, ἄδηλον εἴ τις ἐστὶ διαφορὰ τοῦ κρύψαι καὶ τοῦ ἐπικεῦσαι. (Vers. 351. sqq.) Ὅτι ἀντεστραμμένως καὶ ἐνταῦθα ὁ ποιητὴς διηγεῖται ἐν τοῖς κατὰ τὸν Μενέλαον. ἡ μὲν γὰρ φυσικὴ τάξις, ἔχει ὡς ἐκ τῆς Φάρου ὁ Μενέλαος ἀπῆλθε παλίμπλους εἰς τὸν Αἴγυπτον ὅ ἐστιν εἰς τὸν Νεῖλον. ὅδ' ἀπὸ τοῦ Νείλου ἀρξάμενος καὶ εἰπὼν ὡς, Αἰγύπτῳ μ' ἔτι δεῦρο θεοὶ μεμαῶτα νέεσθαι ἔσχον, ἤτοι κατέσχον. καὶ θεὶς καὶ αἰτίαν κατὰ λόγον ἐγκατασκεύου διηγήματος, τὸ, ἐπεὶ οὔ σφιν ἔρεξα τελειέσσας ἑκατόμβας. καὶ ὅτι οἱ θεοὶ αἰεὶ βούλοντο μεμνῆσθαι ἐφετμέων, ὑποβάλλει ἁπλοῦν διήγημα, λέγων οὕτω περὶ τῆς Φάρου καὶ τῶν ἑξῆς. νῆσος ἔπειτά τις ἐστὶ πολυκλύστῳ ἐνὶ πόντῳ, Αἰγύπτου προπάροιθε. Φάρον δέ ἑ κικλήσκουσι. τόσσον ἄνευθεν, ὅσσον τε πανημερίη γλαφυρὴ νηῦς ἤνυσεν, ᾗ λιγὺς οὖρος ἐπιπνείῃσιν ὄπισθεν. ἐν δὲ λιμὴν εὔορμος. ὅθεν νῆας εἰς πόντον βάλλουσιν ἀφυσσάμενοι μέλαν ὕδωρ. ἔνθά μ' ἐείκοσιν ἤματ' ἔχον θεοί. οὐδέ ποτ' οὖροι πνείοντες φαίνονθ' ἁλιαέες, οἳ νηῶν πομπῆες γίνονται. καὶ δή φησιν ἤϊα πάντα κατέφθιτο καὶ μένε' ἀνδρῶν, εἰ μή τις θεὸς ὀλοφύρατο καί μ' ἐσάωσε. Πρωτέος ἰφθίμη θυγάτηρ ἁλίοιο γέροντος Εἰδοθέη. ἥ μοι ἔῤῥοντι συνήντετο νόσφιν ἑταίρων. οἳ περὶ νῆσον ἀλώμενοι, ἰχθυάασκον γναμπτοῖς ἀγκίστροισιν. ἔτειρε δὲ γαστέρα λιμός. ἡ δέ μοι ἄγχι στᾶσα, νήπιος εἶς ἔφη ὦ ξεῖνε λίην τόσον, ἠὲ χαλίφρων, ἢ ἑκὼν μεθίης, καὶ τέρπεαι ἄλγεα πάσχων. ὡς δὴ δηθὰ ἐν νήσῳ ἐρύκεαι καὶ ἑξῆς. Καὶ ἡ μὲν, οὕτως ἔφη, ἐγώ δ' ἔφην ὡς οὔτι ἑκὼν κατερύκομαι, ἀλλά που μέλλω θεοὺς ἀλιτέσθαι. ἀλλὰ σύ πέρ μοι εἰπὲ, θεοὶ δέ τε πάντα ἴσασιν, ὅς τις μ' ἀθανάτων πεδάα καὶ ἔδησε κελεύθου. καὶ ὅπως οἴκαδε νοστήσω. καὶ τοιαῦτα μὲν τὰ τοῦ Μενελάου πρὸς τὴν Εἰδοθέην ὅτε αὐτὸν ἐκείνη ᾠκτίσατο. ἃ δὲ αὖθις ἐκείνη καὶ εἴπῃ καὶ ὠφελήσει, ἐν τοῖς ἑξῆς εἰρήσεται. Ἰστέον δὲ ὅτι τε τὸ ἀλλὰ σύ πέρ μοι εἰπὲ, ἔειπε γράφεσθαι Ἡρακλείδης φησὶν ὡς καὶ προγέγραπται ἐν τῇ α ῥαψῳδία. καὶ ὅτι τὸν εἰρημένον Αἴγυπτον καὶ αὐτὴν δὲ Αἴγυπτον, παρὰ τὸ αἶγας πιαίνειν ἐτυμολογοῦσι τῶν τινες παλαιῶν, καὶ ὅτι ὡς ἐξ ὁρμητηρίου τοῦ Νείλου μέλλων ὁ Μενέλαος εἰς τὰ οἰκεῖα παλιννοστῆσαι τὴν ἀρχὴν εἴπερ ἑκατόμβας ῥέξοι, καὶ πάλιν ὕστερον ἐκ Φάρου πλεύσας εἰς τὸν Νεῖλον κατὰ τὴν ἐκ Πρωτέως μαντείαν, κἀκεῖθεν οἴκοι ἀναπλεύσας κατ' ὀρθὴν κέλευθον, εἰκότως πρὸ τοῦ διηγήματος μνησθεὶς τοῦ Νείλου, εἶτα ὑπέβαλε τὴν ἀφήγησιν, καὶ μάντιν οὕτω τὸν τοῦ Αἰγύπτου λόγον προέθετο. ἀλλὰ μνήμην αὐτοῦ ὡς τόπου καιρίου ἐγκατατιθεὶς τῇ ψυχῇ τοῦ ἀκροατοῦ διὰ πλείω σαφήνειαν. οὗ δὴ Αἰγύπτου ἤτοι Νείλου, τὰ μὲν ἄλλα σεμνώματα ἐκθέσθαι, μυρία τις ἔστι λόγου τριβή. ἀρκέσει δὲ πρὸς τὸ παρὸν ἐν μετρίῳ φάναι, ὅτι τε τὸ νειλῷον ὕδωρ πολυγονώτατον καὶ γλυκύτατον. εἰ καὶ μὴ πᾶν γλυκὺ ὕδωρ πολύγονόν ἐστι ἀλλ' ἔνια τῶν γλυκέων ὑδάτων, καὶ ἄγονα. καὶ ὅτι λύει τὰς κοιλίας τῶν πινόντων, μίξιν ἔχον νιτρώδη. καὶ ὅτι κατά τινας, τοῦ κατὰ τὸν Νεῖλον ὁ ἐν τοῖς ἐκεῖ βασιλεὺς μόνου ἔπινεν ὕδατος. ὃ δὴ ἄλλοι καὶ περὶ τοῦ Σουσίου ἱστόρησαν. φάμενοι ὡς ἅμαξαι τετράκυκλοι ἡμιόνειαι κομίζουσαι ἐν Ἀργείοις ἀργυ-