Ancient Greek
Volume 1
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Odysseam 1.16.1
Not analysed yet
καὶ καλοῦσιν οἱ τεχνικοὶ καὶ τὸ τοιοῦτον, ἀπὸ καιροῦ προοίμιον. Ἰστέον δὲ ὅτι τε τοῦ, ἡ γλαυκῶπις, ἀρσενικὸν ὁ γλαυκώπης ὁμοίως τῷ, ὁ κυνώπης οὗ κλητικὴ ἐν Ἰλιάδι τὸ, ὦ κυνῶπα. καὶ ὅτι πενταχῶς τὰ παρὰ τὸν ὦπα σχηματίζονται. ἤγουν τὰ μὲν, ἐξ αὐτῆς τῆς εὐθείας ὀξυτόνως. οἷον γλαυκώψ, ὅθεν γλαυκῶπες δράκοντες. εὐώψ, ὅθεν εὐῶπες κόραι παρὰ Λυκόφρονι. λιπαρώψ, οὗ χρῆσις παρὰ Φιλοξένῳ ἐν τῷ, εἰς δ' ἔφερον διπλόοι παῖδες, λιπαρῶπα τράπεζαν. μονώψ, ὅθεν τὸ, μουνῶπα στρατόν. τὰ δὲ, βαρυτόνως. ὁποῖόν τι ὁ Κύκλωψ καὶ ὁ Κέρκωψ καὶ τὰ τοιαῦτα. τὰ δὲ, ἀπὸ τῆς κλίσεως τοῦ ὠπὸς ἐν καταλήξει τῇ εἰς ης. τοιοῦτον δὲ, ὁ κυνώπης καὶ ὁ γλαυκώπης καὶ ὁ ὀξυώπης. οἷον. ἐπεὶ ὁ Διονύσιος οὐκ ἦν ὀξυώπης. οὗ συγκριτικὸν καὶ ὑπερθετικὸν τὸ ὀξυωπέστερος καὶ ὀξυωπέστατος. τὰ δὲ τοῦ τετάρτου τύπου, εἰς ος ὀξύτονον. οἷον. εἰσωπὸς εὐωπός. σκυθρωπὸς, καὶ τἄλλα. ὁ δέ γε πέμπτος, ἀνάπαλιν προπαροξύνει τὴν τοιαύτην παραγωγήν. οἷον. Μελάνωπος κύριον. ἄνθρωπος τό, τε προσηγορικὸν, καὶ τὸ κύριον. Αἴσωπος. καὶ αὐτὸς γὰρ, παρὰ τὸν ὦπα λέγεται, ἵνα ὥσπερ παρὰ τὸ αἴθω τὸ καίω τὸ ὄπτω ὄψω παρῆκται ὁ Αἰθίοψ ὡς ἐπικεκαυμένος τὴν ὄψιν, οὕτω παρὰ τὸ αἴθω αἴσω τὸ λάμπω ἐξ οὗ καὶ ὁ ἀστὴρ, εἴη ὁ Αἴσωπος ἀντιφραστικῶς. τοῖς δὲ εἰρημένοις προπαροξυτόνοις ἀναλόγως ἔχει καὶ τὸ πρόσωπον καὶ τὸ μέτωπον. σημειωτέον δὲ ἐν τούτοις, ὅτι παρὰ Σοφοκλεῖ τὸ, χρυσώπιδες ἑλλοὶ νήχοντο, ὡς αἱ γλαυκώπιδες ἐκλίθη. καὶ ὅτι εὐῶπες, οὐκ ἐξ ἀνάγκης οἱ καλοὶ ἢ αἱ καλαὶ τοὺς ὦπας, ἀλλὰ καὶ οἱ τοῖς τῶν ὁρώντων ὀφθαλμοῖς τοιοῦτοι. ὡς δῆλον ἐκ τοῦ χρυσὸς καὶ ἄργυρος καὶ τὰ πολλὰ τῶν εὐοφθάλμων τε καὶ σπανίων. τοῦτο δὲ καὶ ἄλλως ἂν νηθείη τῷ ἐνθυμουμένῳ χρύσεον ὄμμα δίκας. καὶ δικαιοσύνας χρύσεον μέτωπον. τὰ ὑπὸ ἄλλων ῥηθέντα ὡς ὁ δειπνοσοφιστὴς ἐκτίθεται. Ἔτι ἰστέον καὶ ὅτι ὡς ἡ γλαυκῶπις, οὕτω καὶ ἡ ἑλικῶπις καὶ ἡ ἐριῶπις καὶ ἡ βοῶπις. (Vers. 48.) Ὅτι τὸ ἀλλά μοι ἀμφ' Ὀδυσῆϊ δαΐφρονι δαίεται ἦτορ, ἀντὶ τοῦ μερίζεται. ὅ περ καὶ μερμηρίζειν λέγεται. τὸ δὲ εἰπεῖν καίεταί μοι τὸ ἦτορ, ἀνοίκειον τῇ Ἀθηνᾷ κατὰ τοὺς παλαιούς. ἐρῶντος γάρ φασι προσώπου ὁ τοιοῦτος λόγος ἐστί. Ὅρα δὲ τὸ ἀμφ' Ὀδυσῆϊ δι' ἑνὸς σίγμα γραφέν. ὥσπερ γὰρ ἐν τῇ Ἰλιάδι, οὕτως καὶ ἐν Ὀδυσσείᾳ τὸ Ὀδυσσεὺς ποτὲ μὲν διπλῶς σιγματίζεται, ποτὲ δὲ δι' ἑνὸς σίγματος εὑρίσκεται, ἴσως μὲν, διὰ μέτρου ἀνάγκην. ἴσως δὲ καὶ διὰ αἰτίαν ἐχομένην λόγου. ἐπεὶ γὰρ ἐκ τοῦ ὀδύσσω τὸ ὀργίζομαι παράγει αὐτὸ ὁ ποιητὴς οὗ ὁ μέλλων ὀδύσω, διὰ μὲν τὸν ἐνεστῶτα, ἐν τοῖς δυσὶ σ προαχθήσεται. διὰ δὲ τὸν μέλλοντα, ἓν ἕξει σ. ὅτι δὲ καὶ δασύνεται κατά τινας ἡ ἄρχουσα, ἐν τῇ Ἰλιάδι εἴρηται. Τὸ δὲ δαΐφρονι δαίεται ἦτορ, τρόπος ἐτυμολογίας ἐστίν. ἵνα καὶ ἀναπτύσσηται τὸ δαΐφρων διὰ τοῦ δαίεται ἦτορ, καὶ εἰς ταυτὸν ἄγηται ἡ φρόνησις Ἀθηνᾶ, τῷ φρονίμῳ ἀνδρί. καὶ γὰρ καὶ ὁ Ὀδυσσεὺς ὁ συνετὸς, δαίεται τὸ φρονοῦν τῆς ψυχῆς, μερμηρίζων καὶ μεριμνῶν. καὶ Ἀθηνᾶ ὁμοίως δαίεται ἦτορ, πολύβουλος οὖσα. ἢ καὶ ἄλλως, παρηχήσεως τὸ τοιοῦτον σχῆμα ἐστί. καὶ γὰρ τὸ δαΐφρων, ἐκ τοῦ δαίω παράγεται. ᾧ παρακείμενον τὸ δαίεται ἦτορ, παρηχήσεως σχῆμα ἐνέφῃνεν. (Vers. 49.) Ὅτι ἐπὶ δυστυχοῦς ἀποδήμου οἰκεῖον τὸ, δύσμορος. ὃς δὴ δηθὰ φίλων ἄπο πήματα πάσχει. λέγει δὲ δύσμορον, τὸν δυστυχῆ. ὃς ἀλλαχοῦ καὶ ἄμμορος καὶ αἰνόμορος λέγεται. ἔτι δὲ καὶ κάμμορος ὅ πέρ ἐστι κακόμοιρος ἢ κακοθάνατος. ὡς δὲ καὶ καρίδας ἐστὶν οὗ ἡ τοιαύτη λέξις σημαίνει, δηλοῖ Ἀθήναιος ἐν τῷ, κάμμοροι καί τι γένος καρίδων, ὑπὸ Ῥωμαίων οὕτω καλούμενον. καὶ ἴσως, ἐντεῦθεν οἱ χυδαῖοι τοὺς καβούρους παρέφθειραν. (Vers. 50.) Ὅτι εἰπὼν νήσῳ ἐν ἀμφιρύτῃ ὅθι τ' ὀμφαλός ἐστι θαλάσσης, ἐπάγει ἀκατάλληλον εὐθεῖαν. νῆσος δενδρήεσσα. καὶ ὤφειλε μὲν εἰπεῖν, νήσῳ δενδρηέσσῃ ὡς καὶ πρὸ μικροῦ ἐῤῥέθη, κατὰ σχῆμα ἐπαναλήψεως. ἔστι δὲ ἄλλως ὁ λόγος ἀποστατικὸς, ὡς ἀπὸ ἀρχῆς. ἵνα λέγῃ ὅτι νῆσος ἐστὶ δενδρήεσσα. τοιοῦτόν τι καὶ ἐν Ἰλιάδι τὸ, φημὶ κατανεῦσαι τὸν Δία ἀστράπτων ἐπιδέξια. καὶ ἐκεῖ γὰρ, ἀσυνδέτως κατὰ ἀπόστασιν ἄρχεται. οἷον, ἀστράπτων ἦν ὁ Ζεὺς ἐπιδέξια. μάλιστα δὲ τὸ, νῆσος δενδρήεσσα, συναπτέον τῷ, ὀμφαλὸς θαλάσσης. ἵνα λέγῃ ὅτι ὀμφαλὸς θαλάσσης νῆσος δενδρήεσσα. οὕτω καὶ μετ' ὀλίγα εἰπὼν Κύκλωπος κεχόλωται, καὶ μέλλων ἐπαγαγεῖν ἀντιθέου Πολυφήμου, ὅμως ἤλλαξε τὴν σύνταξιν ὁμοιοπτώτως τῇ ἐπεμβολῇ. Κύκλωπος, ὃν ἀλάωσεν, ἀντίθεον Πολύφημον. Ὅρα δὲ ὅτι ἐν τῷ, νήσῳ ἀμφιρύτῃ, δι' ἑνὸς ρ γράφει τὴν λέξιν ὁ ποιητὴς, διὰ τὸ μέτρον ἀφεὶς τὸν τοῦ ρ διπλασιασμόν. ποιεῖ δὲ τοῦτο καὶ ἐν ἄλλοις πολλοῖς. Τὸ δὲ δενδρήεσσα, οὐχ' ἁπλῶς παρέῤῥιψεν ὁ ποιητὴς, ἀλλὰ προοικονομῶν τὴν κατασκευὴν τῆς σχεδίας ἣν ὁ Ὀδυσσεὺς ἐκ τῶν ἐκεῖ δένδρων