Ancient Greek
Volume 1
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Odysseam 1.218.1
Not analysed yet
ἔπλασε τὸν Ποσειδῶνα βραδύναντα παρ' Αἰθίοψι μέχρι τῆς νῦν ῥαψῳδίας, ἵνα εὐαφόρμως πιθανολογηθῇ ὁ τοῦ Ὀδυσσέως κίνδυνος. ὥσπερ πρὸ αὐτοῦ, καὶ ὁ ἀπόπλους. (Vers. 285.) Ὅτι θυμοῦ ἔνδειξις τὸ, κινήσας δὲ κάρη προτὶ ὃν μυθήσατο θυμόν. Ἔνθα σημείωσαι ὅτι τὸ κινῆσαι κάρη καὶ τὸ σεῖσαι κάρα, διαφέροι ἂν, εἴτι προσεκτέον τῷ Σοφοκλεῖ ἐν τῷ, κάρα σείοντες οὐδ' ὑπὸ ζυγῷ νῶτον εὐλόφως εἶχον. ζυγομαχίαν γὰρ ἡ φράσις ἐκεῖ δηλοῖ. (Vers. 286.) Καινὸν δὲ μετάμελον φράζει τὸ, ὦ πόποι ἦ μάλα δὴ μετεβούλευσαν ἄλλως. ἐνεργητικῶς δὲ εἴωθε λέγειν Ὅμηρος τὸ βουλεύειν καὶ τὰς ἀπ' αὐτοῦ κινήσεις. (Vers. 290.) Ἀπειλὴν δὲ ἐκφαίνει μελλούσης κακώσεως. τὸ, ἀλλ' ἔτι μέν μιν φημὶ ἄδην ἐλάαν κακότητος. ἤγουν λέγω κατακόρως αὐτὸν κακῶσαι. ὃ συντάσσεται καθ' ὁμοιότητα τοῦ, ἅλις ἔχειν κακότητος. δῆλον δὲ, ὅτι ἐλάαν καὶ νῦν, τὸ πλήττειν λέγει. Ὅρα δὲ καὶ τὸ ἄδην δι' ἑνὸς δ, καὶ συστολῆς τῆς ἀρχούσης. ὅτι δὲ καὶ ἐδασύνετο, οἱ παλαιοί φασι. Σημείωσαι δὲ ὅτι προαναφωνήσας νῦν ὁ ποιητὴς διὰ τοῦ Ποσειδῶνος ὡς ἄδην Ὀδυσσεὺς κακωθήσεται, ἐπαγωνίσεται τοιοῦτον ἐπὶ τῷ Ὀδυσσεῖ φιλοτίμως φράσαι κίνδυνον, ἵνα μὴ ταπεινώσῃ τῇ φράσει τὴν θεομηνίαν. διὸ καὶ μέγα πλάσει τὸ ἐπὶ τῷ Ὀδυσσεῖ κακόν. διαλύσει μὲν γὰρ τὴν σχεδίαν, κῦμα δεινὸν καὶ ἀργαλέον καθάπερ ἄνεμος σφοδρὸς ἀχύρων θημῶνα τινάξει. καὶ Ὀδυσσεὺς μόλις ἰσχύσει κἂν γοῦν ἀποδῦναι τὰ βαρύνοντα ἱμάτια. εἶτα κινδυνεύσει, νηχόμενος δύο νυχθήμερα καὶ ἐγγίσας δὲ ὀψέ ποτε τῇ ξηρᾷ, παραβραχὺ παντελῶς ἐλεύσεται τοῦ κακῶς παθεῖν. ὅτε καὶ κήτους φόβος αὐτὸν ὑπελεύσεται. καὶ περισωθεὶς δὲ, πτοήσεται εἰ μὲν ἐν ποταμῷ τὴν νύκτα φυλάξει, τά δέ τινα παθεῖν δεινά. εἰ δὲ καὶ εἰς τὴν παρακειμένην ὕλην ἀναβῇ, μὴ τάδε τὰ κακὰ ἐπισυμβαίη αὐτῷ. καὶ οὕτω φοβερὸν ὅλον τὸ τοῦ κινδύνου χωρίον. καὶ ἡ ἐκ Ποσειδῶνος κάκωσις, παθεῖν τὲ ἀφόρητος καὶ εἰπεῖν δυσμίμητος. ὅθεν εἰδὼς ὁ ποιητὴς ὡς πάνυ μεγαλοφώνως τὸν λόγον ὕψωσε καὶ εἰς ὅσον ἐνεχώρει προήγαγε τὴν κινδυνώδη περιπέτειαν, πλάσει τὸν Ποσειδῶνα εἰπόντα πρὸς Ὀδυσσέα. ὡς οὔ σε ἔολπα ὀνόσεσθαι κακότητος. οἱονεὶ λέγων πλαγίως, ὡς οὐδείς μοι ἐπιμέμψεται οἷα κακῶς καὶ μικροπρεπῶς πλάσαντι καὶ φράσαντι κολασθῆναι τὸν Ὀδυσσέα. τῆς δὲ τοιαύτης κακώσεως τοῦ Ὀδυσσέως τὰ μὲν αὐτὸς λέγει ὁ ποιητής. τὰ πλείω δηλαδή. τινὰ δὲ, καὶ τὸν Ὀδυσσέα ποιεῖ ὡς ἐν ἠθοποιΐᾳ λέγοντα. εἰ δὲ χρὴ τὰ τοιαῦτα πάντα ὁμοῦ ἐκ τῶν σποράδην κειμένων συναγαγόντα εἰπεῖν, ἔστιν ἐν τούτοις ἡ Ὁμηρικὴ φράσις τοιαύτη. Ὡς εἰπὼν ὁ Ποσειδῶν δηλαδὴ, σύναγε νεφέλας. ἐτάραξε δὲ πόντον; (Vers. 292.) χερσὶ τρίαιναν ἑλών. ἣν φόρημα φασὶν εἶχεν ἀχώριστον. πάσας δ' ὀρόθυνεν ἀέλλας παντοίων ἀνέμων. σὺν δὲ νεφέεσσι κάλυψε γαῖαν ὁμοῦ καὶ πόντον. ὀρώρει δ' οὐρανόθεν νύξ. σὺν δ' Εὖρός τε Νότος ἔπεσε Ζέφυρός τε δυσαής, καὶ Βορέης αἰθρηγενέτης μέγα κῦμα κυλίνδων. εἶτα φησὶν ἀκολούθως Ὀδυσσεύς. ᾤμοι ἐγώ. οἵοισι νέφεσσι περιστέφει οὐρανὸν εὐρὺν Ζεύς. ἐτάραξε δὲ πόντον. ἐπισπέρχουσι δ' ἄελλαι παντοίων ἀνέμων. καὶ μετ' ὀλίγα πάλιν ὁ ποιητής. ὣς ἄρα μιν εἰπόντ' ἔλασε μέγα κῦμα κατ' ἄκρης, δεινὸν ἐπεσσύμενον. περὶ δὲ σχεδίην ἐλέλιξε, τῆλε δ' ἀπὸ σχεδίης αὐτὸς πέσε. πηδάλιον δὲ ἐκ χειρῶν προέηκε. μέσον δέ οἱ ἱστὸν ἔαξε δεινὴ μισγομένων ἀνέμων ἐλθοῦσα θύελλα. τηλοῦ δὲ σπεῖρον καὶ ἐπίκριον ἔμπεσε πόντῳ. τὸν δ' ἂρ ὑπόβρυχα θῆκε πολὺν χρόνον. οὐδὲ δυνάσθη αἶψα μάλ' ἀνσχεθέειν μεγάλου ὑπὸ κύματος ὁρμῆς. εἵματα γάρ ῥ' ἐβάρυνεν. ὀψὲ δὲ δὴ ἀνέδυ. στόματος δ' ἐξέπτυσεν ἅλμην πικρήν. ἥ οἱ πολλὴ ἀπὸ κρατὸς κελάρυζεν. ἀλλ' οὐδ' ὣς σχεδίης ἐπελήθετο τειρόμενός περ. ἀλλὰ μεθορμηθεὶς ἐν κύμασιν ἐλλάβετ' αὐτῆς. ἐν μέσσῃ δὲ κάθιζε. τήν δ' ἐφόρει μέγα κῦμα κατὰ ῥόον ἔνθα καὶ ἔνθα. ὡς δ' ὅτ' ὠπορινὸς Βορέης φορέησιν ἀκάνθας ἂν πεδίον, πυκιναὶ δὲ πρὸς ἀλλήλῃσιν ἔχονται, ὣς τὴν, ἂν πέλαγος ἄνεμοι φέρον ἔνθα καὶ ἔνθα. ἄλλοτε μέν τε, Νότος ἀντιπνέοντι Βορέῃ προβάλεσκε φέρεσθαι. ἄλλοτε δ' αὖτ' Εὖρος (Vers. 332.) Ζεφύρῳ εἴξασκεν ἤγουν παρεχώρει, διώκειν. ἐξ ὧν πολυκυμία ἠγείρετο. καὶ ὡς ἄν τις καιρίως εἴποι, τετρακυμία. οἷα τεσσάρων ἀνέμων τῶν ῥηθέντων, ταρασσόντων τὴν θάλασσαν. εἶτα μετὰ στίχους οὐκ ὀλίγους, φησίν. ὦρσεν ἐπὶ μέγα κῦμα Ποσειδῶν δεινόν τ' ἀργαλέον τε. κατηρεφές. ἤλασε δ' αὐτόν. ὡς δ' ἄνεμος ζαὴς ἠΐων θημῶνα τινάξει καρφαλέων. τὰ μὲν, ἄρτε διεσκέδασεν ἄλλυδις ἄλλα, ὣς τῆς, δούρατα μακρὰ διεσκέδασε τὸ μέγα δηλαδὴ κῦμα. ῥᾷον διασκεδασθείσης οἷς δεινὸν μέγα κῦμα φθάσαν ἐλέλιξεν αὐτήν. Ὀδυσσεὺς δὲ, ἀμφ' ἑνὶ δούρατι βαῖνε κέληθ' ὡς ἵππον ἐλαύνων. ὡς ἂν οὕτω ἰσχύσῃ ἐκδύσασθαι. εἵματα δ' ἐξαπέδυνεν. αὐτὸς δὲ πρηνὴς ἁλὶ κάππεσε χεῖρε πετάσσας, νη-