Ancient Greek
Volume 1
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Odysseam 1.175.1
Not analysed yet
καὶ τὰ ἑξῆς. ὡς δέον ὂν, πείρᾳ τὴν φιλίαν ποιεῖσθαι. καὶ οὕτω μὲν καὶ οὗτοι. τινὲς δὲ, τῆς τῶν θαυματοποιῶν τέχνης καὶ τὸν εἰρημένον Πρωτέα ἔθεντο. καθ' ἣν ἐθαυμάζετο καὶ Κρατισθένης ὁ Φλιάσιος. ὃς πῦρ τέ φασιν αὐτόματον ἀνέφαινε. καὶ ἄλλα ἐτεχνᾶτο φάσματα δι' ὧν ἀνθρώπων ἐξίστα διάνοιαν. ἦν δὲ τοιοῦτος, καί τις Ξενοφῶν. καὶ Σκύμνος ὁ Ταραντῖνος. καὶ Φιλιππίδης ὁ Συρακούσιος. καὶ ὁ ἐκ Μιτυλήνης Ἡράκλειτος. καὶ Νυμφόδωρος ὁ πρῶτος Ῥηγίνους εἰς δειλίαν σκώψας. ἄλλοι δὲ, πρὸς τῇ λοιπῇ σοφίᾳ, καὶ ὀρχηστὴν τὸν Αἰγύπτιον τοῦτον Πρωτέα παρέδοσαν, εὐλύγιστόν τινα. καὶ πολυσχημάτιστον. καὶ ὑγρὸν τὴν κίνησιν. καὶ κοῦφον καὶ ἁλτικόν. διὸ καὶ ἡ ποίησις, τὴν εἰς διάφορα σώματα μεταβολὴν αὐτοῦ ἐπλάσατο. καὶ ὅμοιά τινα ἔφη ταῖς ποιαῖς ἐκείνου κινήσεσιν. Ὅτι δὲ καὶ εὐγενεῖς ὀρχηστικαὶ ἦσαν παρὰ τοῖς παλαιοῖς, δηλοῦσιν οἱ ἱστορικοί. καὶ εἴρηταί τι καὶ ἐν Ἰλιάδι περὶ τοιαύτης ὀρχήσεως. ῥητέον δ' ἐνταῦθα οὐ παρέργως, καὶ ὡς οἱ φθάσαντες πολυτρόποις ἤδη δὲ καὶ κακοήθεσι πολυειδῶς ἀνθρώποις προσαρμόσαι τὸ τοῦ Πρωτέως ὄνομα, τοιούτῳ εἴκασαν καὶ τοὺς κόλακας καὶ δηλοῖ γράψας Ἀθήναιος, ὅτι κατ' ἀλήθειαν ὁ κόλαξ ἔοικεν εἶναι τῷ Πρωτεῖ ὁ αὐτός. γίνεται οὖν παντοδαπὸς οὐ μόνον κατὰ τὴν μορφὴν, ἀλλὰ καὶ κατὰ τοὺς λόγους, οὕτω ποικιλόφωνός ἐστι. (Vers. 419.) Τὸ δὲ ἡμεῖς δ' ἀστεμφέως ἐχέμεν μᾶλλόν τε πιέζειν, καὶ ἐπὶ ἁπλῶς ἀντοχῆς τινος οἰκεῖον εἰπεῖν. (Vers. 422.) Τὸ δὲ λῦσαι γέροντα, ἐπὶ ἀφέσεως ἐῤῥέθη, οὐ γὰρ προϋπόκειταί τις δεσμός. (Vers. 428.) Ὅτι πορφύρειν, τὸ βαθέως διαλογίζεσθαι. ἢ κυμαίνεσθαι διαλογισμοῖς, ὡς ἀπὸ θαλάσσης. ἐφ' ἧς καὶ τὸ πορφύρειν, καὶ τὸ ἰοδνεφὲς καὶ τὸ μέλαν καὶ τὰ τοιαῦτα, λέγονται. τὸ δ' αὐτὸ, καὶ καλχαίνειν. ἀπὸ τῆς κάλχης ὃ πορφύραν δηλοῖ. φησὶ γοῦν καὶ νῦν καὶ μετ' ὀλίγα, πολλὰ δέ μοι κραδίη πόρφυρε κιόντι. τουτέστι διενοεῖτο. ἐταράττετο. οὐκ ἀεὶ δὲ βαθὺν ταραγμὸν τὸ πορφύρειν σημαίνει, ἀλλά ποτε καὶ ἠρεμαῖον, ὡς δηλοῖ τὸ, εὔδια πορφύροντα. (Vers. 429.) Ὅτι ναυτικῆς εὐτελοῦς διαίτης τὸ, ἐπεὶ ἐπὶ νῆα κατήλυθον ἠδὲ θάλασσαν δόρπον θ' ὁπλισάμεσθα ἐπί τ' ἤλυθεν ἀμβροσίη νὺξ, δὴ τότε κοιμήθημεν ἐπὶ ῥηγμῖνι θαλάσσης. Καὶ ὅρα ὡς διασαφεῖται κἀνταῦθα ὁ δόρπος ἐν τῷ, ἐπῆλθεν ἀμβροσία νύξ. τὸ γὰρ τηνικαῦτα ἔμβρωμα, δόρπος λέγεται. (Vers. 434.) Ὅτι τρεῖς ἑταίρους κατὰ τὸν τῆς Εἰδοθέας λόγον εἰς τὸν τοῦ Πρωτέως λόχον Μενέλαος ἑταιρισάμενος, ἦγεν. οἷς μάλιστα πεποίθει πᾶσαν ἐπ' ἠθύν. ὅ ἐστιν ἐπὶ πᾶσαν ὁρμὴν πράξεως, Καὶ ὅρα οἵους εἶναι χρὴ τοὺς εἰς λόχον ἐπικρινομένους. (Vers. 437.) Ὅτι νεόδαρτα τέσσαρα φωκάων ἐκ πόντου δέρματα Εἰδοθέη ἐνεγκοῦσα, καὶ εὐνὰς ἐν ψαμάθοισι διαγλάψασα, ἧστο μένουσα τοὺς περὶ τὸν Μενέλαον. ἐλθόντας δὲ, ἑξείης εὔνησε, βάλεν δ' ἐπὶ δέρμα ἑκάστῳ. ἔνθά κεν αἰνότατος λόχος ἔπλετον, τεῖρε γὰρ αἰνῶς φωκάων ἁλιτρεφέων ὀλοώτατος ὀδμή. τίς γὰρ ἂν εἰναλίῳ παρὰ κήτεϊ κοιμηθείη; ἢ πάντως οὐδεὶς δηλαδή. ἀλλ' αὐτὴ ἐσάωσε καὶ ἐφράσσατο μέγ' ὄνειαρ. ἀμβροσίην ὑπὸ ῥῖνα ἑκάστῳ θῆκε φέρουσα, ἡδὺ μάλα πνείουσαν. ὤλεσσε δὲ κήτεος ὀδμήν. εἴη δὲ ἂν ἀμβροσία ἐνταῦθα, ἡ ἀγαθὴ ἐλπίς. τὸ διὰ τοῦ τοιούτου λόχου ἐλπίζειν εἰς τὴν πατρίδα ἐπανελθεῖν. μυθικῶς δέ γε, νῦν οὐ θρεπτικὸν ἀλλ' εὐῶδές τι ἡ τοιαύτη ἀμβροσία. (Vers. 437.) Ὅρα δὲ καὶ ἐνταῦθα σχῆμα τὸ κατὰ τὸ σιωπώμενον. ὡς μὲν γὰρ νεόδαρτα ἦσαν τὰ δέρματα, λέγει. τίς δὲ αὐτὰ ἐξέδειρεν, οὐ λέγει. Σημείωσαι δὲ καὶ ὅτι νῦν μὲν, φωκάων δέρματα ἔφη ἐντελῶς. μετ' ὀλίγα δὲ, φώκας αὐτὰ εἶπεν ἐν τῷ, φωκάων ὀλοώτατος ὀδμή. τῷ τοῦ ὅλου ὀνόματι τὸ μέρος καλέσας. ὡς καὶ ὅτε ἐλέφαντος λέγει ὀστοῦν, καὶ βοῦν δὲ, τὴν βύρσαν. Εὐνὰς δὲ, τὸν τόπον φησὶν ἔνθα ἔστιν εὐνασθῆναι. Γλάφειν δὲ ὅτι τὸ κοιλαίνειν δηλοῖ καὶ ὡς λειότερόν ἐστι τοῦ γράφειν κατὰ τὴν ἐκφώνησιν, ἐδηλώθη καὶ ἀλλαχοῦ. καὶ ὅτι ἐπὶ λογικῆς τινος γραφῆς ἔστιν ὅτε τίθεται, ὡς δηλοῖ παρὰ Παυσανίᾳ τὸ, τὸν ἄνδρ' ἀπωσάμην τε κ' ἀπεγλαψάμην. οἱονεὶ, ἀπέξεσα καὶ ἀπήλειψα ὡς ἀπὸ βιβλίου. δῆλον δὲ καὶ ὅτι ἀπὸ τοῦ τοιούτου ῥήματος γίνεται τὸ γλαφυρὸν σπήλαιον. καὶ τὸ, γλάφυ πετρῆεν. ἤδη δὲ καὶ αὐτὸ τὸ γλύφειν. μᾶλλον μὲν οὖν, ὥσπερ προϋπόκειται τὸ γρῶ τοῦ παραγώγου γράφω, οὕτω καὶ τὸ γλῶ, τοῦ γλάφω τε καὶ τοῦ γλύφω. ἔστι δὲ ὁμοιότητα τῆς τοῦ γράφω καὶ γλάφω, τοῦ μὲν τραχυφωνίας, τοῦ δὲ λειότητος, εὑρεῖν καὶ ἐν τῷ κρώζειν καὶ κλώζειν. τραχύτερον γὰρ ὁ κρωγμὸς τοῦ κλωγμοῦ. ὧν, κρωγμὸς μέν ἐστιν, ὁ τῆς κορώνης ἦχος. κλωγμὸς δὲ κατὰ τοὺς παλαιοὺς, ὁ ἐν θεάτρῳ διὰ στόματος πρὸς τὸν οὐρανίσκον ἀποτελουμενός φασι ψόφος. ᾧ πρὸς τὰς ἐκβολὰς ἐχρῶντο τῶν ποιητῶν. καὶ κλώζειν, τὸ οὕτω ἐκβάλλειν ἐκ τῶν θεάτρων. καὶ ἔστιν ἕτερον