Ancient Greek
Volume 1
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Odysseam 1.205.1
Not analysed yet
ὁμοιότητα τοῦ, εἰσποίητος παῖς. (Vers. 121.) Τὸ δὲ ὡς μὲν, καὶ ὡς δὲ, καὶ ὡς δ' αὖ, ταυτόν ἐστι τῷ ὡσαύτως. Περὶ δὲ Ὠρίωνος ὅτι τε κυνηγέτης ἄριστος ἦν, καὶ ὡς οὐκ ἐκ τοῦ ὡραῖος εἶναι ἀλλ' ἐξ οὔρου ἢ ὤρας ἤτοι φροντίδος παρῆκται διὸ καὶ ψιλοῦται ὡς δηλοῖ καὶ τὸ, ὅτ' Ὀρίωνα, καὶ ὡς ὑπὸ σκορπίου πληγεὶς τέθνηκεν, ἄλλοι τε δηλοῦσι, καὶ οἱ τοῦ Ἀράτου ὑπομνηματισταί. Ὅμηρος δὲ, θάνατον αἰφνίδιον αὐτοῦ ἱστορεῖ. τοιοῦτον γάρ τοι δηλοῖ τὰ τῆς Ἀρτέμιδος ἀγανὰ βέλη οἷς αὐτὸν κατέπεφνεν ὡς πλημελοῦντά τι φασὶν εἰς αὐτήν. ἄλλως γὰρ οὐκ ἀναιρεῖ Ἄρτεμις ἄῤῥενας ὡς καὶ προσεσημείωται. διὸ καὶ ἠθέτησάν τινες τὸν Ὁμηρικὸν τοῦτον τόπον διὰ τὸ τῆς πράξεως ἄηθες. ἦν δὲ κάλλιστος ἀνδρῶν κατὰ τὴν ἱστορίαν ὁ Ὠρίων καθὰ καὶ ὁ Τιθωνός. δοκεῖ δὲ καὶ πρὸ ὥρας ἁρπαγῆναι τοῦ βίου κατ' ἐκεῖνον. διὸ καὶ ἐπ' αὐτῷ ἐφημίσθη ὃ καὶ ἐπὶ τοῖς ἄλλοις τοῖς κατ' αὐτόν. φασὶ γὰρ ὅτι τοὺς τοιούτους νέους ἅμα ἡμέρᾳ ἐξωσίουν ταφῇ οἱ προσήκοντες ὡς μὴ ἀνεκτὸν ὂν, ἡλίῳ θεαθῆναι τοιοῦτον κακόν. διὸ καὶ ἐλέγετο ἁρπάζειν αὐτοὺς ἡ ἡμέρα. ἣν ῥοδοδάκτυλον λέγει, σωματικώτερον, εἰ μὴ ἄρα κἀνταῦθα Ἠὼς ἡ πρωΐα νοηθῇ κατὰ τὴν ῥηθεῖσαν ἱστορίαν. τότε γὰρ οὐ πρὸς σῶμα ἀλλὰ πρὸς ἀλληγορίαν προσαρμόσει αὐτῇ τὸ ῥοδοδάκτυλον ὡς καὶ προδεδήλωται. εἰ γὰρ καὶ ἡ ἀλληγορία εἰς ταυτὸν ἄγει τὴν ἡμέραν καὶ τὴν ἠῶ, ἀλλ' ἡ ποίησις, διαφόρους αὐτὰς λαλεῖ. Ἡσίοδος γοῦν τὴν μὲν ἡμέραν, νυκτὸς μητρὸς γενεαλογεῖ ἐν τῷ, νυκτός δ' αὖτ' αἰθήρ τε καὶ ἡμέρη. τὴν δὲ Ἠῶ, Θείας ὑποτίθεται θυγατέρα. εἰπὼν. Θεία δ' Ἠέλιόν τε μέγαν λαμπράν τε Σελήνην Ἠῶ θ' ἣ πάντεσσιν ἐπιχθονίοισιν φαείνει, γείνατο. περὶ δὲ Ἠοῦς ὡς σωματοειδοῦς, λαλεῖ καὶ τὸ, ἀλλ' ἤτοι Κλεῖτον χρυσόθρονος ἥρπασεν Ἠὼς. Ἰστέον δὲ ὡς οὐ μόνον τὸ ἄνθος τὸ ῥόδον ᾠκείωται τῷ Ἡλίῳ οὗ ἔργον ἡ ῥοδοδάκτυλος Ἠὼς, ἀλλὰ καὶ ἡ Ῥόδος ἡ νῆσος, διὰ τὴν πρὸς τὸ ἄνθος ὁμωνυμίαν. Ἡλίου γὰρ ἱερὰν τὴν Ῥόδον ἄλλοι τέ φασι καὶ ὁ Πίνδαρος. εἰ δὲ ἐκ τοῦ ῥόδου καὶ ἡ ῥοδάνη γίνεται, οὐκ ἔστιν εἰπεῖν σταθερῶς. ἧς ἡ χρῆσις ἐν λέξεσιν εὕρηται ῥητορικαῖς, οὕτω, κρόκην λεκτέον οὐχὶ ῥοδάνην. ἐξ οὗ καὶ τὸ ῥοδανίζειν κοινότερον. δοκεῖ δέ τι συμβάλλεσθαι εἰς τὸ γνῶναι τὴν τοιαύτην λέξιν τὸ, ῥοδανονδονακῆα, ὅπερ ἐν τῇ Ἰλιάδι κεῖται. περὶ δὲ Ὠρίωνος, καὶ ἐν τοῖς κατὰ τὴν νεκυίαν δηλωθήσεται ὡς ἐγχωρεῖ. Τιθωνοῦ δὲ εἰ καὶ μὴ ἐμνήσθη ὁ ποιητὴς ἐνταῦθα, ὅμως ἱστόρησεν ἐν τῇ Ἰλιάδι ἐπιτροχάδην αὐτὸν καθὰ. καὶ ἔδει περὶ οὗ ἰστέον, ὅτι ἐξ αὐτοῦ ὡς ὑπεργηράσαντος, οἱ λίαν πρεσβύται, Τιθωνοὶ ἐσκώπτοντο. ὡς καὶ ἀπὸ τοῦ Ἰαπετοῦ καὶ Κρόνου, οἱ αὐτοὶ, Κρόνοι τε καὶ Ἰαπετοί. ληροῖ δὲ ὁ μῦθος περὶ Τιθωνοῦ, καὶ ὅτι διὰ γῆρας, ἐν ταλάρῳ ἢ καρτάλῳ τῷ δηλουμένῳ ἐν τοῖς τοῦ κωμικοῦ, ἐκρεμάσθη. ὡς ἂν δηλαδὴ μὴ φαίνοιτο τοῖς πολλοῖς. ἢ εἰς τέττιγα μετεβλήθη. (Vers. 123.) Τὸ δὲ ἕλετο, ταυτὸν τῷ, ἐξείλετο, προέκρινεν. Ὀρτυγία δὲ κατὰ τοὺς πλείονας, ἡ Δῆλος, μία τῶν Κυκλάδων περὶ ἧς φασὶ καὶ οἱ τοῦ Λυκόφρονος σχολιασταὶ ὡς παρωνυμουμένης ὄρτυγι δαιμονίᾳ τινί. ἢ καὶ παρὰ τοὺς ἐκ πελάγους εἰς τὴν Δῆλον καταίροντας ὄρτυγας ὡς ἐν τοῖς ἑξῆς που φανεῖται. Ἁγνὴν δὲ τὴν Ἄρτεμιν ὡς παρθένον καλεῖ. ὅπερ ἡ Ἀφροδίτη οὐκ ἂν ἔχοι. (Vers. 125. sqq.) Τὸν δὲ Ἰασίωνα, γεωργὸν ἡ κατὰ τὸν Ἑλλάνικον ἱστορία ἔχει Κρῆτα τὸ γένος. Διὸς υἱὸν καὶ Ἡμέρας, παρ' ᾧ μετὰ κατακλυσμὸν εὑρέθη φασὶ σπέρματα. ὅθεν καὶ ἡ Δημήτηρ κατὰ τὸν μῦθον ἐφίλει αὐτὸν ὡς καὶ Ἡσιόδῳ δοκεῖ. καὶ μίγνυται, οὐκ ἐν θαλάμῳ ἀλλ' ἐν νειῷ τριπόλῳ. ἣν ὁ αὐτὸς Ἡσίοδος ἐξαίρει ἀλεξιάρην καλέσας καὶ παίδων εὐκηλήτειραν, καὶ ἐκ τῆς τοιαύτης μίξεως ὁ πλοῦτος γεννᾶται. ὁ ὡραῖος δηλαδή. ὃν γαῖα φέρει Δημήτερος ἀκτήν. ὁ δὲ τῷ Ἰασίωνι τούτῳ ἐνσκήψας κεραυνὸς, εἰς πολὺν αὐχμὸν νοεῖται, ὃς οἷα ὀλέθριος ἀπεναντίας ἥκει τοῖς γεωργοῖς ὅτε γένηται. (Vers. 125.) Τὸ δὲ ὅλον εἰπεῖν, ἐπεὶ γεωργικώτατος ὁ Ἰασίων, δόξαν ἔσχε, Δήμητρι συνῳκηκέναι καὶ τὸν πλοῦτον τεκεῖν καθ' Ἡσίοδον. δοκεῖ δὲ καὶ προσφυῶς κληθῆναι Ἰασίων, ὡς παρὰ τὸ ἵημι διὰ τὴν τῶν σπορίμων ἕσιν ὅ ἐστι πέμψιν κατὰ τῆς γῆς. ὁ δὲ Ἀῤῥιανὸς ἱστορεῖ καὶ ὅτι Ἰασίων, ἀδελφὸς Ἀετίωνος καὶ Δαρδάνου πρόγονος Πριάμου, ἐκ Δήμητρος καὶ Κόρης κάτοχος γενόμενος, εἴς τε Σικελίαν ἦλθε, καὶ ἐπὶ πολλὴν ἄλλην γῆν ἐπλανήθη τὰ ἐκείνης ὄργια δεικνύων. διὸ λόγον ἔσχεν, ὡς Δημήτηρ αὐτῷ μίσγεται. τούτου φησὶν υἱὸς, Πάριος. ᾧ ἐπώνυμον, τὸ ἐν Ἑλλησπόντῳ Πάριον ὡς οἰκιστῇ. ὅτι δὲ ἡ Δημήτηρ εἰς γῆν ἀλληγορεῖται ὡς οἵα τις γῆ μήτηρ, τεθρύληται. εἴη δὲ ἂν ἡ τοιαύτη εὐπλόκαμος, διὰ τοὺς ἐξ ἀνθέων στεφάνους οἷς κόμη καλλύνεται. Σημείωσαι δὲ ὅτι εἰ καὶ ταυτόν ποτε πλόκαμος καὶ πλοκαμὶς, ἀλλ' οἱ παλαιοὶ, καὶ κόσμον