Ancient Greek
Volume 1
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Odysseam 1.212.1
Not analysed yet
τώσαμεν. Ἐτυμολογίας δὲ τρόπος καὶ τὸ, ἁρμονίῃσιν ἄρηρεν. (Vers. 249.) Ἔδαφος δὲ νηὸς, τὸ κατωτάτω περὶ αὐτὴν γῆν. ὅπερ ἰδιωτικῶς πλέουσα λέγεται καὶ γάστρα. περὶ ἣν καὶ τὸ ἄντλον συῤῥέει. ἔοικε δ' ἐντεῦθεν λαβεῖν ἀφορμὴν, ὁ τὴν νῆα εἰπὼν μεταφορητὸν οἶκον. εἰ γὰρ καὶ μὴ ἔνθα ἔδαφος ἐκεῖ καὶ οἶκος, ἀλλ' ἔνθα γοῦν οἶκος, ἐκεῖ καὶ ἔδαφος ὑπόκειται. παράγεται δὲ ἀπὸ τοῦ ἔδος, τὸ ἔδαφος. ὡς ἀπὸ τοῦ κροτεῖν κατά τινας ἢ τοῦ κρότου, ὁ κρόταφος. καὶ ἔστιν αὐτοῦ ὑποκοριστικὸν, τὸ ἐδάφιον. καθ' ὁμοιότητα τοῦ, ξυλάφιον ξυλήφιον καὶ χρυσάφιον καὶ ξυράφιον. τῇ δὲ Ὁμηρικῇ εὐρείᾳ ἐνταῦθα σχεδίᾳ προσεπινοητέον καὶ βάθος. εἰ γὰρ καὶ μὴ πλοῖον αὕτη, ἀλλ' οὖν πλοιοειδής ἐστιν. εἰ καὶ ὕστερον ἀβαθεῖς ἐπενοήθησαν σχεδίαι μόνῃ πλατύτητι διοικούμεναι. γινόμεναι ἀμφότεραι πάντως, ἐκ τοῦ σχέδην. ἤγουν ἐκ τοῦ σχεδὸν καὶ ἐγγὺς κατὰ χρόνον. καὶ ὡς εἰπεῖν αὐθωρόν. ὅτι δὲ διαφορά ἐστι πλοίου καὶ σχεδίας, δηλοῖ ὁ γράψας, ὡς λόγος Ἴανον διπρόσωπον γεγονέναι. τὸ μὲν, ὀπίσω τό δ' ἔμπροσθεν ἔχοντα πρόσωπον. οὗτος εὗρε πρῶτος, στέφανον καὶ σχεδίας καὶ πλοῖα. καὶ νόμισμα χαλκοῦν πρῶτος ἐχάραξε. διὸ τῶν καθ' Ἑλλάδα καὶ Ἰταλίαν καὶ Σικελίαν πολλαὶ πόλεις, ἐπὶ τῷ νομίσματι ἐνεχάραττον πρόσωπον δικέφαλον. καὶ ἐκ θατέρου μέρους, ἢ σχεδίαν ἢ στέφανον ἢ πλοῖον. Πάνυ δὲ δεξιῶς ὁ ποιητὴς, οὐ πλοίου ἀλλὰ σχεδίας ποιήσει τὸν λόγον ἐναπησχόλησε, πρός τε πιθανότητα, καὶ ἵνα μὴ πολυλογῇ ἐφ' οἷς οὐκ ἐχρῆν. πλοίου δὲ αὖθις καὶ νηὸς διαφορὰ, καὶ ἐν τοῖς εἰς τὴν Ἰλιάδα δεδήλωται. Τὸ δὲ τορνώσεται, ἀντὶ τοῦ, περιγράψει, μᾶλλον μὲν οὖν, κατασκευάσει τορνοειδὲς ἤτοι στρογγύλον καὶ οὐ κατὰ τὰς ἰδίως λεγομένας μακρὰς ναῦς. Ἰστέον δὲ ὡς οἱ πλείους μὲν, ταυτὸν οἴδασι τόρνον καὶ τόρον. εὕρηται δὲ παρὰ τοῖς παλαιοῖς ὁ τόρος, καὶ ἐργαλεῖον φρεωρυχικόν. ἢ λιθοκοπικόν φασι σκεῦος. καὶ προάγουσι καὶ χρῆσιν Φιλυλλίου τινὸς ταύτην. προέδωκεν αὐτὸν ὁ τόρος, ἦν γὰρ ἀσθενὴς. ἐξ ὀνοματοποιΐας δὲ καὶ ὁ τόρος καθὰ καὶ προείρηται. καὶ ὁ τόρνος δὲ. ἐκ τοῦ τόρος ὢν πλεονασμῷ τοῦ ν, ὁμοίως τῷ, πόρνος καὶ τοῖς τοιούτοις. (Vers. 250.) Τὸ δὲ φορτίδος, ἐλλιπτικῶς καὶ αὐτὸ ἔχει. λείπει γὰρ τὸ νηός. λέγεται δὲ φορτὶς, ἡ πρὸς ἐμπορικὸν φόρτον ναυπηγηθεῖσα. Τὸ δὲ εὐρείης καὶ τὸ εὖ εἰδὼς τεκτοσυνάων, πρὸς διαστολὴν κεῖνται φορτίδων, αἳ μικραὶ μὲν οὖσαι, οὐκ ἂν εὐρεῖαι κληθεῖεν. παρὰ δὲ ἀτέχνου τέκτονος συμπαγεῖσαι, οὐκ ἂν οὐδὲ ταχὺ κατὰ τὴν τοῦ Ὀδυσσέως ναυπηγηθεῖεν εὐρεῖαν σχεδίαν. Ὅρα δὲ καὶ ὅτι τὴν ναυπηγικὴν, γενικώτερον τεκτοσύνην ἔφη. ἐπεὶ καὶ τέκτων ὁ ναυπηγὸς ὀνόματι γενικῷ. δύναται δέ ποτε τὸ εὖ εἰδὼς τεκτοσυνάων, καὶ ῥᾳδιουργῷ τινι ἐπιλεχθῆναι ἀνδρὶ κακῶν τέκτονι. (Vers. 251.) Τὸ δὲ σχεδίην ποιήσατο καὶ πηδάλιον ποιήσατο καὶ ἱστία ποιήσασθαι, δύναται καὶ ἐνεργητικῶς ῥηθῆναι ὡς δηλοῖ τὸ, ἀραρὼν σταμίνεσσι, ποίει. καὶ τὸ, ἐν δ' ἱστὸν ποίει. οὕτω καὶ δούρατα ἁρμόζεο χαλκῷ καὶ ἥρμοσεν ἀλλήλοισι, παθητικῶς καὶ ἐνεργητικῶς. (Vers. 252.) Ἴκριον δὲ ὡς καὶ προεῤῥέθη, τό, τε ἐπὶ πρύμνης κατάστρωμα ἐφ' οὗ ὁ κυβερνήτης ἱκνεῖται ὡς καὶ ἡ Ἰλιὰς δηλοῖ, καὶ τὸ ἐφεξῆς δὲ κατάστρωμα τῆς νηός. περὶ ὃ οἱ ναῦται καὶ ἱκνοῦνται καὶ κοιμῶνται κατὰ καιρόν. δοκεῖ γὰρ οὐ μόνον ἀπὸ τοῦ ἄκρον ἀλλὰ καὶ παρὰ τὸ ἱκνεῖσθαι γίνεσθαι τὸ ἴκριον. ἐνταῦθα δὲ, ἴκρια δοκεῖ τὰ ἐγκοίλια λέγεσθαι. ὡς δηλοῖ τὸ, ἴκρια στήσας. αὐτὰ γάρ εἰσιν ὀρθὰ οὐ μὴν τὰ καταστρώματα. Δῆλον δὲ ὅτι τοῖς ὀρθοῖς ἰκρίοις οἷα καί τισι κρόκαις, περιτιθέμεναι πυκναὶ σταμῖνες ἐκτὸς δίκην στημόνων, ἁρμόττουσι τὴν ναῦν. δοκοῦσι γὰρ αἱ σταμῖνες, παρὰ τὴν στάσιν καὶ σύστασιν γίνεσθαι ἀφ' ἧς καὶ οἱ στήμονες. ἀπὸ δὲ τῶν Ὁμηρικῶν τούτων σταμίνων, καὶ τὰ τεκτονικὰ φαίνεται παρῆκται στημονάρια. ὡς εἴ τις εἴποι σταμινάρια. δῆλον δὲ ὅτι δικατάληκτον ἡ σταμίν. καὶ ὅτι οἱ παλαιοὶ ἑρμηνεύοντες, ἐπιμήκη ξύλα τὰς σταμῖνας φασίν. ἃ στήμονος τρόπον ἔχοντα, παρατιθέμενα τοῖς ἰκρίοις ἑκατέρωθεν, ἑστάναι ποιοῦσιν αὐτά. τινὲς δὲ, καὶ ὀρθὰ ξύλα τὰς σταμῖνας εἶπον, οἷς φασι τὰ πηδάλια προσεμπήσσεται. οἱ δέ φασιν, ὅτι σταμῖνες, τὰ ἐν τῷ χείλει τοῦ πλοίου ἐξέχοντα ὀρθὰ ξύλα τοῦ κατὰ τὸ περίτονον τόπου, καὶ φέρεται ἡ λέξις μέχρι καὶ νῦν ἐν Λυκίᾳ, ἔνθα σταμινάρια τὰ τοιαῦτα λέγονται. καὶ ταῦτα μὲν περὶ σταμίνων. οἷς προσθετέον, ὅτι καὶ πεζολογικῶς εὕρηνται σταμῖνες παρὰ τῷ Ἀθηναίῳ, ἐν τῷ, γόμφους τε ἡτοιμάσατο καὶ ἐγκοίλια καὶ σταμῖνας. ὅτι δέ τινες ὑπώπτευσαν ἴκριον λέγεσθαί ποτε καὶ τὸν ἱστὸν, προϋπεδηλώθη καὶ αὐτό. συντελεῖ δέ πως εἰς τὸν τοιοῦτον νοῦν, καὶ τὸ, ἴκρια πῆξεν ἐπ' αὐτῆς ὑψοῦ. τὸ γὰρ τοιοῦτον ὑψοῦ, πρὸς διαστολὴν κεῖσθαι δοκεῖ τῶν μὴ ὑψοῦ ὄντων ἰκρίων. τῶν δὲ δηλωθέντων ἰκρίων καινότερόν τι κεῖται παρὰ τῷ