Ancient Greek
Volume 1
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Odysseam 1.22.1
Not analysed yet
ὀργίλῳ προσονειδίζει ὅτι γλαυκὴ δέ σ' ἔτικτε θάλασσα. ἔτι δὲ Ποσειδῶνος υἱὸν αὐτὸν ἡ ἀλληγορικὴ μετάληψις νοεῖ, ἐπεὶ καὶ ὁ Ποσειδῶν οὐσία τίς ἐστιν ὑγρά. καὶ ὁ θυμὸς δὲ ζέσις ἐστὶν αἱματηρᾶς ὑγρότητος. (Vers. 71.) Θόωσα δὲ μήτηρ αὐτὸν γεννᾷ, διότι θοὸν λέγεται τὸ ὀξὺ ἐξ οὗ καὶ θοῷσαι τὸ ἀποξῦναι. τοιοῦτον δέ τι καὶ ὁ θυμός. ὅθεν καὶ οἱ θυμικοὶ, ὀξεῖς λέγονται. καὶ τὸ εἰς θυμὸν δὲ κινῆσαι, παροξῦναι. ἢ καὶ ἄλλως θοὸν μὲν, τὸ ταχύ. ταχεῖς δὲ δρᾶν καὶ οἱ θυμούμενοι καὶ οὐκ εἰδότες ἀναβολὴν συμβουλῆς. (Vers. 72.) Φόρκυνος δὲ θυγάτηρ ἡ τοιαύτη Θόωσα, ἴσως διὰ τὸ φέρεσθαι κυνηδὸν τὸν ἄγαν παρωξυνθέντα. διὸ καὶ ἐν Ἰλιάδι, κυνῶπα τινὰ λέγει θυμούμενον ὁ ποιητής. καὶ κυνὸς ὄμματα ἔχειν φησί. καὶ κύνεον ἀποκαλεῖ. (Vers. 73.) Τὸ δὲ ἐν σπηλαίοις γλαφυροῖς τῷ Ποσειδῶνι τὴν Θόωσαν μιγνυμένην γεννᾶν τὸν Κύκλωπα, οὐδὲν ἄλλ' ἢ τὴν τοῦ θυμοῦ γένεσιν δηλοῖ. ἵνα λέγῃ τὴν τῆς καρδίας κοιλότητα, σπὲς γλαφυρὸν, ἐν ᾗ γίνεται ὁ θυμός. ζέσις ὢν τοῦ περὶ καρδίαν αἵματος. ἔνιοι δὲ Κύκλωπα μὲν, τὴν τῶν οὐρανίων νοοῦσι κατάστασιν διὰ τὸ ἐν κύκλοις ὀπτάνεσθαι, ὁποῖος ὁ ζωδιακός. ὁ ἰσημερινός. οἱ τροπικοὶ, καὶ οἱ λοιποί. Θόωσαν δὲ, τὸ θοὸν καὶ ταχὺ τῆς οὐρανίας κινήσεως. διὸ καὶ Φόρκυνος ἡ τοιαύτη Θόωσα τουτέστι φορᾶς ὠκείας. καὶ Ποσειδῶνι μίγνυται, τῷ τῶν ἀναθυμιάσεων αἰτίῳ ὑγρῷ. ἐπεὶ ὡς πολλοὶ νομίζουσιν, ἐξ ἀναθυμιάσεων ὁ οὐρανὸς ἔχει τὸ ἐνδόσιμον τῆς ἀπαύστου κινήσεως. τὸν τοιοῦτον Κύκλωπα ἐκτυφλοῖ ὁ φιλόσοφος Ὀδυσσεὺς, ἤγουν τῆς θέας καὶ θεωρίας αὐτοῦ φιλοσόφως καθικνεῖται καὶ παραγίνεται. Ὅτι ἁλὸς ἀτρυγέτοιο μέδοντα τὸν Φόρκυνα εἰπὼν ὁ ποιητὴς, οὐκ ἀποστερεῖ τὸν Ποσειδῶνα τοῦ εὐρυμέδοντα εἶναι. ὡς οὐδὲ τὸν Ἀγαμέμνονα εὐρυκρείοντα εἰπὼν, ἀφείλετο τοὺς λοιποὺς βασιλεῖς τῶν Ἀργείων, τὸ λέγεσθαι τοιούτους. καὶ Τηλέμαχος δὲ ἐν τοῖς ἑξῆς αὐτὸς ὢν βασιλεὺς μετὰ τὸν πατέρα, πολλοὺς ὅμως εἶναι βασιλεῖς ἐν Ἰθάκῃ φησί. Διατί δὲ ἀτρύγετος λέγεται ἅλς, καὶ ὅτι καὶ ἐπὶ ἀέρος καὶ αἰθέρος ἡ λέξις κεῖται, ἐν τοῖς εἰς τὴν Ἰλιάδα γέγραπται. (Vers. 74.) Ὅτι συμβουλευομένῳ οἰκεῖον τὸ, ἀλλ' ἄγεθ' ὑμεῖς οἵδε περιφραζώμεθα πάντες, ὅπως τό δέ τι γένηται. (Vers. 75.) Τὸ δὲ, οὐ γάρ τι δυνήσεται ἀντία πάντων ἐριδαίνειν οἷος, χρήσιμον ῥηθῆναι πρὸς τὸν μονοτονοῦντα καὶ πᾶσιν ἀντικαθίστασθαι θέλοντα. (Vers. 76.) Ἐν δὲ τῷ ἀλλ' ἄγετε, δῆλον ὅτι οὐ τὴν κοινὴν σημασίαν ἡ λέξις δηλοῖ, ἀλλὰ παρακελευσματικὴν δύναμιν ἔχει. διὸ κἂν εἶπεν ἄγε περιφραζώμεθα, ὀρθῶς ἂν ἔφρασεν. ὡς καὶ ὁ εἰπὼν, φέρετε ποιήσωμεν τόδε, ἢ φέρε ποιήσωμεν. (Vers. 77.) Ὅτι ἑρμηνεύων ἐνταῦθα τί ἐστι νόστος, φησί. νόστον ὅπως ἔλθῃσιν ἤγουν ἐπανέλθῃ. εἰπεῖν γὰρ ἓν ἀνθ' ἑνὸς, νόστος ἐστὶν, ἐπανέλευσις εἴτουν ἐπάνοδος εἰς τὰ οἰκεῖα δηλαδή. Ὅτι τὸ μεθήσει τὸν χόλον, οἱ μεθ' Ὅμηρον ἀφήσει φασὶ, πρόθεσιν θέντες ἀντὶ προθέσεως, ἔστι δὲ μεθήσειν, τὸ χαυνώσειν. ἀμελήσειν. ὅθεν καὶ ὁ μεθήμων. καὶ μέθη ἡ χαυνοῦσα τὸν νοῦν. καὶ μέθυ, τὸ ταύτης αἴτιον. (Vers. 83.) Ὅτι ἐν τῷ ὅνδε δόμονδε ἀντὶ τοῦ εἰς τὸν ἴδιον δόμον, φαίνεται φανερῶς ὡς οὐκ ἐξ ἀνάγκης τὸ δε ἀντὶ τῆς εις προθέσεως λαμβάνεται. ἀλλὰ πολλάκις καὶ περιττόν τι ἐστὶν, ὡς ἐπέκτασις ἢ ὡς παραπλήρωσις. οὐδεὶς γὰρ ἂν εἴποι ὅνδε δόμονδε ἀντὶ τοῦ εἰς τὸν ἴδιον εἰς τὸν δόμον, ἀλλὰ ὁμολογουμένως εἰ μὴ τὰ δύο δε, ἀλλὰ τὸ ἓν γοῦν ἐπεκτατικόν ἐστι καὶ οὐ λαμβάνεται ἀντὶ προθέσεως. (Vers. 84.) Ὅτι τὸ, Ἑρμείαν μὲν ἔπειτα διάκτορον ἀργειφόντην νῆσον ἐς Ὠγυγίην ὀτρύνομεν καὶ ἑξῆς ἕως τοῦ, νόστον Ὀδυσσῆος ταλασίφρονος ὥς κε νέηται, προέκθεσίς ἐστιν ἀναφωνητικὴ τῶν μετὰ ταῦτα, ἐπί τε λόγου εὐκρινείᾳ εὑρημένη, καὶ παραμυθίᾳ τοῦ ἀκροατοῦ. Διάκτορος δὲ ἀργειφόντης, ὁ διάγων τὰς ἀγγελίας καὶ ἐναργῶς καὶ σαφῶς φαίνων τὰ ἐξαγγελλόμενα. ὥσπερ γὰρ φύλαξ φύλακος καὶ ἐξ αὐτοῦ εὐθεῖα ὁ φύλακος ἀνατρεχούσης εἰς εὐθεῖαν τῆς γενικῆς. καὶ Τρὼς Τρωὸς ὁ Τρωός. καὶ δμὼς δμωὸς ὁ δμωός. οὕτω καὶ διάκτωρ διάκτορος ὁ διάκτορος. ἕτεροι δὲ, διάτορόν φασι καὶ πλεονασμῷ τοῦ κ διάκτορον, ἤτοι τορὸν καὶ σαφῆ ἄγγελον. Περὶ δὲ ἀργειφόντου δεδήλωται ἀλλαχοῦ. (Vers. 85.) Ὠγυγία δὲ κύριον ὄνομα τῆς κατὰ τὴν Καλυψὼ νήσου. ὠγύγια μέντοι ἁπλῶς οἷον κακὰ ἤ τι ἕτερον, τὰ ἀρχαῖα. ἀπό τινος Ὠγύγου φασὶ βασιλέως ἀρχαίου Θηβῶν. (Vers. 86.) Ἐν τούτοις δὲ καὶ νύμφης εὐπλοκάμου ῥηθείσης τῆς Καλυψοῦς, φασὶν οἱ παλαιοὶ, ὅτι πλοχμὸς μὲν, ἐπὶ ἀνδρῶν ὡς ἐν Ἰλιάδι. οἷον, πλοχμοὶ οἱ χρυσῷ καὶ ἀργύρῳ ἐσφήκωντο. πλόκαμοι δὲ, ἐπὶ γυναικῶν. καὶ ὅρα ὅτι ἄμφω ἐκ τοῦ πλέκω παραγόμενα, ὅμως ἔχουσί τινα διαφοράν. οὕτω δὲ καὶ ἠΰκομος μὲν ἐπὶ γυναικῶν. καρηκομόωντες δὲ ἐπὶ ἀνδρῶν. (Vers. 87.) Τὸ δὲ νόστον Ὀδυσσῆος ταλασίφρονος ὥς κε νέηται, τρό-