Ancient Greek
Volume 1
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Odysseam 1.170.1
Not analysed yet
ρέοισιν ὕδωρ ἀπεψημένον ἀπὸ Χοάσπεω τοῦ παρὰ Σοῦσα ῥέοντος, ἐκόμιζον τῷ βασιλεῖ, μόνῳ ἐκεῖθεν πίνοντι. τοῦτο δὲ τὸ σεμνὸν, καί τις οἶνος εἶχεν. ἱστόρηται γὰρ, ὅτι ὁ Περσῶν βασιλεὺς τὸν χαλυβώνιον μόνον οἶνον ἔπινεν, ἐν Δαμασκῷ τῆς Συρίας γενόμενον. Περσῶν αὐτόθι καταφυτευσάντων ἀμπέλους. ἦν δέ φασι βασιλεῖ ἐξαίρετον, καὶ τὸ ἀπ' Αἰγύπτου ἅλας ἀμμωνιακὸν αὐτῷ πέμπεσθαι. ναὶ μὴν καὶ τὸ ἐλαίῳ ἀκανθίνῳ χρῆσθαι μετὰ λουτρόν. περιᾴδεται δὲ καὶ ὁ ἐν τοῖς ἐκεῖ πλοῦτος. τὸν γοῦν ἐν Ἀλεξανδρείᾳ βασιλικὸν πάνυ πολὺν πλοῦτον περιηγησάμενός τις, ἐπάγει. ποία γοῦν βασιλεία οὕτω πολύχρυσος; μόνος γὰρ ὡς ἀληθῶς ὁ χρυσοῤῥόας καλούμενος Νεῖλος, μετὰ τροφῶν ἀφθόνων, καὶ χρυσὸν ἀκίβδηλον καταφέρει ἀκινδύνως γεωργούμενον, ὡς πᾶσιν ἐξαρκεῖν ἀνθρώποις, δίκην Τριπτολέμου πεμπόμενον πᾶσαν γῆν. διὸ καὶ ὁ Βυζάντιος ποιητὴς Παρμένων ἐπικαλούμενος αὐτὸν, Αἰγύπτιε Ζεῦ φησι Νεῖλε εἰς ταυτὸν ἄγων, Δία καὶ Νεῖλον, διὰ τὸ ζωογόνον τὸ ἐξ ἀμφοῖν. τοπικὰ δὲ παράγωγα Νείλου ὅτι οὐ μόνον Νείλιος καὶ Νειλῷος ἀλλὰ καὶ Νειλώτης, δῆλον ἐκ τοῦ, οἱ δὲ Νειλῶται ἰχθύες δηλαδή τινες, γλυκεῖς εἰσιν. ὃ κεῖται παρὰ τῷ δειπνοσοφιστῇ. (Vers. 351.) Ὅρα δὲ καὶ νῦν τὸ ἔρεξε δι' ἑνὸς ρ γραφέν. (Vers. 353.) Τὸ δὲ αἰεὶ βούλεσθαι τὸ θεῖον μεμνῆσθαι ἐφετμέων, γνωμικῶς ἐῤῥέθη. ἐπεὶ καὶ θεοὶ τιμαῖς εἴκουσι. Πολύκλυστον δὲ πόντον κατ' ἐνάγειαν ἱστορικὴν λέγει, τὸν Αἰγυπτιακὸν ὅ ἐστι τὸν προπάροιθεν Αἰγύπτου τουτέστι τοῦ Νείλου, ὡς τοιοῦτον ἀληθῶς ὄντα κατὰ τὴν πεῖραν τῶν καὶ ἰδόντων καὶ παθόντων. (Vers. 355.) Περὶ δὲ Φάρου, ἱστορία φέρεται κατὰ τοὺς παλαιοὺς παρὰ Ἀντικλείδῃ, ὡς Ἑλένη πόθῳ Μενελάου λάθρα ἐξελθοῦσα τῆς πόλεως ὅτε κατέσχεν αὐτὴν ὁ Πρωτεὺς ὡς μετ' ὀλίγα ῥηθήσεται καὶ Καρικὸν εὑροῦσα πλοῖον, ἔπεισε τὸν ναύκληρον Φάρον ἀποκαταστῆσαι αὐτὴν εἰς Λακεδαίμονα. χειμῶνος δὲ ἐπιγεγονότος, ἐλθεῖν αὐτὸν εἰς Αἴγυπτον. ἔνθα, τὸν Φάρον ὑπὸ ὄφεως θανεῖν. τὴν δὲ, θάψασαν αὐτὸν, οὕτω τὴν νῆσον ἀπ' ἐκείνου ὀνομάσαι. παράμηκες δέ φασι νησίον ἡ Φάρος πρὸς ἔσχατον τῇ ἠπείρῳ. στάδια δὲ εἰς αὐτὴν ἀπὸ τοῦ Κανωβικοῦ, ἑκατὸν καὶ πεντήκοντα. ὁ δὲ γεωγράφος φησὶ καὶ ταῦτα περὶ Φάρου. τὴν Φάρον πελαγίαν ὁ ποιητὴς λέγει. τοῦτο γὰρ δηλοῖ τὸ, νῆσος πολυκλύστῳ ἐνὶ πόντῳ. καὶ ταῦτα, πρόσγειον νῦν οὖσαν διὰ τὴν πρόσχωσιν. οἷα ἐξηπειροθείσης τῆς μεταξὺ θαλάσσης. ὃ παθοῦσα καὶ ἡ Αἴγυπτος, δῶρον εἶναι τοῦ Νείλου λέγεται. διὸ καὶ τοῦ ὀνόματος τῇ χώρᾳ οἷς ἐδωρήσατο, μετέδωκεν. ὁμωνύμως κληθείσῃ καὶ αὐτῇ, Αἰγύπτῳ. ἐπεὶ καὶ ὁ Νεῖλος, Αἴγυπτος ὀνομάζεται. φασὶ δὲ καὶ πανημέριον πλοῦν τὴν Φάρον ἀπέχειν τῆς Αἰγυπτιακῆς ναυκράτεως κατὰ τοὺς ἡρωϊκοὺς χρόνους. εἶτα ἀπογαιωθῆναι τῇ ἰλύϊ τοῦ Νείλου, ποταμόχωστος γὰρ ἡ Αἴγυπτος κατά τε ἄλλους καὶ κατὰ Ἡρόδοτον. ἦν δὲ τὸ ἐμπόριον τῆς Αἰγύπτου, περὶ Φάρον ἢ περὶ Ναύκρατιν. ἔνθα τὸν Μενέλαον ὑπονοοῦσι τὸν ἐκ Φάρου πλοῦν ἀνῦσαι. εὐλίμενον δὲ καὶ εὔϋδρον ὁ ποιητὴς τὴν Φάρον ἱστορεῖ. λέγων καὶ τὸ, ὅθεν νῆας ἐς πόντον βάλλουσι, περιφραστικὼς ἀντὶ τοῦ, ὅθεν ἀποπλέουσι. (Vers. 359.) Τὸ δὲ λιμὴν εὔορμος, ὅλον μὲν εἶναί τι δηλοῖ τὸν λιμένα. μέρος δὲ αὐτοῦ, τὸν ὅρμον ἔνθα μετὰ τὸ ἐλλιμενισθῆναι, ἡ ναῦς ὁρμεῖ. Τὸ δὲ ἀφύσσασθαι, κυριολεξία ἐστὶ τοῦ, ἄφενος καὶ πλοῦτον ἀφύξειν. ἐκεῖνο γὰρ, τέτραπται. (Vers. 361.) Τὸ δὲ ἁλιαέες, ἐπιτομή ἐστι τοῦ, ἀνέμων μένος ὑγρὸν ἀέντων. εἴρηται δὲ πρὸς διαστολὴν ἑτέρων τοπικῶν ἀνέμων, οἳ οὐ πνέουσι διὰ θαλάσσης. γίνεται δὲ παρὰ τὴν ἅλα καὶ τὸ ἄω τὸ πνέω. ἐξ οὗ οὐ μόνον ἀήτης ἐπὶ ἀνέμου, καὶ ἀήσυρον κατὰ τοὺς παλαιοὺς τὸ κοῦφον, ὅθεν καὶ ἀήσυροι μύρμηκες παρ' Αἰσχύλῳ, ἀλλὰ καὶ ἀΐτης διὰ διχρόνου, ὁ ἐρώμενος ἤγουν ὁ εἰσπνέων τῷ ἔρωτι τὸν ἐραστήν, εἰσπνεῖται γάρ φασι τῆς μορφῆς τι καὶ τῆς ὥρας. ὅθεν καὶ εἰσπνίλαι παρὰ Λάκωσιν, οἱ ἐρασταί. καὶ ταῦτα μὲν, ἔν τινι ῥητορικῷ λεξικῷ. ἐν ἑτέρῳ δὲ, ὁ ῥηθεὶς ἀΐτης ἤγουν ἐρώμενος, διὰ διφθόγγου φέρεται. Σημείωσαι δ' ἐνταῦθα καὶ ὅτι ἐν ἁπλότητι μὲν, ἀεὶς ἀέντος, διὰ τοῦ ν τ . ὡς δῆλον ἐκ τοῦ, ὑγρὸν ἀέντων. ἐν συνθέσει δὲ, ἁλιαὴς ἁλιαέος ὡς εὐγενέος εὐσεβέος. οὕτω καὶ δυσαὴς δυσαέος. καὶ ζαὴς ζαέος. καὶ παρὰ Σοφοκλεῖ εὐαὴς ὕπνος. (Vers. 362.) Τὸ οἳ νηῶν πομπῆες, ἔοικεν ἑρμηνεία εἶναι τοῦ, οὖροι πνείοντες. οὖρος γὰρ, παρὰ τὸ ὀρούειν ὅ ἐστι παρορμᾶν καὶ προπέμπειν τὴν νῆα. τοῦ δ' αὐτοῦ ἑρμηνευτικὸν καὶ τὸ ἁλιαέες. ὅμοιον γάρ τι τὸ, οὖροι πνείοντες, καὶ τὸ ἁλιαέες. (Vers. 363.) Ἤϊα δὲ καὶ νῦν ὡς καὶ προδεδήλωται, τὰ ἐφόδια. (Vers. 365.) Περὶ δὲ Πρωτέως, ἱστόρηται ὅτι ἀνὴρ ἦν τις Μεμφίτης, ᾧ κατὰ Ἑλλήνων γλῶσσαν, ὄνομα Πρωτεύς. οὗ καὶ τέμενος ἒν Μέμφῃ κατὰ Ἡρόδοτον, κάρτα καλὸν καὶ εὖ