Ancient Greek
Volume 1
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Odysseam 1.208.1
Not analysed yet
μέγιστος ὅρκος, Ἀττικῶς ἐῤῥέθη. τὸ γὰρ κοινὸν, ὃ μέγιστος ὅρκος πέλει. (Vers. 188.) Ὅτι ἀληθοῦς φιλίας τὸ, ἀλλὰ τὰ μὲν νοέω καὶ φράσσομαι. ἅσσ' ἂν ἐμοί περ μηδοίμην ὅτε με χρειὼ τόσον ἵκοι. τουτέστιν ἃ νοῶ ἐκεῖνα καὶ συμβουλεύσομαι, ἃ καὶ ἐμοὶ φρασαίμην ἂν ὅτε εἰς τοσοῦτον χρείας ἔλθω. Προσώπου δὲ συστατικὸν τὸ, καὶ γὰρ ἐμοὶ νόος ἐστὶν ἐναίσιμος. οὐδέ μοι αὐτῷ θυμὸς ἐνὶ στήθεσσι σιδήρεος ἀλλ' ἐλεήμων. (Vers. 196.) Φιλοξενίας δὲ ἔνδειξις τὸ, ἐτίθει παρὰ πᾶσαν ἐδωδὴν ἔσθειν καὶ πίνειν, οἷα βροτοὶ ἄνδρες ἔδουσιν. (Vers. 195.) Ἐν τούτοις δὲ κεῖται καὶ ὡς ἔνθα καθέζετ' ἐπὶ θρόνου Ὀδυσσεὺς, ἔνθεν ἀνέστη Ἑρμείας. δι' οὗ ἔστιν ὑπονοῆσαι ἀλληγορικῶς, περὶ τὸ αὐτοῦ ὑποκείμενον ἱδρύσθαι τόν τε λόγον καὶ τὸν αὐτοῦ μετέχοντα φιλόσοφον ἄνδρα ὁποῖος καὶ Ὀδυσσεύς. ἔχοι δ' ἄν τις τὸ τοιοῦτον εἰπεῖν ῥητὸν, καὶ ὅτε λογίου ἀνδρὸς σχολὴν, ἕτερος ὅμοιος αὐτῷ διαδέξεται. (Vers. 197.) Τὸ δὲ τὴν Καλυψὼ ἐνταῦθα τῷ μὲν Ὀδυσσεῖ παραθεῖναι οἷα βροτοὶ ἔδουσιν αὐτὴν δὲ ἄλλως τρυφᾶν, λαβὰς δίδωσι κατὰ γυναικὸς τρυφώσης ὑπὲρ τὸν ἄνδρα. (Vers. 199.) φησὶ γάρ. τῇ, δὲ παρ' ἀμβροσίην δμωαὶ καὶ νέκταρ ἔθηκαν. ὧν δηλαδὴ ἐὰν μετελάμβανε καὶ Ὀδυσσεὺς, ἀθάνατος ἦν ἂν κατὰ τὴν Καλυψὼ, τὴν καὶ βουλομένην αὐτὸ καθὰ ἐκείνη πρὸ ὀλίγων ἔφη. δῆλον δὲ ὡς ἀρέσκει τῷ μύθῳ, ἀθανατίζεσθαι τὸν γευσάμενον ἀμβροσίας καὶ νέκταρος. ἔχει δέ τι καὶ κολακείας ὁ τοιοῦτος τόπος ἐν ᾧ ἡ μὲν Καλυψὼ παρατίθησι τῷ Ὀδυσσεῖ, αἱ δὲ δμωαὶ τῇ Καλυψοῖ. (Vers. 204.) Ὅτι πρὸς φίλον ἐπικινδύνως οἴκαδε ἀπιόντα, εἰκὸς ῥηθῆναι τὸ, οὕτω νῦν οἶκονδε φίλην ἐς πατρίδα γαῖαν αὐτίκα νῦν ἐθέλεις ἰέναι, σὺ δὲ χαῖρε καὶ ἔμπης. εἴγε μὲν εἰδείης σῇσι φρεσὶν ἅσσα τοι αἶσα κήδε' ἀναπλῆσαι ἐνθάδε αὖθι μένων παρ' ἐμοὶ, τόδε δῶμα φυλάσσοις. (Vers. 215.) Πρὸς ταῦτα δὲ ὁ φιλοπάτρις εἴποι ἂν, οἶδα καὶ αὐτὸς πάντα μάλα. ἀλλὰ καὶ ὣς ἐθέλω καὶ ἐέλδομαι ἤματα πάντα οἴκαδέ τ' ἐλθέμεναι καὶ νόστιμον ἦμαρ ἰδέσθαι. εἰ δ' αὖ ῥαίῃσι θεὸς, τλήσομαι ἐνὶ στήθεσσιν ἔχων ταλαπενθέα θυμόν. εἰ δὲ καὶ πολύτλας ὁ τοιοῦτος ἐστὶ, προσθήσει καὶ τὰ ἐφεξῆς. ἤδη γὰρ μάλα πολλ' ἔπαθον καὶ πόλλ' ἐμόγησα κύμασι καὶ πολέμῳ, μετὰ καὶ τόδε τοῖσι γενέσθω. Ὀδυσσέως δὲ ταῦτα λέγοι. (Vers. 223.) ὃς καὶ ἐκ τούτων τλήμων συνάγεται, ὁ καὶ συντεμὼν ῥητορικῶς ἐν δυσὶ λέξεσι τὰ κατ' αὐτὸν μυρία πάθη. (Vers. 224.) Τὸ γὰρ κύμασι καὶ πολέμῳ, τὸ μὲν τὰ περὶ Τροῖαν δηλοῖ, τὸ δὲ, τὰ κατὰ θάλασσαν. (Vers. 207.) Ὅρα δὲ τὸ αὐτίκα νῦν, παραλλήλως δηλοῦντα τὸ αὐθωρόν. ἔστι δὲ ταυτόνοια καὶ ἐν τῷ, ἐνθάδε αὖθι. ὁ αὐτὸς γὰρ νοῦς ἐν ἀμφοῖν. (Vers. 208.) ὅμοιον δὲ καὶ τὸ, ἐθέλω καὶ ἐέλδομαι. καὶ τὸ, οἴκαδε ἐλθεῖν καὶ νόστιμον ἦμαρ ἰδέσθαι. εἰκὸς δὲ ἀγωνιῶσαν τὴν Καλυψὼ μὴ ἐνευκαιρεῖν ἐπιχύσει νοημάτων, ἀλλὰ συχνὰ ταυτολογεῖν. ὁ μέντοι ῥήτωρ Ὀδυσσεὺς τοσοῦτον ἀπέχει τοῦ οὕτω πολυλογεῖν. ὥστε καὶ τὰς ἀμυθήτους πράξεις τε καὶ πάθας, δυσὶν ἐμφῆναι ὀνόμασι τῷ, κύματα, καὶ τῷ, πολέμους. (Vers. 206.) Τὸ δὲ εἰδείης, ἐκ τοῦ εἴδω εἴδοιμι γίνεται, κατὰ μεταπλασμόν. ὁμοίως τῷ περιπατοῖμι περιπατοίην, καὶ τοῖς ὁμοίοις. (Vers. 208.) Τὸ δὲ τόδε δῶμα φυλάσσοις, ἀστείως ἐῤῥέθη ἀντὶ τοῦ ἐπιμελῶς αὐτὸ κατέχοις καὶ κατὰ σπουδὴν δίκην φύλακος. (Vers. 221.) Τοῦ δὲ ῥαίειν ὅ ἐστι φθείρειν, πρωτότυπον τὸ ῥῶ. ὡς καὶ τοῦ κλαίειν καὶ καίειν, τὸ κλῶ καὶ κῶ. (Vers. 211.) Ὅτι βαρυνομένη ἡ Καλυψὼ ἐφ' οἷς ἱμείρεται Ὀδυσσεὺς ἰδέσθαι τὴν αὐτοῦ ἄλοχον ἧς αἰὲν ἐέλδεται ἤματα πάντα, φησί. οὐ μέν θην ἤγουν οὐ μὴν δὴ, κείνης γε χερείων εὔχομαι εἶναι, οὐ δέμας οὐδὲ φυήν. ἔπαινος δὲ γυναικὸς ἀγαθῆς ταῦτα ὡς καὶ ἐν Ἰλιάδι κεῖται. (Vers. 212.) Εἶτα ἐπάγει πρὸς λόγου κατασκευὴν τὸ, ἐπεὶ οὔπως οὐδὲ ἔοικε θνητὰς, ἀθανάταις δέμας καὶ εἶδος ἐρίζειν. διὸ καὶ μέγας ἔπαινος γυναικὸς τὸ, θεαῖς εἰς ὦπα ἐῴκει. (Vers. 213.) Ὅρα δ' ἐνταῦθα τὸ, δέμας καὶ εἶδος ταυτὸν ἴσως ὂν ὡς εἴπερ ἔφη δέμας καὶ φυήν. καὶ οὕτω μὲν ἡ Καλυψὼ μετριώτερον. (Vers. 215.) Ὀδυσσεὺς δὲ παραιτησάμενος συγγνώμην ἐφ' οἷς προαιρεῖται οἴκαδε νοστῆσαι, φησί. πότνα θεά. μή μοι τόδε χώεο. οἶδα καὶ αὐτὸς πάντα μάλ' οὕνεκα σεῖο περίφρων Πηνελόπεια εἶδος ἀκιδνοτέρη μέγεθός τε εἰς ὦπα τ' ἰδέσθαι. ἡ μὲν γὰρ βροτός ἐστι. σὺ δ' ἀθάνατος καὶ ἀγήρως. ἀλλὰ καὶ ὣς ἐθέλω καὶ ἐέλδομαι καὶ τὰ ἑξῆς ὡς προσεχῶς ἀνωτέρω ἐγράφη. Καὶ ὅρα τὴν διὰ παντὸς τοῦ λόγου δεινότητα. τὸ τραχύ τε γὰρ τοῦ λόγου ἐλέανε ζητήσας ὡς ἐῤῥέθη συγνώμην, καὶ τῷ καταρτικῷ ἐπιθέτῳ ἐκολάκευσε. πότναν θεὰν προσειπὼν τὴν Καλυψώ. καὶ τῇ συντόμῳ συγκρίσει ἐταπεί-