Ancient Greek
Volume 1
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Odysseam 1.213.1
Not analysed yet
δειπνοσοφιστῇ. ἔνθα φησὶν ὅτι Δημήτριος ὁ τοῦ Φαληρέως ἀπόγονος, τὴν Κορινθίαν ἑταίραν Ἀρισταγόραν ἔχων καὶ πάνυ φιληδῶν αὐτῇ ὡς καλλίστῃ, ἐν Παναθηναίοις ἵππαρχος ὢν, ἴκριον ἔστησε τῆς Ἀρισταγόρας πρὸς τοῖς ἑρμαῖς, μετεωρότερον τῶν ἑρμῶν. ἔστι δὲ τὸ τοιοῦτον ἴκριον, σκηνικὸν ὄρθωμα καὶ πανηγυρικόν. χρήσιμον ἐν θεάτρῳ, τοῖς ἀπ' αὐτοῦ θεωμένοις. ὁποῖα ἴσως ὕστερον τὰ ἰδιωτικῶς λεγόμενα σκαλωσίαι. Χρῆσις δὲ τοιούτων ἰκρίων, καὶ παρ' ἄλλοις ῥήτορσιν. ἐξ ὧν ἰκρίων, καὶ τὰ καλούμενα θεωρικὰ συνήγοντα χρήματα. (Vers. 253.) Τοῦ δὲ θαμέσι, δοκεῖ εὐθεῖα εἶναι ὁ θαμὴς διὰ τοῦ η. ἢ διὰ διχρόνου, ἡ θαμίς. Ἐπηγκενίδες δὲ, σανίδες ἐκ πρώρας εἰς πρύμναν τεταμέναι καὶ ἐπενηνεγμέναι. ὅθεν καὶ ἐτυμολογεῖται. παρὰ γὰρ τὸ ἐπενεγκεῖν, ἐπενεγκὶς γίνεται. καὶ κατὰ μετάθεσιν, ἐπεγκενὶς καὶ κατὰ ἔκτασιν, ἐπηγκενίς. ἔστι δὲ ἐπηγκενὶς ἢ καθ' ἣν οἱ σκαλμοὶ πήγνυνται, ἢ ὅπερ κοινῶς περίτονον λέγεται παρὰ τὸ διόλου τείνεσθαι. παρὰ δὲ τοῖς παλαιοῖς φέρεται, καὶ ὅτι ἐπηγκενίδες, μακρὰ ξύλα τῆς σχεδίας. ἢ τὰ παραθέματα. (Vers. 254.) Ἐπίκριον δὲ ἄρμενον τῷ ἱστῷ, τὸ κέρας λέγει καθὰ καὶ προεῤῥέθη, ὡς ἐπὶ τῷ ἰκρίῳ ὄν. δηλαδὴ τῷ προδεδηλωμένῳ ἱστῷ. σκοπητέον δὲ καὶ μή ποτε ἡ Ὁμηρικὴ αὕτη κλῆσις τοῦ ἀρμένου τῷ ἱστῷ ἐπικρίου, παρήγαγε τοὺς πολλοὺς, ἄρμενα ἰδιωτικώτερον μὲν ὅμως δὲ οὐκ ἀλόγως, τὰ ἱστία καλεῖν. (Vers. 255.) Τὸ δὲ πηδάλιον ὅτι καὶ ἐφόλκιον λέγεται, δηλοῦσιν οἱ παλαιοί. τὸ αὐτὸ δὲ παρά τισι καὶ αὐχὴν, ὡς δηλοῖ τὸ καθωμηλημένον αὐχένιον. ἔτι δὲ καὶ οἴαξ. κεῖται γοῦν ἐν ῥητορικῷ λεξικῷ, ταῦτα. οἴαξ, πηδάλιον. αὐχήν. Διογενιανὸς δέ φησιν, οἴακας λέγει, οἷς τὰ πηδάλια ἐπιστρέφουσιν. ἤγουν κανόνας καὶ κρίκους δι' ὧν ἱμάντες διείρονται. καὶ φέρεται μέχρι καὶ νῦν ἡ τῶν οἰάκων λέξις, οὐκ ἐπὶ ὅλου τοῦ πηδαλίου. λέγεται γὰρ τοῖς ναυτικοῖς οἰάκια, ξυλήφιά τινα δι' ὧν στρέφουσι τεχνικῶς τὸ πηδάλιον. (Vers. 256.) Τὸ δὲ φράξε, πάνυ προσφυῶς εἶπε. κατάφρακτος γὰρ ἡ σχεδία τρόπον τινὰ, ὑπὸ τῶν ῥιπῶν γίνεται. ἢ καὶ οἷόν τινα φραγμὸν αὐτὰς ἔχει. Ῥῖπες δὲ, πλέγμα φασὶ καλάμου πλατὺ ὡς ψίαθος. καὶ ἔοικεν ἐντεῦθεν τοῖς ναυτικοῖς καλαμωτὴ λέγεσθαι ὁ ἑκατέρωθεν περὶ τὰ χείλη τῶν πλοίων φραγμός. ἐτυμολογεῖται δὲ ὥσπερ παρὰ τὸ ῥέπω ῥωπήϊον καὶ ῥῶπες, οὕτω καὶ παρὰ τὸ ῥέπω ῥίπτω, ἡ ῥίψ. εὐρίπιστος οὖσα καὶ εὐλύγιστος καὶ οἷα ῥέπειν τὲ καθὰ καὶ αἱ ῥῶπες, καὶ ῥίπτεσθαι δὲ ῥᾷον. καὶ ψιαθῶδες δέ τι καθ' ὁμοιότητα πλέγμα, αἱ ῥῖπες. ἐξ οὗ καὶ πείρινθα μέρος ἁμάξης ὡς ἐν Ἰλιάδι εἴρηται. ὕλη δὲ τῶν ἐνταῦθα Ὁμηρικῶν ῥιπῶν ἐξ ὧν καὶ τὸ ῥιπίζειν, ἡ οἰσύα. ὅθεν κατὰ τοὺς παλαιοὺς, καὶ κόφινος μέγας οἰσύϊνος, καλούμενος τάρπη. ὅθεν ἴσως καὶ τὸ περιφερόμενον ταρπίον παράγεται. μέμνηται δὲ οἰσύας ἧς ἡ ἀναλογία κατὰ τὴν ὀξύαν, καὶ Ἀθήναιος ἐν τῷ, ἐκ τῶν καλάμων τῶν τε οἰσυΐνων, ἐπεβάλλετο σκηνὰς χωρούσας ἀνὰ τετρακοσίους ἄνδρας. Αἴλιος δὲ Διονύσιος, οἶσον φαίνεται λέγειν τὸ τοιοῦτον φυτόν, γράψας ὅτι ἀπὸ οἴσου, κόφινοι ἄῤῥιχοι καλούμενοι, οὓς Ἴωνες μὲν, ἀρσενικῶς προφέρουσιν. Ἀττικοὶ δὲ, θηλυκῶς. Παυσανίας δὲ ἱστορεῖ καὶ ὡς τούτοις τοῖς ἀῤῥίχοις σταφυλαὶ συνεκομίζοντο ἐξ ὧν δοκεῖ γίνεσθαι καὶ τὸ ἀναῤῥιχᾶσθαι. ἐν δὲ ῥητορικῷ λεξικῷ φέρεται, καὶ ὅτι οἰσύα, ἀκανθώδης βοτάνη ἐξ ἧς πλέκονται σχοινία. ἀφ' ἧς ἀσπὶς οἰσυΐνη. εἰ δ' ἐκ τοιαύτης οἰσύας καὶ οἰσύϊνον ὡς εἰκὸς δόρυ, οὐκ ἂν εἴη ἀπισχυρίσασθαι, ἐν δὲ τοῖς σχολιασταῖς γράφεται καὶ ὅτι ῥῖπες οἰσύϊνοι, οἱ ἀπὸ κλάδων ἰτέας. καὶ ὅτι φυτὸν ἱμαντῶδες ἡ οἰσύα. Τὸ δὲ κύματος εἶλαρ, ἀντὶ τοῦ πρὸς ἀσφάλειαν καὶ πρὸς τὸ ἀπείργειν τὸ κῦμα λυόμενον ἐκεῖσε εἰς ἀφρόν. ἐκ δὲ τοῦ τοιούτου εἶλαρ καὶ τοῦ κατ' αὐτὸ ῥήματος, καὶ ἡ ἐξούλης δίκη παρ' Ἀττικοῖς. γινομένη ὅτε τις ἐκκλείεται καὶ ἀπείργεται ὧν νέμεται. (Vers. 257.) ἡ δὲ πολλὴ ὕλη ἣν τῇ σχεδίᾳ Ὀδυσσεὺς ἐνεχεύατο, συρφετὸς ἦν ἐκ ψάμμου τυχὸν ἢ καχλήκων καί τινων τοιούτων εἰς ἕρμα τῇ νηΐ. ὡς ἂν βαρουμένη μὴ εἴη εὐρίπιστος καὶ ἀνέμοις εὐπερίτρεπτος. καὶ ἡ μὴ ἔχουσα τὰ τοιαῦτα ναῦς, ἀνερμάτιστος λέγεται. (Vers. 258.) Φάρεα δὲ καὶ νῦν ἁπλῶς τὰ ὑφάσματα ἐξ ὧν ἀπαρτισθείη ἂν ἱστίον. τὰ δ' αὐτὰ καὶ σπεῖρα ἐρεῖ ἐν τῷ, τηλοῦ δὲ σπεῖρον τε καὶ ἐπίκριον ἔμπεσε πόντῳ. (Vers. 260.) Ὑπέρας δὲ λέγει, σχοινία οἷς τὸ κέρας μετάγεται. ἢ μᾶλλον σαφέστερον, τὰ ἄνω εἰς ἄκρον τοῦ κέρατος ἑκατέρωθεν δύο σχοινία οἷς οἱ ναῦται τὸ κέρας μετάγουσιν. οἱ δὲ παλαιοὶ τὴν ὑπέραν σχοινίον ἑρμηνεύσαντες κέρατος τοῦ κατὰ τὸν ἱστὸν ᾧ ἀνίεται καὶ διατείνεται, προφέρουσι καὶ παροιμίαν ἐπὶ τῶν ἃ μὲν δεῖ ἔχειν ἀφιέντων, ἃ δὲ μὴ δεῖ κρατούντων, τὸ, ἀφέντες τὴν ὑπέραν, τὸν πόδα διώκουσιν. ἤγουν ἀφιᾶσι μὲν τὰ ἀναγκαῖα, προτιμῶνται δὲ τὰ μὴ προέργου. οἱ δ' αὐτοὶ καὶ ἄλλως, ὑπέρας φασὶν, ἢ τὰ