Ancient Greek
Volume 1
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Odysseam 1.19.1
Not analysed yet
Ἰωνικήν. ἔστι δὲ τοῦτο καὶ τῶν Ἀττικῶν. μυρία δὲ τοιαῦτά ἐστι παρὰ τοῖς ποιηταῖς. οἳ τὰς βοῦς λέγουσι. καὶ τὰς ἵππους καὶ τὰς ἡμιόνους. καὶ τὰς ἑλλούς. καὶ τὰς κύνας. καὶ τὰς ὄϊς. καὶ ἕτερα. Αἴλιος δὲ Διονύσιος παρασημειούμενός τινα ὅπως κατὰ γένη προφέρονται, φησὶν οὕτω. κακκάβη θηλυκῶς ὁ κάκκαβος. ὃ καὶ παρὰ τῷ Ἀθηναίῳ κεῖται ἐν τῷ, κακκάβα ζέουσα. οὕτω καὶ ἡ ἁρπάγη δι' ἧς ἐκ φρεάτων κάδδους ἀνάγουσιν. ἔτι καὶ ἡ βῶλος. καὶ ἡ ὕαλος. καὶ ἡ φάρυγξ, καὶ ἡ στρύχνος. καὶ ἡ χάραξ τὸ τῆς ἀμπέλου ὑπόστημα. ὁ μέντοι χάραξ ἀρσενικῶς, τὸ χαράκωμα τοῦ στρατοπέδου. ἔτι θηλυκῶς, καὶ ἡ τύλη τὸ φύμα τὸ ἐπὶ τοῦ αὐχένος. καὶ ἡ ὄμφαξ. καὶ ἡ ἄσβολος. καὶ ἡ ψύλλα. καὶ ἡ μείραξ. καὶ ἡ θόλος. καὶ ἡ μήκων. Θουκυδίδης οὖν μήκωνα μεμελιτωμένην φησί. ταῦτα κατὰ γένος θηλυκόν. ἀρσενικῶς δὲ, ὁ χοῦς. ὁ ὄροφος. ὁ θίς. ὁ λιμός. ὁ σκότος. ὁ τάρας. ὁ ἀκράγας. οὐδέτερα δὲ, τὸ νῶτον. τὸ ζυγόν. τὰ ἐπίδεσμα. τὸ στρωματόδεσμον. τὸ θύμον. τὸ σίαλον. τὸ κέδρον. τὰ θεμέλια. τὸ τέμαχος. ἀρσενικὰ δὲ καὶ οὐδέτερα. ὁ τάριχος καὶ τὸ τάριχον. τὰ στάδια καὶ οἱ στάδιοι. δῆλον δὲ ὅτι Ἀττικῶς ταῦτα πάντα. ἐπεὶ καὶ Ἀττικαῖς λέξεσιν ὁ ῥηθεὶς Διονύσιος ἐπεξέρχεται. ἄλλως γὰρ καὶ ἡ θὶς λέγεται. ὅτι καὶ ἡ λιμός. καὶ τὸ σκότος. καὶ ἡ τάρας. καὶ ἡ ἀκράγας καὶ ἕτερα τῶν τοῦ Διονυσίου, ἑτέρως. ὁ χοῦς μέντοι τὸ μέτρον, ἀεὶ ἀρσενικῶς. ὁ δέ γε τῆς γῆς, καὶ θηλυκῶς εὕρηται παρὰ τῷ γεωγράφῳ. (Vers. 54.) Ὅτι ἐν τῷ γαῖαν καὶ οὐρανὸν ἔχουσιν, ἐλλέλειπται ἡ ἀνα πρόθεσις. ἔστι γὰρ ἀντὶ τοῦ, ἀνέχουσι καὶ ἀναβαστάζουσι. πολλαχοῦ δὲ τοιαῦτα ποιεῖ Ὅμηρος, ὡς καὶ ἐν Ἰλιάδι φαίνεται. Μαλακοῖς καὶ αἱμυλίοις λόγοις ἡ Καλυψὼ τὸν Ὀδυσσέα ἔθελγεν ὅπως Ἰθάκης ἐπιλήσεται. εἶεν δ' ἂν τῆς μὲν ἱστορουμένης Καλυψοῦς αἱμύλιοι λόγοι, οἱ κατὰ ἔρωτα κολακεύοντες. καὶ οὓς ἂν εἴπῃ γυνὴ ἐρῶσα. καὶ διατοῦτο κατὰ τὸν Ἡσίοδον αἱμύλα κωτίλλουσα. τῆς δὲ ἀναγομένης εἰς φιλοζωΐαν σωματικὴν Καλυψοῦς αἱμύλα ῥήματα νοοῖντο ἄν, τὸ ἑαυτοῦ τινα κήδεσθαι. τὸ μὴ τὸν θυμὸν ἔδειν μερίμναις. τὸ τὴν φύσιν, τοῦ ἡδέος μᾶλλον στοχάζεσθαι ἤπερ τοῦ λυπηροῦ. τὸ τὴν ἡδονὴν ἀοχλησίαν εἶναι σαρκός. τὸ μὴ πονεῖν ἄγαν ὡς ἂν εἴη μακρόβιος καὶ μικροῦ καὶ ἀθάνατος. καὶ ὅσα τοιαῦτα. ἄλλως δὲ, μαλακοὶ καὶ αἱμύλιοι λόγοι, οἱ κολακευτικοὶ καὶ προσηνεῖς. μαλακοὶ μὲν, πρὸς διαστολὴν τῶν ἀπειλητικῶν, σκληροὶ γὰρ ἐκεῖνοι. αἱμύλιοι δὲ κατὰ τοὺς παλαιοὺς, δόλιοι, πιθανοί. πλάνοι. ποικίλοι. καὶ ἄλλως δὲ αἱμύλιοι, οἱ ὡς εἰπεῖν γνήσιοι. καὶ οἵους ἂν εἴποι τις τῶν πρὸς αἵματος. ἢ καὶ ἄλλως αἱμύλιοι, οἱ μὴ ψοφήσαντες εἰκῇ περὶ τὰ τῆς ἀκοῆς πρόθυρα, ἀλλ' ἔσω παρεισδύντες καὶ οἷον ἁψάμενοι αἵματος. ἢ θερμοὶ καὶ ἐνεργοὶ, οὐ μὴν ψυχροὶ καὶ ἄπρακτοι. ὡς ἐκ μεταφορᾶς τῶν ἐναίμων ζῴων ἃ θερμότερα τῶν ἀναίμων εἰσί. παράγωγον δὲ τοῦ αἱμύλος, ὁ αἱμύλιος ὡς δηλοῖ τὸ, αἱμύλα κωτίλλουσα. Τὸ δὲ θέλγειν περὶ οὗ ἀκριβῶς ἐν τοῖς εἰς τὴν Ἰλιάδα ἐῤῥέθη, οὐδ' ἐνταῦθα ἡδονὴν ἁπλῶς δηλοῖ, ἀλλὰ τὴν οὐκ ἐπ' ἀγαθῷ καὶ ἀπατηλήν. ὡς δηλοῖ τὸ, ἵνα Ἰθάκης ἐπιλήσεται. οὐ γὰρ ἔθελγε τὸν Ὀδυσσέα ἡ Καλυψὼ ἡδέως, ἀλλὰ παρῆγεν οὗ ἐκεῖνος ἐπεθύμει, τοῦ τὴν πατρίδα ἰδεῖν, εἰ καὶ μὴ ἔπειθεν. ὅτι δὲ ἐκ τοῦ τοιούτου θέλγειν οἱ Τελχῖνες, δηλοῦσιν οἱ παλαιοί. παρ' οἷς καὶ θελγῖνες οἱ αὐτοὶ λέγονται. ἐν γοῦν ῥητορικῷ λεξικῷ κατὰ στοιχεῖον προϊόντι, γράφεται. Θελγῖνες, γόητες. φαρμακοί. ἐπίῤῥητον ἄρα τὸ θέλγειν ἐξ οὗ περ οὗτοι παράγονται. (Vers. 58.) Ὅτι Ὀδυσσεὺς οὕτω φιλόπατρις ἦν, ὡς καὶ καπνὸν μόνον ἐφίεσθαι ἀποθρώσκοντα νοῆσαι ἧς γαίης, ἤγουν τῆς ἑαυτοῦ γῆς. τουτέστιν εἰ μὴ αὐτῆς Ἰθάκης ἐπιβῆναι μέλλοι, κἂν γοῦν πόῤῥωθέν ποθεν αὐτὴν τεκμήρασθαι οἷς τὰ τοιαῦτα τεκμαίρονται ἄνθρωποι. τεκμαίρονται δὲ ὡς τὰ πολλὰ μακρόθεν, πυρὶ εἴτε καὶ τῷ τοῦ πυρὸς σημείῳ, καπνῷ. ὧν ὁ μὲν καπνὸς, ἐν ἡμέρᾳ μάλιστα χρήσιμος. ὁ δὲ πυρσὸς, τῇ νυκτί. τείχεσι μέν τοι καὶ οἰκημάτων ἐπάρσει, οὐκ ἔστιν ἕκαθεν ἀλλ' ἐκ τῶν ἐγγυτέρω τεκμαίρεσθαι. ὄρους δὲ ὕψος, οὐκ αὐτὴν τὴν πατρίδα πόλιν σημειοῖ μὴ ἄνω αὐτοῦ πεπολισμένην, ἀλλά τινα τῶν πέριξ. Καπνοῦ δὲ παράγωγον τὸ καταπνίζειν ὅ ἐστι θύειν ὡς ἐκ παρακολουθήματος, Ὅμηρος δηλοῖ ἐν τῷ, κάπνισάν τε κατὰ κλισίας. ἐκ τοῦ καπνίζειν δὲ, καπνιστὰ κρέα παρὰ τῷ δειπνοσοφιστῇ. Ὅρα δὲ οἷος τὰ ἐς δυστυχίαν Ὀδυσσεὺς ὁ πηνίκα ἐκ τῆς Αἰόλου νήσου ἐπανιὼν καὶ ἐγγίσας τῇ πατρίδι καὶ ἤδη πῦρ ἀνακαιόμενον βλέπων, ἐπλάγχθη ὀπίσω. Ἰστέον δὲ ὅτι σχῆμα ἔστιν ἐνταῦθα, δηλοῦν ἐκ μέρους τὸ πᾶν. τῷ γὰρ ἡμερινῷ σημείῳ τῷ καπνῷ, δεῖ συνεπινοεῖν καὶ τὸ ἐκ τοῦ πυρὸς νύκτερον σύμβολον. τί γὰρ διαφέρει εἴτε καπνὸν ὁ Ὀδυσσεὺς ἴδοι τὸν ἐν ἡμέρᾳ τὴν Ἰθάκην σημαίνοντα, εἴτε πυρσὸν τὸν ἐν νυκτί; εἰ μὴ ἄρα τοῦ κρείττονος μέμνηται. κάλλιον γὰρ ἐνταῦθα ὁ