Ancient Greek
Volume 1
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Odysseam 1.217.1
Not analysed yet
δὲ τῆς ῥηθείσης ἄρκτου, λέγει ὁ ποιητὴς ὡς ταύτην ἄνωγε Καλυψὼ τὸν Ὀδυσσέα ποντοπορευέμεναι ἐπ' ἀριστερὰ ἔχοντα, ὃ καὶ ἐποίει ἐκεῖνος. Ὅτι δὲ οὐχ' οἱ ποντοποροῦντες μόνον ἀλλὰ καὶ οἱ πεζῇ βαδίζοντες, πρὸς ἄστρα τοῦτο ἐποίουν, δηλοῖ καὶ Σοφοκλῆς. οὐ μὴν ἀλλὰ καὶ ἡ παροιμία τὸ, ἄστροις σημειοῦσθαι ὁδόν. ἤγουν μακρὰν ὁδὸν βαδίζειν καὶ ἐρήμην, ὡς ἀπὸ τῶν πλεόντων. ἐνταῦθα δὲ παραπηκτέον εἰς πίστωσιν τῆς ἡρωϊκῆς μονοπλοίας, καί τι τῶν τῆς ὕστερον γενεᾶς. ἡ γὰρ Παμφύλιος τῶν Ἀτταλέων πόλις, οἰκίαν περιέχει ἐπικαλουμένην ἐξ ὁμοίου τρόπου, μονοναυτικήν. ἀπήχθη μὲν γὰρ τῶν τις ἐκεῖθεν αἰχμάλωτος εἰς τὴν Αἰγυπτίαν ταμίαθιν, καὶ ἔτριψεν ἐνιαυτούς τινας ἐκεῖ. ὡς δὲ τὸ τῆς πατρίδος φίλτρον ὤχλει πρὸς τὸν οἴκαδε νόστον, προσποιεῖται θαλαττεὺς ἐκεῖνος εἶναι. καὶ πιστεύεται ἁλιάδα. καὶ γίνεται δοῦλος ἁλιεύς. καὶ θεραπεύων τοὺς δεσπότας, ἀφίεται ἐναλύειν τῷ ἔργῳ πρὸς ἄδειαν. καὶ δὴ συσκευασάμενος τοῖς τε ἄλλοις καὶ ἱστίῳ συμμέτρῳ, δράττεται καιροῦ ἐνδαψιλευσαμένου πόμπιμόν τε καὶ διαρκῆ οὖρον. καὶ θάρσος ἀναλαβὼν καὶ ἀναπετάσας ἱστίον εὐτυχῶς, καὶ διακυβερνῶν ἑαυτῷ, τέμνει μακρὰ ἐκεῖνος πελάγη. καὶ εἰς τὰ οἰκεῖα ἐπανασώζεται καινὴ θέα καὶ οἵα μὴ ἂν ἐλπισθῆναι. κἀντεῦθεν ὑπαλλάξας τὸ παλαιὸν ἐπίθετον, εἰς μονοναύτην ἀμείβεται. καὶ ἔχει τὸ ἐκείνου γένος, ἕως καὶ ἐσάρτι τὸ τοιοῦτον ἐπώνυμον εἰς εὐτυχίας παράσημον. (Vers. 278.) Ὅτι ἐν τῷ, ἑπταδεκαίδεκα μὲν πλέεν ἤματα πονποπορεύων ὀκτωκαιδεκάτῃ δ' ἐφάνη ὄρεα σκιόεντα γαίης Φαιήκων, ὅθι τ' ἄγχιστον πέλε τῷ Ὀδυσσεῖ, ἐμφαίνει ὁ ποιητὴς ἐκτοπισμὸν τῆς νήσου τῆς Καλυψοῦς εἴγε τοσαῦτα νυχθήμερα πλέων ὁ Ὀδυσσεὺς ἐλαφρῶς καὶ φορῷ κεχρημένος ἀνέμῳ, μόλις ἤγγισε τῇ τῶν Φαιάκων νήσῳ, καὶ εἰς τοσοῦτον, ὥς τε φαίνεσθαι αὐτὴν τῷ Ὀδυσσεῖ κατά τι σμικρότατον. φησὶ γάρ. εἴσατο δ' ὡς ὅτε ῥινὸν ἐν ἠεροειδέει πόντῳ. (Vers. 281.) Τὸ δὲ εἴσατο, ἢ ἀντὶ τοῦ ἐφάνη, ἵνα ᾖ εὐθεῖα πτῶσις οὐδετέρα τὸ ἐπαγόμενον, ἢ ἀντὶ τοῦ ἔδοξε καὶ ἐνόμισεν ὁ Ὀδυσσεύς. ἵνα τὸ ἐφεξῆς, εἴη πτώσεως αἰτιατικῆς. συνηγορεῖ δὲ τῇ πρώτῃ συντάξει τὸ, εἴσατο γάρ οἱ πόντον ἐπιπλείων. μετ' ὀλίγα κείμενον εὐθύς. Ἐνταῦθα δὲ οἱ μὲν, ῥινὸν εἶπον, ὅ ἐστι βύρσαν. ὡς τὸ, ὑπὸ δ' ἔστρωτο ῥινὸν βοός. ἵνα λέγῃ ὅτι ἔδοξε βλέπειν ὡς ῥινὸν Ὀδυσσεὺς ἤγουν ἀσπίδα ἢ βύρσαν ἁπλῶς, περὶ μέσην τὴν θάλασσαν ἐφηπλωμένην. ἕτεροι δὲ, γράφουσιν ἐρινόν. ὅ ἐστι καρπὸν ἀγρίας συκῆς. τοῦτο δὲ, ἐγγύς ἐστι γελοίου. τά τε ἄλλα, καὶ διὰ τὴν βραχύτητα τοῦ καρποῦ. Ἀρίσταρχος δὲ, ἐρινὸν γράφει, αὐτὴν τὴν συκῆν. ἵνα φαίνηται τηλόθεν ἡ νῆσος, ὠσεὶ καὶ τοιαύτη τις συκῆ. φασὶ δὲ οἱ παλαιοὶ καὶ ὅτι ἀρσενικῶς μὲν, ἐρινὸς λέγεται τὸ δένδρον. οὐδετέρως δὲ, ὁ καρπός. οἳ καὶ ἡ κέδρός φασι θηλυκῶς, τὸ φυτόν. τὸ κέδρον δὲ, ὁ καρπός. οἱ δ' αὐτοὶ, φασὶ καὶ ὅτι ῥινὸν Ἰλλυριοὶ λέγουσι, τὴν ἀχλύν. ἐφάνη γοῦν τῷ Ὀδυσσεῖ, ὡς ἀχλὺς ἡ γῆ. εἰ δὲ προϋπάρχει ὁ ἐρινὸς τοῦ ἐρινεοῦ ὡς ὁ παρὰ Λυκόφρονι συφὸς τοῦ συφεοῦ, οὐκ ἔστι σταθερῶς φάναι. μνεία δὲ ἐρινεοῦ, καὶ ἐν τῇ Ἰλιάδι. μνηστέον δ' ἐνταῦθα καὶ τοῦ εἰπόντος παλαιοῦ, ἦν δ' αὐτὸς ὁ Φιλόπονος, ὅτι ἐρινεὸς μὲν, τὸ δένδρον. ἐρίνεος δὲ προπαροξυτόνως, καρπός. (Vers. 278.) Ἐν δὲ τῷ, ἑπταδεκαίδεκα, τὸ δὲ, ἀντὶ τοῦ δὴ ἐπλεόνασεν ἵνα δάκτυλος γένηται καὶ μὴ χωλεύσῃ τῷ ἐξ ἀρχῆς τροχαίῳ τὸ μέτρον. (Vers. 279.) Ὅρα δὲ καὶ τὸ ποντοπορεύειν δὶς λεχθὲν κατὰ συνέχειαν, διὰ τὸ ὡς ἐν ποιήσει καίριον τῆς λέξεως. καὶ τὸ, ὄρεα σκιόεντα. μέτρου γὰρ μὴ χρῄζοντος, οὐκ ἐῤῥέθη Ἰωνικῶς οὔρεα σκιόεντα. (Vers. 283.) Ὅτι ἐκ Σολύμων ὀρέων ὁ Ποσειδῶν εἶδε τὸν Ὀδυσσέα πλέοντα ἐν τῷ ἐξ Αἰθιόπων ἀνιέναι. τῶν ἀνατολικῶν δηλαδὴ ὡς ἐν τῇ α ῥαψῳδίᾳ ἐγράφη. ὁ γὰρ ἐκ τοιούτων Αἰθιόπων ἐρχόμενος, διὰ Σολύμων ἔρχεται, ὀρέων ἀνατολικῶν ὁμωνύμων τῷ τῶν Σολύμων ἔθνει. ὁ δὲ γεωγράφος, λέγει ὅτι τὸ, ἐξ Αἰθιόπων ἀνιὼν ἐκ Σολύμων ὀρέων, ἶσόν ἐστι τῷ, ἐκ τῶν μεσημβρινῶν τόπων. Σολύμους δέ φησιν, οὐ τοὺς ἐν Πισιδίᾳ λέγει ὁ ποιητὴς, ἀλλὰ πλάττει τινὰς ὁμωνύμους ἐκείνοις. ὁ δ' αὐτὸς γεωγράφος καὶ ἐν τῷ, εἰς Αἰθίοπας χθιζὸς ἔβη ὁ Ζεὺς εἰς Ὠκεανὸν, λέγει, ὡς κοινότερον Ὠκεανὸς λέγεται ὁ καθ' ὅλον τὸ μεσημβρινὸν κλίμα τεταγμένος. καὶ οὕτω μὲν ὁ γεωγράφος περὶ τῶν Ὁμηρικῶν Αἰθιόπων καὶ τῶν ἐνταῦθα Σολύμων. κυρίως δὲ οἱ Σόλυμοι ὡς καὶ τοῦτο ὁ αὐτὸς ἱστορικὸς λέγει, οἱ περὶ τὰ ἄκρα τοῦ ταύρου τὰ περὶ Λυκίαν ἕως Πισιδίας εἰ καὶ Ὅμηρος ἐξωκεανίζει φησὶν αὐτούς. διελήφθη δὲ περὶ τούτων καὶ ἐν Ἰλιάδι. ὅτι δὲ διὰ τερατείαν, καὶ τὴν τῶν Φαιάκων γῆν ἐκτοπίσει ὡς ἄλλο τι νοεῖν τοὺς πολλοὺς περὶ αὐτῆς παρὰ τὰ ἱστορούμενα, ἐν τοῖς ἑξῆς δηλωθήσεται. Ὅρα δὲ ὅπως