Ancient Greek
Volume 1
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Odysseam 1.173.1
Not analysed yet
συχνὰ ἀπαρέμφατα ληφθέντα ὡς προστακτικά. τὸ κάδδ' ἔχειν ἀντὶ τοῦ κατέχετε. καὶ ἐφεξῆς ὁμοίως, τὸ ἀστεμφέως ἐχέμεν. τὸ πιέζειν. τὸ σχέσθαι. τὸ λῦσαι. καὶ τὸ εἴρεσθαι. (Vers. 400.) Τὸ δὲ ἦμος δ' ἠέλιος, ἢ τὸν δε σύνδεσμον ἀντὶ τοῦ δὴ ἔχει, ἢ ὥσπερ τῆμος τῆμοσδε, οὕτω καὶ ἦμος ἦμοσδε. ὁμοίως τῷ τηνίκα τηνικάδε καὶ ἔνθα ἐνθάδε. κεῖται δὲ ὁ τοιοῦτος στίχος καὶ ἐν Ἰλιάδι. (Vers. 401.) Τὸ δὲ γέρων ἅλιος νημερτὴς, εἰποῦσα καὶ ἀνωτέρω ἡ Εἰδοθέα, ὅμως λέγει καὶ νῦν. οὐ θέλουσα τοῦ πατρικοῦ ἐπαίνου ἀποσχέσθαι. (Vers. 402.) Τὸ δὲ μελαίνῃ φρικὶ καλυφθεὶς, ἔοικε δηλοῦν, ἢ ἐν σχήματι νηχομένου ἐξιέναι τὸν Πρωτέα εἰς αἰγιαλὸν, ἢ ὡς οἷα νέφει τινὶ καλυπτόμενον ἐν ἀγκάλῃ κύματος. ἐνταῦθα δὲ, καὶ σέμνωμά τι ἐστὶ τοῦ ζεφύρου ὡς τοῦ Πρωτέως αὐτῷ χαίροντος. περὶ δὲ φρικὸς, ἔχει σαφήνειαν τά τε τῆς Ἰλιάδος καὶ τὰ τοῦ περιηγητοῦ. (Vers. 404.) Προοίμιον δὲ ἡ φρίξ. Αἱ δὲ φῶκαι ὅτι μὲν χρήσιμοι πρὸς μαγικὰς γοητείας, φασὶν οἱ σχολιασταί. διὸ καὶ τὸν Πρωτέα χαίρειν αὐταῖς. Νέποδες δὲ αὗται, οὐ κατὰ τοὺς ἰχθύας ὡς ἄποδες, ἀλλ' ὡς ὀλιγόποδες ἤτοι μικρόποδες καὶ διατοῦτο ἐγγὺς ἀπόδων. καὶ ἐπιπολάζει τοιοῦτον στερήσεως εἶδος καὶ παρὰ τοῖς Λυκίοις μέχρι καὶ νῦν. οἳ χελιδόνας τινὰς ἃς οἱ ἰδιῶται πετροχελιδόνας φασὶν, ἐκεῖνοι καλοῦσιν ἄποδας, οὐ διὰ παντελῆ στέρησιν ποδῶν ἀλλ' ὀλιγότητα ἤτοι σμικρότητα. δῆλον δὲ ὅτι τὸ α καὶ ἐπὶ ὀλιγότητος λέγεται. τινὲς δὲ νέποδας φώκας φασὶ, παρὰ τὸ ποσὶ νέειν ὅ ἐστι νήχεσθαι. ἵνα εἶεν φῶκαι νηξίποδες. Περὶ δὲ Ἁλοσύδνης, γέγραπται μὲν καὶ ἐν τῇ δ τῆς Ἰλιάδος. ῥητέον δὲ καὶ νῦν ὅτι ὁ μῦθος, μίαν οἶδε ταύτην τῶν Νηρηΐδων. διὸ καὶ καλὴν αὐτὴν λέγει προσωπικῶς. ἄλλως μέντοι καλὴ Ἁλοσύδνη, ὡς καὶ ὕδωρ ἀγλαὸν λέγεται. ἕτεροι δὲ, Ἀμφιτρίτης ἐπίθετον αὐτὸ νοοῦσι. καὶ οὐδὲ παρὰ τὸ ὕδωρ ἐτυμολογοῦσι τὴν λέξιν, ἀλλὰ παρὰ τὸ ἐν ἁλὶ σύεσθαι ὅ ἐστιν ὁρμᾶν. ἄλλοι δὲ, καὶ πληθυντικῶς φασὶν Ἁλοσύδναι. ὅ ἐστιν ἐν ἁλὶ δευόμεναι. ἢ εἰς ἅλα δύνουσαι. Ἰστέον δὲ καὶ ὅτι ὡς κτῆμα τῆς Ἁλοσύδνης αἱ φῶκαι πλάττονται. εἴτε φώκας Ἁλοσύδνης αὐτὰς ἀναγνώσει τις, εἴτε νέποδας Ἁλοσύδνης. διὸ καὶ ἔφη τὸν Πρωτέα ἐν μέσαις αὐταῖς κεῖσθαι, ὡς νομέα ἐν πώεσι μήλων. ἃ δὴ καὶ αὐτὰ, ἀνδρῶν κτήματα. τινὲς δὲ ἠρέσθησαν, τρόπῳ συγγενικῷ οὕτω φρασθῆναι. νέποδες γάρ φασι θαλάσσης αἱ φῶκαι, ὅ ἐστι τέκνα. νέπους γὰρ κατά τινα γλῶσσαν, ὁ ἀπόγονος. (Vers. 406.) Τὸ δὲ πικρὸν ὀδμὴν, Ἀττικῶς ἐῤῥέθη. ὡς μετ' ὀλίγα τὸ, φωκάων ὀλοώτατος ὀδμή. μυρία δὲ καὶ ἄλλα τοιαῦτα παρεσημειώθη πολλαχοῦ. ὧν ἐστι καὶ τὸ, πάντων δὲ χαλεπώτατον, στρατιὰν ἀργὸν τρέφειν. ὅτι δὲ ἀργαλέον ἡ φώκη ὄζει, δηλώσει σαφέστερον ὁ ποιητὴς ἐν τοῖς ἑξῆς. (Vers. 408.) Τὸ δὲ κρίνασθαι καὶ τὸ κρινάμενος, Ἀττικώτερα. εὕρηται δὲ πολλαχοῦ καὶ ἐνεργητικῶς. ὅθεν καὶ τὸ ἐπικρίνειν. καὶ τὸ, κρίν' ἄνδρας. καὶ, κρίνας τ' ἀνὰ δῆμον ἀρίστους. (Vers. 410.) Ὀλοφώϊα δὲ κυρίως, τὰ ὀλεθρευτικὰ φωτῶν ἤτοι ἀνδρῶν. ἢ ἅπερ ὄλλυσιν ἐν τῷ φανῆναι. νῦν δὲ ἄλλως, ἀντὶ τοῦ, δεινὰ καὶ ἐκφοβητικά. ἦ γὰρ, οὐκ ἂν ἐξεφόβει ὁ Πρωτεὺς ὅτε πῦρ καὶ λέοντα ἐφάνταζε καὶ δράκοντα καὶ ἕτερά τινα φοβερά. (Vers. 411.) Τὸ δὲ ἔπεισιν, ἐνεστώς ἐστιν ἀντὶ μέλλοντος τοῦ ἐπελεύσεται. οὕτω γὰρ ἀπαιτεῖ ἡ σύμφρασις τοῦ, ἀριθμήσει. (Vers. 412.) Ἀριθμεῖ δὲ τὰς φώκας ὁ Πρωτεὺς, ὡς ἴσως καὶ τοῦτο συντελοῦν αὐτῷ. ἢ καὶ πρὸς πιθανότητα τοῦ νομεὺς ὣς πώεσι μήλων. μετρεῖ γὰρ καὶ ὁ νομεὺς τὰ ὑπ' αὐτόν. Πεμπάζειν δὲ ὡς καὶ ἐν Ἰλιάδι ἐδηλώθη, τὸ κατὰ πέμπε ἤγουν πέντε ἀριθμεῖν. Αἰολικὴ δὲ λέξις τὸ πέμπε. ὅθεν καὶ πεμπάδαρχον οἱ παλαιοὶ καὶ πεμπάδα φασίν. ὅτι δὲ ταυτὸν πεμπάζειν καὶ ἀριθμεῖν, δηλοῖ καὶ ὁ ποιητὴς εἰπὼν, ἀριθμήσει εἶτα ἐπαγαγὼν τὸ πεμπάσεται. (Vers. 413.) Τὸ δὲ νομεὺς ὣς πώεσι μήλων, παραβολὴ σύντομος. ἐπεὶ οὐκ ἐχρῆν ἐνταῦθα, παραβολικῶς ἐμπλατύνασθαι παὶ συγχέαι σπουδαῖον διήγημα. Ὅτι δὲ ἀπὸ τοῦ πῶ τὸ κτῶμαι τὸ πῶϋ, ἐξ οὗ καὶ πηὸς ὁ ἐξ ἀγχιστείας ἐπίκτητος συγγενής. καὶ παμπήδην ἐπίῤῥημα. καὶ παμπησία ἡ παγκτησία, δῆλον ἐστιν ἐκ τῶν παλαιῶν καὶ αὐτό. (Vers. 415.) Ἰστέον δὲ καὶ ὡς ἡ Ὁμηρικὴ αὕτη παραβολὴ, ἀφορμὴ γέγονε τῶν τινῶν μεθ' Ὅμηρον ποιητῶν, βοτὰ πόντου ὅ ἐστι βοσκήματα τὰ κήτη εἰπεῖν. Τὸ δὲ μελέτω ὑμῖν κάρτος τε βίη τε καὶ ἑξῆς ἕως τοῦ πειρήσεται, προτρεπτικὸν εἰς ἐπιμονὴν κατασχέσεως βιαίου τινὸς ἀνδρός. ἢ καὶ εἰς πειθὼ σκληρυνομένου ἢ καὶ ἀκκιζομένου τινός. (Vers. 417.) Ὅρα δὲ τὸ πειρήσεται, δηλοῦν ὡς οὐ διὰ κακίαν ἀλλὰ πεῖραν ὁ Πρωτεὺς μετεβάλλετο. (Vers. 418.) Ἑρπετὰ δὲ, ἀπὸ μέρους τὰ ζῶα δηλοῖ. ἐν γὰρ τοῖς ἐφεξῆς εἰς πολλὰ μορφούμενος ὁ Πρωτεὺς, ἑνὶ μόνῳ τῶν ἑρπετῶν εἰκάσθη, δράκοντι. μεταβληθεὶς ἄλλως ἐκεῖ καὶ εἰς λέοντα καὶ εἰς πάρ-