Ancient Greek
Volume 1
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Odysseam 1.23.1
Not analysed yet
πος ἐτυμολογίας ἐστίν. ἀπὸ τοῦ νέω γὰρ ὁ νόστος γίνεται, πλεονασμῷ τοῦ σ πρὸς διαστολὴν τοῦ ἀνέμου Νότου. οὕτω δὲ μετ' ὀλίγα καὶ τὸ ἔγχος ἐτυμολογῶν, φησί. παλάμῃ δ' ἔχε χάλκεον ἔγχος. ἀπὸ τοῦ ἔχω γὰρ τὸ ἔγχος γίνεται. Τὸ δὲ ταλασίφρων, οἰκείως ἐνταῦθα προσρηθὲν διὰ τὰ μυρία ὅσα ἔτλη ὁ ἥρως καὶ ἔτι δὲ τλήσεται, δηλοῖ μὲν τὸν καὶ ἐν τῇ Ἰλιάδι τλήμονα ἤτοι πολύτλαν. γίνεται δὲ ἀπὸ τοῦ ταλῶ ταλάσω ταλασίφρων. ὡς βλάψω βλαψίφρων. καὶ ὅσα τοιαῦτα. τοῦ δὲ ταλάσω μέλλοντος ἡ χρῆσις, ἐν Ἰλιάδι. ὅθεν καὶ ὁ τάλας γίνεται. καὶ ἡ ταλασία. καὶ τὸ ταλάσιον. καὶ ἡ ταλασιεργία. περὶ ὧν ἐν τοῖς ἑξῆς που ῥηθήσεται. τὸν δὲ ταλασίφρονα τοῦτον ἥρωα, πρὸ βραχέων δαΐφρονα καὶ πολύφρονα εἶπεν. (Vers. 89.) Ὅτι ὁ προθυμοποιῶν τινα, εἴποι ἂν τὸ, ὄφρα μᾶλλον ἐποτρύνω, καί οἱ μένος ἐν φρεσὶ θείω. (Vers. 88.) Ὅτι τὸ τὴν Ἀθηνᾶν εἰς Τηλέμαχον κατελθεῖν ἐν Ἰθάκῃ καὶ ὑποβαλεῖν τὰ ποιητέα, τὴν τῆς φυσικῆς φρονήσεως ἐπιδημίαν δηλοῖ. ἥτις ὡς μετὰ ταῦτα ἐρεῖ ὁ ποιητὴς, μένος τῷ Τηλεμάχῳ ἐνῆκε καὶ θάρσος. καὶ νῦν μᾶλλον ἤ περ πρῴην ὡς εἰκὸς ὑπέμνησε τοῦ πατρός. καὶ ὀψέ ποτε ἀναφρονήσαντα, κατὰ τῶν μνηστήρων ἠρέθισε. καὶ εἰς ἀποδημίαν δέουσαν ἔστειλεν. ὀσσόμενον μὲν ἀεὶ ἐν φρεσὶ τὸν πατέρα εἴ ποθεν ἐλθὼν σκεδάσει τοὺς μνηστῆρας. ἄρτι δὲ κατὰ τὸν τῆς Ἀθηνᾶς λόγον, μᾶλλον ἐποτρυνθέντα. καὶ ἀπὸ τοῦ βουλεύεσθαι, εἰς πρᾶξιν παρακινηθέντα. δι' ἧς καὶ περὶ τοῦ πατρὸς ἐνόμισέ τι μαθεῖν. καὶ κλέος ἐσθλὸν σχεῖν ὡς φιλοπάτωρ. ἤδη γὰρ ὁ Τηλέμαχος ἡλικίας ἐπέβη τελειοτέρας, καὶ φρονεῖν ἐχούσης, καὶ οἵα συνιέναι οἷα ὑπὸ τῶν μνηστήρων ἔπασχεν. ἡ δὲ εἰς Σπάρτην καὶ εἰς Πύλον ἀπέλευσις αὐτοῦ, καὶ ἄλλως ἐπιτετήδευται τῷ ποιητῇ εὐμεθόδως, εἰς πλατυσμὸν τῆς τε ποιήσεως, καὶ εἰς διασκευὴν καὶ διατριβὴν λόγου χαρίεσσαν. καὶ εἰς πορισμὸν συχνῆς ἱστορίας ὡς μετὰ ταῦτα φανήσεται. ἔτι δὲ καὶ εἰς πολλὴν ποιητικὴν πιθανότητα. νησιώτης γὰρ ὢν ὁ παῖς καὶ μηδὲν εἰδὼς ἢ φρονῶν ἄξιον τοῦ πατρὸς, μανθάνει ἐν τῇ τοιαύτῃ ἀποδημίᾳ πρὸς τῶν εὖ εἰδότων, πολλὰ καὶ καλὰ τῶν τοῦ Ὀδυσσέως. καὶ ὅτι λόγου μεγάλου ἄξιος ὁ πατὴρ τά τε εἰς φρόνησιν τά τε εἰς πόλεμον. καὶ οὕτως ἐν καιρῷ τῷ πατρὶ πείθεται, εἰς τὴν ἐπικίνδυνον μνηστηροκτονίαν παρακαλοῦντι αὐτόν. Ἰστέον γὰρ ὅτι ἐντεῦθεν ὁ ποιητὴς ἄρχεται τὰ κατὰ τὴν μνηστηροφονίαν τεκταίνεσθαι, καὶ τῆς ἐπ' αὐτῇ πιθανολογίας θεμελίους ἐκ μακροῦ προκαταβάλλεσθαι. αὐτὴ γάρ ἐστι τὸ σκοπιμώτατον τέλος τῆς ποιήσεως ταύτης. καὶ τὸ τῶν πράξεων τοῦ βιβλίου τούτου ἀνδρῶδες καὶ ἡρωϊκὸν, αὐτόθι κεῖται τῷ ποιητῇ. καὶ τρόπον τινὰ, τὰ ἄλλα πάντα δι' αὐτὴν πέπλασται. διὸ καὶ αὐτὴν ἀνύσας ὁ ποιητὴς, συγκαταπαύει καὶ τὸ βιβλίον. ἐπεὶ δὲ ἀπίθανον ἂν ἴσως τισὶ τὸ πρᾶγμα δόξειε πῶς γὰρ Ὀδυσσεὺς ὁ ἄοπλος, ὁ εἷς, τῶν τοσούτων καὶ τοιούτων μνηστήρων περιγενήσεται, πολλαχοῦ τὸ πιθανὸν ἐγκατατίθεται. καὶ οὕτω προκατασκευάζει τὴν μνηστηροκτονίαν, ὥς τε τὸν ἀκροατὴν, καὶ πρὸ τῆς πράξεως ὁμολογῆσαι ἂν δυνατὸν εἶναι καταπραχθῆναι αὐτὴν ὡς καὶ ὑπὸ μόνου ἂν Ὀδυσσέως ἀναιρεθῆναι τοὺς μνηστῆρας, ὀλίγον τι ὄντας ὑπὲρ τοὺς ἑκατὸν, εἴγε καὶ πρὸς τριακοσίους ἀξιόμαχος ἦν ὡς ἐν τοῖς ἑξῆς ἱστορηθήσεται. εἰ δὲ καὶ μὴ μόνος αὐτὸς ἀντικατασταίη τοῖς μνηστῆρσι, καὶ οὐδὲ ἄοπλος ἀλλὰ καὶ μεθύουσιν ἐκείνοις ἐπιτεθείει. εἶεν δὲ καὶ οἱ ὀϊστοὶ φαρμάκῳ ἀνδροφόνῳ κεχρισμένοι ὡς ἐν τῇ ῥαψῳδίᾳ ταύτῃ ἐρεῖ. ἔχοι δὲ καὶ τὴν Ἀθηνᾶν λίαν πάνυ φρονοῦσαν τὰ ὑπὲρ αὐτοῦ καὶ συμμαχοῦσαν ὡς καὶ τοῦτο δείκνυται, πολλῷ μᾶλλον τὸ ἔργον πιθανῶς ἀνυσθήσεται. οὕτως ἐξ αὐτῆς ἀρχῆς τοῦ βιβλίου τὴν μνηστηροκτονίαν ὡς ἔφαμεν προασφαλιζόμενος ὁ ποιητὴς, ῥᾳδιουργεῖ τὰ εἰς αὐτὴν συντείνοντα. Κἀκεῖνο δὲ ἰστέον ὅτι εἶχε μὲν καὶ ἄλλως οἷα εἰκὸς ὁ ποιητὴς, τὸν ὄλεθρον τῶν μνηστήρων πλάσασθαι ὡς καὶ αὐτὸς πολλαχοῦ ἐμφαίνει. οἷον, διὰ τοῦ ἀμύντοράς ποθεν προκαλέσασθαι. ἢ διὰ τοῦ τοῖς κρατῆρσι φάρμακον ἐμβαλεῖν καὶ οὕτως αὐτοὺς πάντας ὀλέσαι. ἅπερ οἱ μνηστῆρες ἐπὶ Τηλεμάχῳ ὑποπτεύουσιν. οἵγε καὶ ἄλλως, τὴν ὑπὸ τῶν Ἰθακησίων ἐξέλασιν πτοοῦνται διὰ τὴν σφῶν ἀδικίαν. ἀλλ' ὁ ποιητὴς οἷος αὐτὸς, τὸ τερατωδέστερον ἐπελέξατο καὶ ἀληθῶς δυσεξέργαστον. καὶ ὅπερ εὐμεθόδως μελετηθὲν καὶ ἀσφαλῶς πιθανολογηθέν, ἔχοι ἂν ἐξελέγχειν τὴν ἐν λόγοις αὐτοῦ ἀρετήν. Ἔτι ἰστέον καὶ ὅτι Ἀθηνᾶ ἐνταῦθα, καὶ ἡ κατὰ τὴν Ὁμηρικὴν δεινότητα μέθοδός ἐστι, καθ' ἣν ὁ ποιητὴς ἐπινοεῖται τήν τε τῆς Ἀθηνᾶς εἰς Ἰθάκην κάθοδον καὶ τὰ ἐπ' αὐτῇ, καὶ τὰ κατὰ τὸν Ἑρμῆν ἐπὶ τῇ Καλυψοῖ. Ἰστέον δὲ καὶ ὅτι ὀνειδισθεῖσα ἤδη ἐφ' οἷς ἐλάλησεν ἡ μυθικὴ Ἀθηνᾶ, καὶ ἀκούσασα ὅτι οὐκ ἀγαθὸν ἔπος διέδρα τὰ χείλη αὐτῆς, ἐνταῦθα συστρέφει ἑαυτὴν εἰς νοῦν καὶ ἐντελῶς λαλεῖ ἅπερ χρὴ ποῆσαι τὸν Τηλέμαχον. καὶ μηδενὸς ἀντειπόντος,