Ancient Greek
Volume 1
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Odysseam 1.203.1
Not analysed yet
αἴρειν αὐτὰς, βαστάζεσθαι ἔφασκον. ἐβαστάζοντο δέ φασι τράπεζαι, δοθείσης κράσεως ἀγαθοῦ δαίμονος. ἤγουν μετὰ τὸ δοθῆναι κράμα τὸ οὕτω καλούμενον ἀγαθοῦ δαίμονος, ἤτοι ἀγαθῆς τύχης. πρὸς ὃ παίξας Διονύσιος ὁ Σικελιώτης ἀσεβῶς καθὰ ὁ δειπνοσοφιστὴς ἱστορεῖ, ἀνακειμένης Ἀσκληπιῷ χρυσῆς τραπέζης ἐν Συρακούσαις, προπιὼν αὐτῷ ἄκρατον ἀγαθοῦ δαίμονος, ἐκέλευσε βασταχθῆναι τὴν τράπεζαν. (Vers. 100.) Ὅτι χρήσιμον εἰς πλοῦν μακρὸν ῥηθῆναι τὸ, τίς ἂν ἑκὼν τοσόνδε διαδράμοι ἁλμυρὸν ὕδωρ ἄσπετον; οὐδέ τις ἄγχι βροτῶν πόλις. λέγει δὲ ταῦτα ὁ Ὁμηρικὸς Ἑρμῆς ἐκτετοπίσθαι δηλῶν τὴν νῆσον τῆς Καλυψοῦς. Ἁλμυρὸν δὲ ὕδωρ ἄσπετον, τὴν θάλασσαν λέγει περιφράσας. ἄλλως γὰρ, οὐκ ἂν οὔτε τὸ ἁπλῶς ὕδωρ εἴη ἂν θάλασσα, οὔτε τὸ ἁλμυρὸν ὕδωρ. εἰ γὰρ καὶ ὁ Λοκρὸς Αἴας ὕδωρ ἁλμυρὸν πιὼν ἀπόλωλεν, ἀλλ' οὐ θάλασσαν ἐξέπιε, βραχὺ δέ τι αὐτῆς. ὁμοῦ τοίνυν τὸ, ἄσπετον ἁλμυρὸν ὕδωρ, εἴη ἂν θάλασσα. Τὸ δὲ βροτῶν πόλις, ἢ παρέλκον ἔχει τὸ βροτῶν, ἢ τὴν κατοικουμένην δηλοῖ καὶ μὴ ἁπλῶς οὕτω καὶ ὁμωνύμως πόλιν. (Vers. 104.) Ὅτι τὸ περὶ Διὸς ἐνταῦθα ῥηθὲν ὑπὸ τοῦ Ἑρμοῦ, ἔστι παρῳδηθὲν οὕτως ὀρθῶς ῥηθῆναι. ἀλλὰ μάλ' οὔπως ἐστὶ θεοῦ νόον οὔτε παρὲξ ἐλθεῖν τινα, οὔθ' ἁλιῶσαι. ἔστι δὲ παρὲξ ἐλθεῖν μὲν, τὸ μερικῶς παραβῆναι. καὶ Ὁμηρικώτερον εἰπεῖν, παρὲκ Διὸς νόον ἐλθεῖν, ἁλιῶσαι δὲ, τὸ παντελῶς ματαιῶσαι καὶ ἀφεῖναι διεκπεσεῖν ἄπρακτον. (Vers. 105.) Ὅτι τὸ μὲν ὀϊζυρὸς ἐκτείνει κοινῶς τὸ παραλῆγον δίχρονον, οἷον, ἐπεί μιν ὀϊζυρὸν τέκε μήτηρ. ἐνταῦθα δὲ τὸ ὀϊζυρότατος, δοκεῖ μὴ ἐκτείνειν τὴν ζυ συλλαβήν. ὡς δηλοῖ τὸ ἄνδρα παρεῖναι ὀϊζυρώτατον ἄλλων. ὅπερ ἐκτείνει τὴν ἀπὸ τέλους τρίτην συλλαβὴν κατὰ τὸ ὀχυρώτατος. εἰ δὲ καὶ νῦν ἐκτείνεται τὸ υ συνήθως ὥσπερ δὴ καὶ ἐκτέταται, καὶ δι' αὐτὸ συστέλλεται ἡ προπαραλήγουσα τοῦ ὀϊζυρότατος ὡς ἰσχυρότατος, ζήτει πάθος ὅμοιον καὶ ἐν τῷ λαρώτατος, καὶ ἐν τῷ κακοξεινώτερος. περὶ ὧν ἐν τῇ β ῥαψῳδίᾳ προδεδήλωται. (Vers. 106.) Ὅτι πάνυ γοργῶς ὁ ποιητὴς συντεμὼν τὰ τοῦ Τρωϊκοῦ πολέμου ἕως τῶν κατὰ τὸν Ὀδυσσέα καὶ τὴν Καλυψὼ, φησίν. ἀνδρῶν, οἳ ἄστυ περὶ Πριάμοιο μάχοντο εἰνάετες. δεκάτῳ δὲ, πόλιν πέρσαντες, ἔβησαν οἴκαδε. ἀτὰρ ἐν νόστῳ Ἀθηναίην ἀλίτοντο. ἥ σφιν ἐπῶρσ' ἄνεμόν τε κακὸν, καὶ κύματα μακρά. ὅτε οἱ μὲν ἑταῖροι τοῦ Ὀδυσσέως, ἀπέφθιθον. τὸν δὲ, ἄνεμός τε φέρων καὶ κῦμα, ἐπέλασεν ἐκεῖ. (Vers. 108.) Ὅρα δὲ ὡς καὶ νῦν σεμνῶς ἐῤῥέθη τὸ, Ἀθηναίην ἀλίτοντο. σεσίγηται γὰρ ἡ τοῦ Λοκροῦ ἀσέλγεια καθὰ καὶ ἐχρῆν. Τοῦ δὲ ἔφθιθον πρωτότυπον ἐν χρήσεσι κείμενον, τὸ φθίω. ἐξ οὗ κατὰ πλεονασμὸν, οὐ μόνον τὸ φθίθω, ἀλλὰ καὶ τὸ φθίνω. οὗ περ αὖθις, τὸ φθινύθω παράγωγον. (Vers. 113.) Ὅτι ἐλπίδος ἀγαθῆς ἐπὶ ἀποδήμῳ τὸ, οὐ γάρ οἱ αἶσα φίλων ἀπὸ νόσφιν ὀλέσθαι. ἀλλ' ἔτι οἱ μοῖρ' ἐστὶ φίλους τ' ἰδέειν καὶ ἱκέσθαι οἶκον ἐς ὑψόροφον καὶ ἑὴν ἐς πατρίδα γαῖαν. πρωθύστερον δὲ καὶ τοῦτο. πρῶτον γάρ τις εἰς πατρίδα εἶτα καὶ εἰς οἶκον ἱκνεῖται. Ὅρα δὲ ὅτι Ὁμήρου ταυτὰ ἔχοντος τὴν αἶσαν καὶ τὴν μοῖραν ἐπὶ τοῦ πεπρωμένου, ἐκεῖθεν δὲ τὰς αὐτὰς λέξεις τιθεμένου καὶ ἐπὶ καθήκοντος, ὡς δηλοῖ τὸ αἴσιον καὶ τὸ κατὰ μοῖραν, μεταλαβόντες οἱ ὕστερον, καὶ ἐπί τινος τάξεως αὐτὰ τιθέασι. λέγοντες ἐν μοίρᾳ ἢ αἴσῃ τοιᾷδε, τετάχθαί τινας. (Vers. 116.) Ὅτι ἀκούσασα Καλυψὼ ἃ εἶπεν Ἑρμῆς, ἐῤῥίγησε μή ποτέ φασι κληθεὶς ἀνὴρ αὐτῆς ἀναιρεθείη πρὸς Διὸς καὶ θάνατον τοῦ γάμου ἀλλάξηται ὡς καὶ ἄλλοι ἔπαθον οὓς καὶ ἀπαριθμήσεται. λέγει δὲ ἡ αὐτὴ πρὸς τὸν Ἑρμῆν, καὶ ὡς εὐεργέτησε περισωσαμένη τὸν Ὀδυσσέα, οὐκ ὀνειδίζουσα ἐφ' οἷς εὖ πεποίηκε. χρὴ γὰρ ὡς τὰ πολλὰ τὸν μὲν εὐεργετοῦντα ἐπιλελῆσθαι. τὸν δὲ ὠφεληθέντα, μεμνῆσθαι. καὶ μὴ ἀποῤῥεῖν αὐτοῦ τὴν μνήμην τοῦ εὖ παθεῖν, ἀλλ' ἀποδεικνῦσα δίκαιον εἶναι, τὸν εὖ παθόντα συνεῖναι αὐτῇ. καὶ συνάγουσα ὡς ὁ ἀποσπῶν αὐτῆς τὸν εὖ πάσχοντα, οὐ κήδεται αὐτοῦ. Ὀδυσσεὺς δέ γε ἐν τοῖς ἑξῆς μαθὼν τὰ ἐκ τῆς Καλυψοῦς ἐῤῥίγησε, διά τε τὸ δύσελπι τῆς πορείας, καὶ διὰ τὸ τῆς ὥρας κατάστημα ὡς ἢ χειμέριον ἢ οὐ μακρὰν χειμῶνος ὄν. παρά τε γὰρ τῇ Καλυψοῖ πῦρ ἐπὶ τῆς ἐσχάρας καίεται, καὶ παρὰ τοῖς Φαίαξι δὲ καὶ τῷ δούλῳ Εὐμαίῳ. καὶ παρὰ τῇ Πηνελόπῃ δὲ πυρὸς ὁ Ὀδυσσεὺς δέεται διὰ τὸ ἐν τῷ περιέχοντι ψύχος. οὗ δηλωτικὰ ἐν τοῖς ἑξῆς, καὶ ἡ ἑώα στίβη. καὶ αἱ ἀθέσφατοι νύκτες. εἰ δὲ ἀπείθανον, ἄμπελον ἡμερίδα τηνικαῦτα τεθηλέναι σταφυλαῖς, ἀλλ' ἐγράφη ἑτέρα ἔννοια, ἡ περὶ τῆς ἰξοφόρου ἡμερίδος. ὅτι δὲ Καλυψὼ διὰ τὸ περὶ τῷ Ὀδυσσεῖ δέος ἐῤῥίγησε θάνατον αὐτοῦ πρὸς Διὸς ὑποπτεύουσα, δηλώσει μετ' ὀλίγα εἰποῦσα καὶ αὐτὴ ὡς ἐπεὶ οὐκ ἔστι τὸν τοῦ Διὸς νοῦν παρὲξ ἐλθεῖν οὔθ' ἁλιῶσαι, ἐῤῥέτω εἴ μιν κεῖνος ἐποτρύνει καὶ ἀνώγει.