Ancient Greek
Volume 1
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Odysseam 1.20.1
Not analysed yet
καπνὸς, ὡς αἱρετωτέρου ὄντος τοῦ ἐν ἡμέρᾳ πλοῦ. ἡ δὲ ἀλληγορία, καπνὸν βούλεται νοεῖν, τὸ ἀνωφορούμενον μὲν σκοτεινὸν δὲ ὅμως τῆς φιλοσόφου γνώσεως καὶ οὔπω λαμπρόν. ὅπερ καὶ αὐτὸ, στερκτόν ἐστιν ὅτε τῷ φιλολόγως διακειμένῳ λογίζεται. εἰ γάρ τινι μὴ τοῦ τελειοτάτου ἐφικέσθαι δυνατὸν, τὸ γοῦν ἀμυδρῶς τῶν προτελείων γενέσθαι, αἱρετόν. καὶ γὰρ καὶ μέλιτος εἰ μὴ κορέσεσθαι οἷόν τε, ἀγαπητὸν οὖν τὸ ἀπογεύσασθαι. Ἰστέον δὲ ὅτι τὸ ἧς γαίης, οἱ ὕστερον οἰκείας φασὶ ἐν ἁπλότητι λέξεως. δηλοῦντες οὕτω, πατρίδα, ὅπερ ἐκ τοῦ οἰκεῖν καὶ τοῦ οἴκου καὶ τοῦ ἐκ τούτων οἰκείου λεχθὲν, πάνυ διαφέρει τοῦ, ἰδίας εἰπεῖν. διόπερ, οὐδεὶς εὕρηται ὥσπερ οἰκείαν, οὕτω καὶ ἰδίαν καταμόνας τὴν πατρίδα εἰπών. Ἰστέον δὲ ὅτι τριῶν τούτων ὄντων αἰτίων γενέσεως τέκνοις, πατρός. μητρός. τόπου. πατρὶ μὲν, παρωνόμασται ἡ πάτρα, πολλαχοῦ κειμένη τῆς ποιήσεως, καὶ τὸ ἐξ αὐτοῦ παρώνυμον ἡ πατρίς. μητρὶ δὲ, οὐχ' ἡ μήτρα τοπικῶς. αὐτὴ γὰρ, μόριον ἀφώρισται τῇ τοῦ ἐμβρύου ἐνοικήσει. ἀλλὰ ἡ μητρὶς ποιητικώτερον. ἔτι δὲ, καὶ ἡ μητρόπολις κάλλιον. οὕτω γάρ τις ἔφη τὰς Θήβας Διονύσου μητρόπολιν ἤγουν πόλιν τῆς ἐκείνου μητρὸς Σεμέλης. τόπου δὲ παρωνυμία, τὸ Ἰθακήσιος. Θηβαῖος. Ἀθηναῖος. καὶ τὰ τοιαῦτα. οὕτω δέ πως ἔχει καὶ τὸ, ὡς ἐῤῥέθη, ἧς γαίης. ὃ περίφρασίς ἐστι τοῦ, οἰκείας. ὅπερ ἐλλειπτικῶς, τὴν γῆν δηλοῖ. ταυτὸν δὲ εἰπεῖν, τὴν, ἢ πάτραν ἢ πατρίδα ἢ μητρόπολιν. Ἔτι σημείωσαι καὶ ὅτι Ὀδυσσεὺς μὲν δίχα ψόγου κληρονομήσας ἔχει τὸ φιλόπατρις εἶναι. Κόδρος δὲ θανάτῳ ἑαυτὸν ἐπιδοὺς ὑπὲρ τῆς τῶν πατριωτῶν Ἀθηναίων νίκης ὡς καὶ Λυκόφρων ὑπολαλεῖ, ἐποίησε Κόδρους καλεῖσθαι τοὺς δι' ἀρχαιότητα εὐήθεις. (Vers. 60.) Ὅτι ἐντρέπεσθαι λέγει, τὸ ἐπιστρέφεσθαι. τοῦτο δὲ καὶ ὀπίζεσθαι λέγεται. ἀφ' οὗ καὶ ὄπις ἡ ἐπιστροφή. ἐκ δὲ τούτου παράγεται τὸ ἐντροπαλίζεσθαι ἐν Ἰλιάδι, ἤτοι ἐν τῷ φεύγειν ἐπὶ τὰ ὀπίσω στρέφεσθαι. δύναται δὲ καὶ ἄλλως νοεῖσθαι τὸ ἐντρέπεσθαι, ἀντὶ τοῦ μετατρέπεσθαι. μεταβάλλεσθαι. Τὸ δὲ ἐντρέπεσθαι ἤγουν ἐπιστρέφεσθαι, ἀλλαχοῦ μετατρέπεσθαι λέγεται. οἷον, οὔτι μετατρέπῃ οὐδ' ἀλεγίζεις. (Vers. 61.) Ὅτι τὸ τῆς Ἀθηνᾶς ῥητὸν τὸ, Ὀδυσσεὺς ἐχαρίζετο ἱερὰ ῥέζων ἐν Τροίῃ τί οὖν οἱ τόσον ὠδύσαο Ζεῦ, παρήχησίς ἐστιν ἢ μᾶλλον ἐτυμολογία ὡς τοῦ Ὀδυσσέως ἐκ τοῦ ὀδύσσω ἐτυμολογουμένου. ἀστεῖος δὲ ὁ λόγος. μονονουχὶ λεγούσης τῆς Ἀθηνᾶς μετὰ βαρύτητος, ὅτι φερωνύμως λέγεται Ὀδυσσεὺς οἷα σοῦ τοῦ Διὸς ὀδυσσομένου αὐτῷ. κἂν ὁ πάππος Αὐτόλυκος Ὀδυσσέα τοῦτον ὠνόμασε, διότι πολλοὶ ἐκείνῳ τῷ Αὐτολύκῳ ὠδύσσαντο. Ἐνταῦθα δὲ σημείωσαι ὡς Ἀθηνᾶ μὲν τὸν Ὀδυσσέα οὐκ ἐντελῶς ἐπαινεῖ. Ζεὺς δὲ οἷα τελειότερος πλεῖόν τι μετ' ὀλίγα ἐρεῖ. αὕτη μὲν γὰρ, εὐσεβῆ τὸν Ὀδυσσέα ἔφη. ὁ δὲ Ζεὺς, καὶ ἐπὶ συνέσει αὐτὸν σεμνυνεῖ. Τὸ δὲ ἐν Τροίῃ, ἐπίτασίς ἐστι τοῦ εὐσεβοῦς ἔργου. οὐ γὰρ ἐν Ἰθάκῃ ἔθυεν ἔνθα ἐπλούτει, ἀλλ' ἐπὶ ξένοις. ἔνθα ὡς εἰκὸς, ἐχρῆν φείδεσθαι. (Vers. 62.) Τὸ δὲ χαρίζετο, ἢ ἀπολύτως νοητέον, ἢ συντακτέον τῷ ἱερά. (Vers. 64.) Ὅτι τὸ, τέκνον ἐμὸν ποῖόν σε ἔπος φύγεν ἕρκος ὀδόντων, εἰ καὶ σκωπτικόν ἐστι τῇ ἐννοίᾳ, τῷ γοῦν σχηματισμῷ ἐπικρύπτει τὴν πολλὴν σφοδρότητα. βούλεται μὲν γὰρ εἰπεῖν, ποῖον λόγον παρέῤῥιψας καὶ οὐδεόντως εἶπας. ὁ δὲ, πάνυ ἀστείως ἐσχημάτισε. ποῖος λόγος ἐξέφυγέ σου τὰ χείλη. ὡς εἴπερ οὐχ' ἑκούσιον ἦν τὸ κακῶς λαληθέν. αἰνίττεται δὲ ὁ ποιητὴς, ὡς ἡ φύσις ἵνα μὴ πτερόεντες ὄντες οἱ λόγοι προπετῶς ἔχοιεν τοῦ στόματος ἐξίπτασθαι, διπλῷ ἕρκει τὴν αὐτῶν διέξοδον ἐστεγάνωσε τῷ τε τῶν ὀδόντων, τῷ τε τῶν χειλέων. καὶ τεῖχος οἷον ἐπὶ τείχει τοῦτο ἐμηχανήσατο. καὶ ὡς δεσμώτας τοὺς λόγους ἐγκατέκλεισεν. ὁ τοίνυν μὴ καίριος λόγος, λέγοιτ' ἂν, τυραννῆσαι τὴν ἔξοδον. καὶ φυγὰς τοῦ τῶν ὀδόντων ἕρκους δεκπεσεῖν. ὅτι δὲ τὸ σιγᾶν ἐγκλεισμῷ λόγου ἔοικε, δηλοῖ καὶ Σοφοκλῆς, εἰπών. εἰ μὴ γλῶσσαν ἐγκλείσοι φόβος. Σημείωσαι δὲ ὅτι τὸ δηλωθὲν βαρὺ τῆς Ἀθηνᾶς ἦθος ἐν τῷ, τί οἱ τόσον ὠδύσσαο, ἀμείβεται ὁ Ζεὺς διὰ τοῦ ῥηθέντος σκώμματος εὐφυῶς. (Vers. 65.) Ὅτι ὁπηνίκα τις ὀνειδισθείη ὡς ἐπιλησθείς τινος ἐνδόξου, εἴποι ἂν καλῶς, τὸ, πῶς ἂν ἐγὼ ἔπειτα ἀνδρὸς θείοιο λαθοίμην, ὃς τοιόσδε ἢ τοιόσδε ἐστί. Δεῖ δὲ εἰδέναι ὅτι τὸ, πῶς ἂν ἐγὼ τοῦ δεῖνος λαθοίμην, ἐνδιαθετώτερόν ἐστι τοῦ, οὐκ ἂν τοῦ δεῖνος λαθοίμην. τοῦτο μὲν γὰρ, σεμνὸν διὰ τὸ ἀποφαντικῶς ἐξάγεσθαι. ἐκεῖνο δὲ ἰδέας ἀληθοῦς διὰ τὸ τῆς ἐρωτήσεως ἀναντίῤῥητον. (Vers. 66.) Ὅτι δύο ταῦτα ὁ ποιητὴς τῷ Ὀδυσσεῖ ἐπιμαρτύρεται διὰ τοῦ Διὸς ὡς προδεδήλωται ἀγαθὰ, ὅτι τὲ κατὰ νοῦν περίεστι πάντων ὅ ἐστιν ὑπερέχει, καὶ ὅτι περὶ τὸ θεῖον εὐσεβεῖ. σύνεσις ἄρα καὶ εὐσέβεια μᾶλλον τῶν ἄλλων οἶδε κοσμεῖν τὸν ἄνθρωπον. καὶ ἔστιν ἔπαινος ἀνδρὸς τοιούτου τὸ, ὃς περὶ μὲν νόον ἐστὶ βροτῶν, περὶ δὲ ἱερὰ θεῷ ἀθανάτῳ