Ancient Greek
Volume 1
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Odysseam 1.174.1
Not analysed yet
δαλιν καὶ εἰς μέγαν σῦν. Ὅρα δὲ τὰ ἑρπετὰ ὡς καὶ τὰ ἑρπηστικὰ, οὐκ ἀπὸ τοῦ ἕρπω βαρυτόνου παρηγμένα οὗ παράγωγον τὸ ἑρπετὸν κατὰ Ἀριστοτέλην, ἀλλ' ἀπὸ περισπωμένου ἀῤῥήτου τοῦ ἑρπῶ. ἵνα ᾖ ὡς τελῶ τελέσω τελεστὸν, οὕτως ἑρπῶ ἑρπέσω ἑρπεστόν. καὶ ἐκδρομῇ τοῦ σίγμα ἑρπετόν. καὶ αὖ πάλιν ὡς ποιῶ ποιήσω ποιητικὸν, οὕτω καὶ ἑρπῶ ἑρπήσω ἑρπητικόν. καὶ ἐπενθέσει τοῦ σίγμα, ἑρπηστικόν. ὡς δὲ μυρία τῶν ῥημάτων πολυφοροῦνται ταῖς κλίσεσι, πολλαχοῦ δεδήλωται σαφῶς. ἐτυμολογία δὲ τοῦ ἕρπειν οὗ παράγωγον τὸ ἑρπύζειν, τὸ κατὰ τὴν ἔραν σπᾶσθαι. Θεσπιδαὲς δὲ πῦρ, τὸ κατὰ φαντασίαν τοιοῦτον. καὶ νῦν μὲν, ὁ ποιητὴς ἀπεστένωσε τὰ ὡς ἔφη ὀλοφώϊα τοῦ Πρωτέως. προϊὼν δὲ καὶ διαπεταννὺς τὸ νόημα καὶ τοῖς μερικοῖς διασαφῶν, λέγει ὡς πρώτιστα λέων ἐγένετο. εἶτα δράκων. καὶ πάρδαλις. καὶ σῦς. καὶ ὕδωρ. καὶ δένδρον. φαντασιωδῶς πάντως καὶ ταῦτα. οὐ γὰρ ἄλλως οὕτω πολυμετάβλητος ἦν ὁ Πρωτεύς. Ἔνθα καὶ σημείωσαι σιγηθὲν τὸ ἐνταῦθα ῥηθὲν θεσπιδαὲς πῦρ. καὶ ὡς πληθυντικῶς ἑρπετὰ ἐνταῦθα εἰπὼν, ἓν ἐκεῖ μόνον ἐκφωνεῖ τὸν δράκοντα. Ὅρα δὲ καινοτροπίας μυθικὰς δι' ὧν οὐ μόνον κεφαλαῖς καὶ ὄμμασι καὶ χερσὶ πληθύονται τυφῶνές τινες καὶ ὕδραι καὶ Ἄργοι καὶ Ἑκατόγχειρες ἤδη δέ που καὶ αὐτὸς Ἑρμῆς, ἀλλὰ καὶ μεταπτώσεσι ταῖς ἀπ' ἄλλων εἰς ἄλλα σώματα. ὁποῖα παρὰ μὲν τοῖς ὕστερον ἡ πολύμορφος Ἔμπουσα ἧς μέμνηται καὶ ὁ κωμικός. παρὰ δὲ τοῖς παλαιωτέροις, ὁ τεράστιος Πρωτεύς. (Vers. 401.) Ὅτι δὲ καθάπερ οὗτος ἔχει τινὰς θεραπείας δι' ὧν ἀνακύπτει ἀληθείας ἔμφασις, οὕτω καὶ τοῖς ἀνωτέρω ῥηθεῖσι πλεονασμοῖς τῶν μελῶν καὶ μερῶν ὕπεστι λόγος τις ἀληθευτικὸς, μετ' ὀλίγα κατ' ἐπιτομὴν ῥηθήσεται. νῦν δὲ πρὸς ἀμυδρὰν ἔμφασιν, μνηστέον τοιοῦδέ τινος ἀνδρὸς, τοῦ φάγου δηλαδὴ Ἄγιδος. περὶ οὗ ἐῤῥέθη τὸ, ἑφθὸς ὁ κάλλιχθυς. νῦν ἔμβαλε τὴν βαλανάγραν, ἔλθῃ μὴ Πρωτεὺς Ἄγις ὁ τῶν λοπάδων. γίνεθ' ὕδωρ καὶ πῦρ καὶ ὃ βούλεται. Ἰστέον δὲ καὶ ὅτι τὰ κατὰ τὸν πολυειδῆ τοῦτον Πρωτέα, οἱ μὲν, ἀνάγουσι πρὸς ἀρχεγονίαν ἀλληγορίας, σοφὴν μὲν, ἀσυμβίβαστον δ' ἄλλως πρὸς τὴν ἀνὰ χεῖρας ὑπόθεσιν. φάμενοι, Πρωτέα τὴν πρωτόγονον εἶναι ὕλην, τὴν τῶν εἰδῶν δεχάδα. τὴν ἐνεργείᾳ μὲν οὖσαν μηδὲν τῶν εἰδῶν. δυνάμει δὲ, τὰ πάντα. στοιχεῖα δὲ δηλαδὴ ἃ διὰ τοῦ πυρὸς αἰνίττεται καὶ διὰ τοῦ ὕδατος καὶ διὰ τοῦ γεωχαροῦς δράκοντος καὶ διὰ τοῦ ἀεροδρόμου ὑψιπετήλου δένδρου. καὶ οὐ στοιχεῖα μόνον, ἀλλὰ καὶ ζῷα. καὶ ἕτερα τὰ κατὰ κόσμον. ὃν δὴ Πρωτέα, καλῶς λέγεται ἡ Εἰδοθέα ἐκφαίνειν διὰ τῆς ἐκ τοῦ δυνάμει εἰς ἐνέργειαν προαγωγῆς. ἤγουν ἡ κίνησις ἡ εἰς εἶδος θέειν αὐτὸν καὶ κινεῖσθαι μηχανωμένη. ἕτεροι δὲ φασὶ τὸν ποιητὴν συμβολικῶς παραδηλοῦν διὰ τοῦ κατὰ τὸν Πρωτέα μύθου, τὰ κατὰ τὴν ἀληθῆ φιλίαν. ἥτις οὐκ αὐτόθεν θηρατέα παρά γε τοῖς ἐχέφροσιν, ἀλλὰ μετὰ πεῖραν λίαν πάνυ συχνήν. ὁ γάρ τοι θεώμενός τινα προσφερόμενον αὐτῷ κατὰ φιλίας πρόφασιν, οὐ ῥᾳδίως καὶ ἀπραγμόνως ἐκεῖνον προσήσεται. ὁποῖόν τι ὁ Μενέλαος ποιήσας εἰς Ἀλέξανδρον, ἔπαθε τὰ ἱστορούμενα. τὴν γὰρ ἀδοκίμαστον φιλίαν καὶ ἀδιαφόρως καὶ εἰκῇ πρὸς οὓς ἂν καὶ τύχῃ γινομένην, ἄλλοι τὲ καὶ ὁ Πλάτων πόῤῥω που τῶν τῆς ἀληθοῦς φιλίας ὅρων βάλλουσιν. ὃς καί ποτε καταλύσας παρά τινι ξένῳ καὶ χαριέντως ἐπιξενωθεὶς καὶ τὸν ἄνδρα τῆς φιλοφροσύνης ἀποδεξάμενος, εἶτα καὶ ἄλλους ἐπ' ἄλλοις ἰδὼν ἥκοντας καὶ ἀνεξετάστως καὶ αὐτοὺς φιλουμένους, διέδρα τὸν ξένον. καὶ τοὺς ἄλλους ἔσω μένειν ἀφεὶς, αὐτὸς τὴν ἀπείραστον ξενίαν διέφυγεν. οὕτω καὶ ἐν Ἰλιάδι περί τινος εἰπὼν ὁ ποιητὴς ὡς πάντας φιλέεσκεν ὁδῷ ἔπι οἰκία ναίων, ἐπάγει, ὡς οὐδὲν αὐτῷ ἤρκεσε τοῦτο εἰς ὄλεθρον. ὡς μὴ ὂν ἀγαθὸν, οὕτω πάντας καὶ τοὺς τυχόντας φιλοφρονεῖσθαι. δοκιμάσει τοίνυν ὁ ἐχέφρων τὸν προσιόντα, μή ποτε κόλαξ εἴη. μὴ ἄρα ἐχθρός. μὴ κερδαλέος. μὴ ἐπὶ καταγέλωτι. πειράσεται δὲ πῶς; καὶ ὕδωρ δηλαδὴ γινόμενος ὅ ἐστι, σπεύδοντι ποδὶ καὶ ὡς ὁ ποιητὴς φησὶ διερῷ, διολισθαίνων τῷ δοκεῖν, τὴν μετ' αὐτοῦ φιλίαν. καὶ εἰς πῦρ δὲ μεταπίπτων, ὅ ἐστι θυμικῶς προσφέρεσθαι προσποιούμενος. καὶ εἰς δράκοντα ἑλιττόμενος, τῷ τῶν κατὰ ψυχὴν κινημάτων ὑγρῷ καὶ πολυελίκτῳ. καί που καὶ θηριωδίαν τῷ δῆθεν ἀπροσίτῳ τοῦ ἤθους ἐπεγκαλούμενος. καὶ ὅλως, παντοῖος εἰς πεῖραν προφαινόμενος τῷ τὴν αὐτοῦ θηρωμένῳ φιλίαν. κἀπειδὰν ἐκεῖνον ἴδοι δραττόμενον αὐτοῦ ἐγκρατῶς, καὶ ἐχόμενον ἀστεμφῶς τετληότι θυμῷ, καὶ προσμένοντα, καὶ πιέζοντα, καὶ τὴν φιλίαν αὐτοῦ προκαλούμενον, τότε δὴ καὶ αὐτὸς ἡδέως ἐκεῖνον προσήσεται. καὶ μετὰ μακρὰν πεῖραν, ὁμιλήσει αὐτῷ ἱλαρῶς πρὸς ὀρθότητα. τοιοῦτος ὢν οἷος ἦν πρὸ τῆς πείρας κατά γε τὸ ἀποίκιλον. διὸ καὶ ὁ ποιητὴς φησί. πάντα δὲ γινόμενος, πειρήσεται,