Ancient Greek
Volume 1
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Odysseam 1.17.1
Not analysed yet
συμπήξεται. καὶ ἅμα, ἵνα ἡ νῆσος οἰκεία ᾖ μυθικῇ νύμφῃ, ἀλσώδης οὖσα. οὕτω δὲ καὶ τὸ, νήσῳ ἐν ἀμφιρύτῃ παρεσημάνθη, πρὸς πιθανότητα τοῦ ἐπὶ τοσοῦτον ἀφύκτως εἶναι παρὰ τῇ Καλυφοῖ τὸν πολυμήχανον. καλῶς δὲ καὶ τὸ ἀμφιρύτη, πρὸς διαστολὴν τῶν χεῤῥονήσων ὁποία καὶ ἡ Πελοπόννησος. ἐκεῖναι γὰρ οὐκ ἀμφίρυτοι. Ἰστέον δὲ ὅτι τὴν μὲν γῆν ὁ μῦθος περί που τὴν Δελφικὴν χώραν λέγει μεσάζεσθαι, ἀετοῖς μετρηθεῖσαν ὑπὸ Διός. διὸ καὶ ὀμφαλὸς καὶ μεσόμφαλον γῆς ὁ πύθιος τόπος ὁ περὶ Δελφοὺς ἐλέγετο. τὸν δὲ ὀμφαλὸν ἤτοι τὸ μεσαίτατον τῆς ἀτλαντικῆς ἢ τῆς ὅλης θαλάσσης, ὁ ποιητὴς εἶναι πλάττει ἐκεῖ ὅπου ἡ νῆσος τῆς μυθικῆς Καλυψοῦς. (Vers. 51.) Ὅτι τὴν Καλυψὼ εἰ μὲν βασίλισσα ἦν καὶ νήσου ἐκράτει ἣν καὶ οἱ γεωγραφοῦντες παραδιδόασι, μικρὰ περιεργάζονται οἱ παλαιοί. μεταπλάττουσι δὲ αὐτὴν τῇ ἀλληγορίᾳ εἰς τὸ καθ' ἡμᾶς σῶμα, ὡς συγκαλύπτουσαν ἐντὸς δίκην ἐλύτρου τὸν ψυχικὸν μάργαρον. ἥτις καὶ αὐτὴ κατεῖχε τὸν φιλόσοφον Ὀδυσσέα ὡς ἄνθρωπον ἐνδεδεμένον σαρκί. καὶ μυθικῶς εἰπεῖν, ἐν ἀμφιρύτῃ νήσῳ ὄντα δενδρηέσσῃ ἥτις ὀμφαλός ἐστι θαλάσσης. τουτέστιν ἐν ὑγρῷ σώματι ὄντα καὶ ὡς ἂν ὁ Πλάτων εἴπῃ, ἐπιῤῥύτῳ καὶ ἀποῤῥύτῳ. ἔτι δὲ, ὑλαίῳ καὶ ἀμφιλαφεῖ τοῖς πάθεσι. τοῖς τε ἄλλοις, καὶ τοῖς περὶ γαστέρα καὶ ὀμφαλόν. καὶ οὕτω μὲν Ὀδυσσεὺς δυσαπαλλάκτως εἶχε τῆς εἰρημένης Καλυψοῦς οἵα ὡς εἰκὸς φιλόζωος. Ἑρμοῦ μέντοι ὡς ἐν τοῖς μετὰ ταῦτα αἰνίξεται ὁ ποιητὴς μεσιτεύοντος ὅ ἐστι λόγου, γέγονε τῆς κατὰ τὴν φιλοσοφίαν ποθουμένης πατρίδος, ἤγουν τοῦ νοητοῦ κόσμου. ὅς ἐστι κατὰ τοὺς Πλατωνικοὺς, ψυχῶν πατρὶς ἀληθής. ὁμοίως, γέγονε καὶ τῆς Πηνελόπης φιλοσοφίας, λυθεὶς καὶ ἀπαλλαγεὶς τῆς τοιαύτης Καλυψοῦς. λέλυται γὰρ τρόπον τινὰ τοῦ σώματος ὁ φιλόσοφος, καὶ ἀσχέτως τούτῳ συνέχεται. καὶ ἔστιν οἰκεῖον εἰπεῖν τὴν τοιαύτην Καλυψὼ πρὸς τὸν ἀπόδημον αὐτῆς τῇ διανοίᾳ φιλόσοφον, ὅτι ὁ νοῦς σου παρὼν, ἀποδημεῖ. Ἰστέον μέντοι ὅτι καθ' ἱστορίαν ἦν τις νῆσος Καλυψοῦς. περὶ ἧς ὁ γεωγράφος φησὶν, ὅτι Σόλων ἱστόρησε περὶ τῆς Ἀτλαντίδος νήσου παρὰ τῶν Αἰγυπτίων ἱερέων, φοιτήσας ἐκεῖ. καὶ ἔμαθεν ὅτι ποτὲ οὖσα ἡ νῆσος οὐκ ἐλάττων ἠπείρου τὸ μέγεθος, ὕστερον ἠφανίσθη. καὶ οὐ πλάττει αὐτὴν ὁ ποιητής. (Vers. 52.) Τὸν δὲ Ἄτλαντα ὃς πατὴρ εἶναι λέγεται τῆς σωματικῆς Καλυψοῦς καὶ θαλάσσης πάσης βένθεα οἶδε, καὶ κίονας ἔχει αἳ γῆν τε ἐπὶ μέσου συνέχουσιν καὶ οὐρανὸν ἀνέχουσιν, οἱ μὲν, ἀλληγοροῦσι εἰς τὴν ἀκάματον καὶ ἀκοπίατον πρόνοιαν τὴν πάντων αἰτίαν. καὶ ὀλοόφρονα τὸν τοιοῦτον Ἄτλαντα νοοῦσιν, ὡς τὰ ὑπὲρ ὅλων φρονοῦντα ἤγουν τῶν ὅλων φροντιστικόν. διὸ καὶ ὁ Κλεάνθης ὥς φασιν, ἐδάσυνε τὸ ο τῆς ἀρχούσης. καὶ οὐδὲ ἡμεῖς καινοπραγοῦμεν, ψιλοῦντες αὐτό. οἵγε καὶ τὸ Ὄλυμπος λέγοντες γίνεσθαι παρὰ τὸ ὁλολαμπὴς, ὅμως ψιλοῦμεν Αἰολικῶς αὐτὸ καὶ οὐ δασύνομεν. καὶ οὕτω μέν τινες. Ἄλλοι δὲ Ἄτλαντα, τὸν νοητὸν ἄξονα νοοῦσι τὸν διὰ μέσης τῆς γῆς ἐληλαμένον. καὶ ἀπὸ τοῦ βορείου εἰς τὸν νότιον πόλον καθήκοντα. περὶ ὃν ὡς καὶ τῷ Ἀράτῳ δοκεῖ, οὐρανὸς εἰλεῖται. εὐθεῖαν ἀσώματόν τινα ὄντα καὶ ἀόρατον, συνεκτικὴν τοῦ παντός. ὣς συνεχὴς μέν ἐστι κατὰ τὴν ὁλότητα καὶ εἷς. διὸ καὶ Αἰσχύλος ἐν Προμηθεῖ, κίονα εἶπεν ἑνικῶς καὶ οὐ κίονας. ἄλλως δὲ, εἰς δύο διαιρούμενος κατά τε τὸ ὑπόγαιον αὐτοῦ καὶ τὸ ὑπέργειον, κιόνων πέμπει τινὰ ταύτην φαντασίαν. ἐφ' αἷς κίοσιν ἡ γῆ τε οἷον βέβηκε, καὶ οὐρανὸς ὑπανέχεται. τοῦ τοιούτου δὲ Ἄτλαντος θυγάτηρ καθ' ἕτερον τρόπον ὑψηλότερον, ἡ Καλυψώ. τουτέστι τῆς τοῦ ἄξονος ταύτης ἐννοίας καὶ περὶ αὐτοῦ θεωρίας τὲ καὶ μαθήσεως, τέλος καὶ ἀποτέλεσμα καὶ οἷον εἰπεῖν γέννημα, τὸ τὸν οὐρανὸν τὸν τὴν γῆν τε ἄνωθεν καλύπτοντα ἤτοι σκέποντα καὶ περιέχοντα πάντα ἔσω καὶ σφίγγοντα, τηρεῖν διὰ τῆς τοιούτου ἄξονος μονιμότητος ἐν ταυτότητι κυκλοφορικῆς κινήσεως καὶ κατακαλύψεως καὶ περιοχῆς τοῦ παντός. ταύτῃ δὲ τῇ Καλυψοῖ σύνεστι μὲν ὁ ἀποτελεσματικὸς φιλόσοφος Ὀδυσσεύς. ὁ καὶ Πλειάδας τε Ὑάδας τε θεωρῶν καὶ σθένος Ὠρίωνος κατὰ τὸν ποιητὴν καὶ τὰ ἑξῆς. ποθεῖ δὲ ὅμως μάλιστα καὶ τὴν μεθοδικὴν καὶ κανονικὴν φιλοσοφίαν. ἀφ' ἧς ὡς οἷά τινος πατρίδος ὁρμώμενος, εἰς ταῦτα ἦλθε καὶ εἰς ἐκείνην ἐπανακάμπτειν γλίχεται ἧς χωρὶς οὐκ ἔστι φιλοσοφεῖν. ὅτι δὲ τοιαύτη τις ἡ Πηνελόπη, δῆλον ἔσται ὅτε τὸν ἱστὸν θεωρήσομεν τὸν ὑπ' αὐτῆς ὑφαινόμενόν τε καὶ αὖθις ἀναλυόμενον. καὶ ταῦτα μὲν τοιαῦτα. ἐπεὶ δὲ ὁ τοιοῦτος ἄξων τὸ τοῦ παντὸς μέσον τέμνει, διατοῦτο καὶ τὴν τῆς Καλυψοῦς οἴκησιν ὁ μῦθος ἐν ὀμφαλῷ θαλάσσης ἱδρύει, ἀντὶ τοῦ μέσου τοῦ παντὸς ἤτοι τοῦ κοσμικοῦ λαβὼν τὸν τῆς θαλάσσης ὀμφαλὸν, ἐπειδὴ καὶ ὁ ὀμφαλὸς μεσάζει τὰ ζῳᾶ. διότι δὲ τὸν Ἄτλαντα ἐκεῖ που περὶ τὸν ὁμώνυμον