Ancient Greek
Volume 1
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Odysseam 1.209.1
Not analysed yet
νωσε τὴν Πηνελόπην. (Vers. 216.) ὅμως μέντοι ἄλλως λεληθότως ἐσέμνυνεν ἐκείνην, παραῤῥίψας ἔπαινον τὸ, περίφρων Πηνελόπεια. οὗ ἕνεκεν δοκεῖ ἐκείνην φιλεῖν. μονοννουχὶ φάμενος, ὡς εἰ καὶ τὰ ἄλλα σοῦ ἀκιδνοτέρα, τὰ γοῦν κατὰ νοῦν περιττή ἐστι. (Vers. 220.) Σημείωσαι δὲ καὶ ὡς ἐπὶ πλέον θεραπεύων τὴν Καλυψὼ, οὐδὲ λέγει ὡς ἐθέλω καὶ ἐέλδομαι εἰς τὴν γυναῖκα ἐλθεῖν, ἀλλ' οἴκαδε ἁπλῶς νοστῆσαι. (Vers. 211.) Τὸ δὲ χερείων, τῇ ει διφθόγγῳ παραληγόμενον ἐν τῇ συγκρίσει, τῷ ἰῶτα μόνῳ παραλήγεται ὡς τρισύλλαβον ὁμοίως τῷ ἀρείων ἄριστος, ἐν τῇ ὑπερθέσει. τὸ γὰρ φυλάσσειν αὐτὴν καὶ ἐν τοῖς ὑπερθετικοῖς, τῶν δισυλλάβων ἐστίν. ὁποῖον τὸ, πλείων πλεῖστος μείων μεῖστος. (Vers. 212.) Φυῆς δὲ ὅτι παράγωγον εὐφυὴς πτελέα καὶ μηροὶ εὐφυεῖς, ἡ Ἰλιὰς δηλοῖ. οἱ δὲ ὕστερον, εὐφυῆ καὶ τὸν κατὰ νοῦν δεξιὸν εἶπον. Ἀττικοὶ δὲ, τὸν σκωπτικὸν εὐφυῆ ἐκάλουν κατά τινας. (Vers. 217.) Τὸ δὲ εἶδος μέγεθός τε, οὐκ ἂν εἴη ἑτεροῖον τῶν προειρημένων. τοῦ, δέμας καὶ εἶδος. καὶ δέμας καὶ φυήν. Ἀκιδνοτέρα δὲ κατὰ τοὺς γλωσσογράφους, ἡ ἀσθενεστέρα ἢ εὐτελεστέρα. περὶ οὗ ἐν τοῖς ἑξῆς που κρεῖττον ῥηθήσεται. Τὸ δὲ εἰς ὦπα ἰδέσθαι, δοκεῖ σφοδρότητός τι ἔχειν. ὡς τὰ μὲν εἰς ὄψιν, ἀκιδνοτέρας οὔσης τῆς Πηνελόπης οὐ μὴν καὶ τάγε εἰς τὸ περίφρονα εἶναι. (Vers. 218.) Ὅρα δὲ καὶ ὅτι τὸ βροτὸς ἀντέθηκε πρὸς τὸ ἀθάνατος. ἐπειδὴ καὶ κυρίως βροτὸς ὁ ἐν ῥοῇ καὶ ῥευστὸς, ἤτοι φθαρτός. ᾧ ἀντίθετον τὸ ἄφθαρτον. (Vers. 219.) Τὸ δὲ ἐθέλω καὶ ἐέλδομαι, τῇ παραλλήλῳ θέσει, τὸ πολὺ δηλοῖ τῆς ἐφέσεως. τάχα δὲ καὶ ἐπίτασις τοῦ ἐθέλειν τὸ ἐέλδεσθαι. (Vers. 227.) Ὅτι τὸ, τερπέσθην φιλότητι παρ' ἀλλήλοισι μένοντες, σεμνῶς πέφρασται ἐπὶ τῆς νύκτωρ συγκαθευδήσεως τῆς Καλυψοῦς καὶ τοῦ Ὀδυσσέως. (Vers. 229.) μεθ' ἣν διασκευάζων τὰ τῆς ἐξεγέρσεως, φησὶν ὡς ἅμα πρῳΐα, ὁ μὲν, χλαῖνάν τε χιτῶνά τε ἕννυτ' Ὀδυσσεύς. (Vers. 230.) αὐτή δ' ἀργύφεον ἤτοι λευκοϋφὲς φᾶρος μέγα ἕννυτο νύμφη. λεπτὸν καὶ χαρίεν. περὶ δὲ ζώνην βάλε τ' ἰξύϊ καλὴν χρυσείην, κεφαλῇ δ' ἐπέθηκε καλύπτρην. ταὐτὸν δὲ εἰπεῖν, κρήδεμνον. (Vers. 230.) Καὶ ὅρα ὅτι δὶς ἔφη τὸ ἕννυτο διὰ τὸ καίριον. οἱ δὲ ὕστερον, μετὰ προθέσεως ἀμφιέννυσθαι τὸ τοιοῦτον ῥῆμα φασί. Τὸ δὲ μέγα φᾶρος, εὐμεγέθη συλλογιστικῶς ἐμφαίνει τὴν Καλυψώ. ἧς ἀκιδνοτέρη τὸ μέγεθος ἡ Πηνελόπη προσεχῶς εἴρηται. (Vers. 231.) Εἰς δὲ τὸ ἰξύϊ, γράφουσιν οἱ παλαιοὶ τοιαῦτα. ῥάχις καλεῖται τὸ ὅλον. ἡ σύμπηξις τῶν λ δ σφονδύλων. ὧν οἱ πρῶτοι ἑπτὰ συμπληροῦσιν ἄνω τὸν τράχηλον. οἱ δὲ τελευταῖοι δέκα καὶ πέντε, τὴν ὀσφῦν. οἱ δὲ μέσοι δώδεκα, τὸν νῶτον. ὃν ἰξὺν ὁ ποιητής φασι λέγει, ἐπεὶ ἔστιν ἀνθρώποις ξύσαι αὐτὸν καὶ κνήσασθαι. ἐπὶ μέντοι ἀλόγων, κυρίως ἄκνηστις λέγεται. ὡς τὸ, κατ' ἄκνηστιν μέσα νῶτα. εἰ δὲ τοῦτό ἐστιν ἰξὺς, ὅρα ὅπως ἱστορεῖ ὁ ποιητὴς οὐ συνήθως περὶ τὴν ὀσφῦν ζώνυσθαι τὴν Καλυψώ. καὶ ὅτι οὐκ ἠρκέσθη φᾶρος ἁπλῶς καὶ ζώνην εἰπεῖν, εἰ μὴ καὶ ἐπιθέτοις αὐτὰ ἐκόσμησε. τὴν δέ γε καλύπτραν, οὕτω δόξαν αὐτῷ, δίχα ἐπιθέτου προήγαγεν. (Vers. 234.) Ὅτι ἐν τῷ, δῶκε μέν οἱ πέλεκυν μέγαν ἄρμενον ἐν παλάμῃσι χάλκεον ἀμφοτέρωθεν ἀκαχμένον. αὐτὰρ ἐν αὐτῷ, στειλειὸν περικαλλὲς ἐλάϊνον εὖ ἐναρηρός. δῶκε δ' ἔπειτα σκέπαρνον ἐΰξοον. (Vers. 246.) Καὶ πάλιν μετ' ὀλίγα. τόφρα δ' ἔνεικε τέρετρα Καλυψώ. (Vers. 258.) Καὶ αὖθις μετ' οὐ πολλά. τόφρα δὲ φάρε' ἔνεικε Καλυψὼ, φασὶν οἱ παλαιοὶ ὅτι ἐνῆν μὲν ἅπαντα ὑφὲν κομίσαι. ἡ δὲ, ἀλλὰς πολλὰς εὑρίσκει ἀφορμὰς τοῦ συχνὰ ἐντυγχάνειν τῷ Ὀδυσσεῖ οἷα κατακόρως αὐτοῦ ἐθέλουσα σχεῖν ἤδη μέλλοντος ἀποπλεῖν. (Vers. 234.) Ὅρα δὲ ὡς προέθετο καὶ νῦν καθὰ καὶ ἀλλαχοῦ, ἐργαλεῖα τεχνικὰ εἰπεῖν. πέλεκυν. σκέπαρνον. στάθμην τὲ καὶ τέρετρα. δι' ὧν καὶ πολυπειρίαν τῷ ἀκροατῇ ἐργάζεται, καὶ πλατύνει ἀφελῶς τὴν ποίησιν. οὐ διασαφεῖ δὲ καὶ ποῦ εὗρεν ἡ Καλυψὼ τὰ ναυπηγικὰ ἐργαλεῖα καὶ τὰ λοιπὰ, οἷα μὴ θέλων περὶ τοιοῦτόν τι κακοζήλως καὶ μικρολογικῶς ἀπασχολῆσαι τὴν ποίησιν. Ἀρετὴν δὲ τεχνίτου ἐμφαίνει, πέλεκυς ἄρμενος παλάμαις. ὁ γὰρ μὴ τοιοῦτος, ἀχρειοῖ ἐκεῖνον. οὕτω δὲ χρὴ καὶ τὸ στειλειὸν ἐναρηρέναι τῷ πελέκει διὰ τὸ εὔχρηστον. ἵνα θάτερον μὲν ἄκρον τοῦ στειλειοῦ ἐναρήρῃ τῷ πελέκει. τὸ δὲ ἕτερον, τῇ τοῦ τεχνίτου παλάμῃ. (Vers. 235.) Τὸ δὲ ἀμφοτέρωθεν ἀκαχμένον ἤτοι θλίβον τῇ τομῇ, τὸ ἀμφίστομον δηλοῖ. ὃ καὶ ἀμφίκοπον λέγεται. (Vers. 236.) Στειλειὸν δὲ οὐδετέρως τὸ ἐνιέμενον ξύλον εἰς τὴν θηλυκῶς λεγομένην στειλειὰν ἤγουν εἰς τὴν ὀπὴν τοῦ σιδήρου. καὶ φυλάσσεται μέχρι τοῦ νῦν ἡ λέξις, στειλειάριον λεγομένη παρὰ τοῖς πολλοῖς. ἣν στειλὰν ἤγουν ὀπὴν, οἱ μὲν παλαιοὶ, καὶ τρῆμα ἑρμηνεύουσι. τρητὸν δὲ μέχρι καὶ νῦν, οἱ περὶ Λυκίαν. Τὸ δὲ περικαλλὲς, ἢ