Ancient Greek
Volume 1
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Odysseam 1.204.1
Not analysed yet
τουτέστιν, ὀλλύσθω. φθειρέσθω κατὰ τὸ βούλημα τοῦ Διός. Ὅτι δὲ τὸ ἔῤῥειν ἐκ τῆς εν προθέσεως γίνεται καὶ τοῦ ῥεῖν διὸ καὶ ἐν δυσὶ ῥῶ γράφεται τραπέντος τοῦ ν εἰς ρ, δῆλόν ἐστι. καὶ ὅτι τὴν Καλυψὼ καθὰ καὶ τὴν Ἰὼ, Καλυψοῦν καὶ Ἰοῦν οἱ πλείονες Ἴωνες γράφουσι. τὴν Καλυψὼ δὲ εἰπεῖν, καὶ τὴν Ἰὼ Ἀττικόν ἐστιν. ἐν δὲ τοῖς ἑξῆς που ἑτεροία σκευωρία δηλωθήσεται τῆς τοῦ ἔῤῥειν παραγωγῆς. (Vers. 118. sqq.) Ὅτι δεινῶς πιθανολογῶν ὁ ποιητὴς τὸ κατὰ τὴν Καλυψὼ καὶ τὸν Ὀδυσσέα μυθικὸν πλάσμα ὡς δηλαδὴ οὐκ αὐτὸς μόνος τοιοῦτον ἐπλάσατο, παράγει ὁμοίως ἔρωτας τὸν τῆς Ἠοῦς καὶ τοῦ Ὠρίωνος καὶ τὸν τοῦ Ἰασίωνος καὶ τῆς Δήμητρος. οὕτω καὶ ἐν Ἰλιάδι τὸν περὶ Ἀφροδίτης καὶ Ἄρεος μῦθον ὅτε ἐτρώθησαν, παραμυθεῖται ὁμοιότητι μύθων πεπλασμένων πρὸ τῆς Ὁμηρικῆς ποιήσεως. ἔτι δὲ καὶ ἄλλως τὸ τῆς Καλυψοῦς δέος ὡς εὔλογον συνιστῶν, δηλοῖ ἐν τούτοις καὶ ὅτι οὐκ ἂν ἔξω λόγου πτοοῖτο, εὖ εἰδεῖα ὡς Ὠρίων μὲν διὰ τὴν Ἠῶ ἀνήρηται, Ἰασίων δὲ διὰ τὴν Δήμητραν. ὡς μηδὲν λοιπὸν ἀπεικὸς εἶναι, καὶ τὸν Ὀδυσσέα οὕτω παθεῖν ὑπὸ Διὸς διὰ τὴν Καλυψώ. ἐπεὶ καὶ τὸν Ἰασίωνα, Ζεὺς ἐκεραύνωσεν. ἔχει δὲ ἡ Ὁμηρικὴ ἐν τούτοις φράσις, οὕτω. σχέτλιοί ἐστε θεοὶ ζηλήμονες ἔξοχον ἄλλων οἵτε θεαῖς ἀγάασθε παρ' ἀνδράσιν εὐνάζεσθαι ἀμφαδίην. ἥτις τε φίλον ποιήσετ' ἀκοίτην. ὡς μὲν ὅτ' Ὠρίων' ἕλετο ῥοδοδάκτυλος Ἠὼς, τόφρά οἱ ἠγάασθε ἕως μιν ἐν Ὀρτυγίῃ χρυσόθρονος Ἄρτεμις ἁγνὴ, οἷς ἀγανοῖς βελέεσσιν ἐποιχομένη κατέπεφνεν. ὡς δ' ὁπότ' Ἰασίωνι ἐϋπλόκαμος Δημήτηρ ᾧ θυμῷ εἴξασα μίγη φιλότητι καὶ εὐνῇ νειῷ ἐνὶ τριπόλῳ, οὐδὲ δὴν ἦεν ἄπυστος Ζεύς. ὅς μιν κατέπεφνε βαλὼν ἀργῆτι κεραυνῷ. τουτέστι ταχυτάτῳ ἢ φαιδρῷ. ὡς δ' αὖ νῦν μοι ἄγασθε θεοὶ, βροτὸν ἄνδρα παρεῖναι. εἶτα καὶ ὡς εὖ πεποίηκε τὸν Ὀδυσσέα καθὰ καὶ πρὸ βραχέων ἐῤῥέθη ἐκτιθεμένη, φησί. τὸν μὲν ἐγὼν ἐσάωσα περὶ τρόπιος βεβαῶτα οἶον. ἐπεί οἱ νῆα θοὴν ἀργῆτι κεραυνῷ Ζεὺς ἔλσας, ἐκέασσε μέσω ἐνὶ οἴνοπι πόντῳ. καὶ τὰ ἑξῆς. ἐν οἷς ἡ Καλυψὼ παραλαλεῖ, ὡς οὐκ ἂν ὁ Ζεὺς ἐπ' εὐνοίᾳ τὸν Ὀδυσσέα τῆς Καλυψοῦς ἀπάγοι τῆς οὕτω περιποιησαμένης. καὶ μὴ τοῦτο μόνον, ἀλλὰ καὶ μελετώσης ἀπαθανατίσαι αὐτόν. φησὶ γάρ. τὸν μὲν ἐγὼ φίλεόν τε καὶ ἔτρεφον, ἠδὲ ἔφασκον θήσειν ἀθάνατον καὶ ἀγήραον ἤματα πάντα. ὅπερ δύναται παρῳδηθῆναι περί τινος ὅτε λίαν πάνυ φιλεῖται πρός τινος. καὶ μάλιστα εἰ καὶ λογίως ἀνατρέφοιτό τις. ἡ δὲ ἀλληγορία, καὶ τὸν τοιοῦτον λόγον τῆς Καλυψοῦς εὖ συμβιβάζουσα πρὸς ἀκολουθίαν τῶν ἐν τῇ πρώτῃ ῥαψῳδία ἀλληγορημένων, ὑπονοεῖ ἐν τούτοις τὴν κατὰ σῶμα κολακείαν. ὑφ' ἧς δελεαζόμενος ὁ φιλοσοφῶν πείθεται προστετηκέναι τοῖς σωματικοῖς. ὑφορώμενος μὲν τὸ καματηρὸν καὶ ἐπίμοχθον διὰ τὸ φιλοσώματον, τρεφόμενος δὲ περιεργότερον ἐπὶ πραγματείᾳ ὑγείας, ὡς μὴ ἐξὸν συνεστάναι ἄλλως καὶ φιλοσοφεῖν. καὶ τοιοῦτον μὲν καὶ τοῦτο. (Vers. 118.) Τὸ δὲ ζηλήμονες, γράφεται μὲν καὶ δηλήμονες ὅ ἐστι βλαπτικοὶ γίνεται δὲ ἀπὸ τοῦ ζηλῶ ζηλήσω, ὅπέρ ἐστιν εἶδος οὐκ ἐλλόγου θυμοῦ. τὸ δέ γε ζηλώσειν, οὐκ οἶδεν ὁ ποιητής. ὡς δὲ καὶ ἄλλα εἰσὶ ῥήματα πρὸς διαφόρους σημασίας ὑπαγόμενα διαφόροις συζυγίαις, ἱκανῶς ἐν τῇ Ἰλιάδι δεδήλωται ὧν ἐστι καὶ τὸ κηλῶ κηλώσω. ἐξ οὗ καὶ τὰ παρὰ Λυκόφρονι κηλωστά. καὶ τὸ κηλῶ κηλήσω. ἀφ' οὗ ὁ ἐν τοῖς ἑξῆς κηληθμός. (Vers. 119.) Σημείωσαι δὲ ὅτι ἑρμηνεύων ὁ ποιητὴς τὸ ζηλῆσαι, ἐπήγαγε δὶς τὸ ἀγάασθε. τουτέστι, φθονεῖτε. μέμφεσθε. ὥστε καὶ ζηλήμονες, οἱ φθονεροί. καὶ ὡς μὲν ὁ χυδαῖος φησὶν ἄνθρωπος, οἱ ζηλευταί. ὡς δὲ ὁ λόγιος, οἱ ζηλότυποι. λέξις αὕτη, οὐκ ἐπαινετή. ὡς δηλοῖ καὶ ὁ παραδοὺς διαφορὰν ζήλου καὶ ζηλοτυπίας. ὃς λέγει ὅτι ζηλοτυπία μὲν, ἐπὶ μίσους. ζηλοτυπεῖ γοῦν Ἥρα κατὰ Σεμέλης. ζῆλος δὲ, μίμησις καλοῦ. οἷον. ζηλοῖ δέ τε γείτονα γείτων. (Vers. 119.) Τὸ δὲ ἀγάασθαι, φασὶν οἱ παλαιοὶ τρία σημαίνειν. τὸ θαυμάζειν. τὸ φθονεῖν. τὸ μισεῖν. Ὅμηρος δὲ τὸ ἄγασθε, καὶ ἀγάασθε εἶπεν, ὡς ταυτὰ ὄντα. ἔστι δὲ τὸ ἀγάω πρωτότυπον τοῦ ἀγαίω, ὅπερ ἀλλαχοῦ κεῖται. (Vers. 120.) Τὸ δὲ ἀμφαδίην, ἢ ἐπίῤῥημά ἐστιν ὀνοματικὸν, ἢ ἄντικρυς ὄνομα ἐλλειπτικὸν, λείπει γὰρ τὸ εὐνὴν, ληφθὲν κατὰ κοινοῦ ἐκ τοῦ εὐνάζεσθαι. φησὶ γάρ. εὐνάζεσθαι ἀμφαδίην. ἤγουν εὐνὴν φανεράν. Τὸ δὲ ἥτις ποιήσεται ἀκοίτην, πρὸς ἀκρίβειαν ἐῤῥέθη. οὐ γὰρ πᾶσαι ζηλοῦνται, ἀλλ' ἡ ποιησαμένη ἀκοίτην θνητόν τινα. τοῦτο δὲ καὶ ἀπορίαν λύει. τί γὰρ δή ποτε οὐ πάντας ὁ μῦθος τιμωρεῖ ὅσοι θνητοὶ θεαῖς εὐνήθησαν; ἢ πάντως, ὅτι οὐκ ἔσχον αὐταὶ ἀκοίτας ἐκείνους. Ὅρα δὲ τὸ, ποιήσεται ἀκοίτην. δοθεὶς μὲν γὰρ θνητὸς θεᾷ εἰς ἄνδρα ὡς Πηλεὺς Θέτιδι, οὐ πείσεται κακὸν, ζηλωθείς. ποιηθεὶς δὲ εἰς ἄνδρα, τιμωρηθήσεται. καὶ ἔστιν ὁ ποιητὸς οὗτος ἀκοίτης, θετός. καθ'