Ancient Greek
Volume 1
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Odysseam 1.228.1
Not analysed yet
γειν πρόσωπα, καὶ συγκιρνᾶν ἀγαθῷ τινι τὸ ἄκρατον τοῦ κακοῦ ἢ καὶ παντελῶς ἀπάγειν αὐτὸ, ποιεῖ τοῦτο καὶ νῦν. καὶ ἐπεὶ μέγα τὸ τοῦ κινδύνου κακὸν ἦν τῷ Ὀδυσσεῖ καὶ πάντῃ ἄφυκτον, πλάττει τὴν Λευκοθέαν ἀναφανεῖσαν ἐκ μέσων τῶν κυμάτων καὶ τὰ δυνατὰ πιθανῶς βοηθήσασαν. ὡς μή τε τῷ Ποσειδῶνι παντελῶς ἀντιπεσεῖν, μή τε τὸν Ὀδυσσέα προλιπεῖν ἀβοήθητον. βοηθεῖ δὲ, διὰ τοῦ κατ' αὐτὴν κρηδέμνου ὡς ἐφεξῆς ῥηθήσεται. ἀστεῖον δὲ τὸ Λευκοθέας ἐπεισόδιον. ἱστορίαν τε γὰρ ξενικὴν ἐπεισάγει, καὶ Ὁμηρικὸν ἔθος πληροῖ, θεῖον ἐν κινδύνῳ εἰσαγομένη πρόσωπον. καὶ τὸ ἄπορον λύει τοῦ, πῶς Ὀδυσσεὺς οὐκ ἔπαθέ τι δεινὸν πέτραις προσαραχθείς. ἔστι δὲ ὁ περὶ τῆς Λευκοθέας λόγος τῷ ποιητῇ, οὗτος. τόν δ' εἶδε Κάδμου θυγάτηρ καλλίσφυρος Ἰνώ. Λευκοθέη. ἣ πρὶν μὲν ἔην βροτὸς αὐδήεσσα. νῦν δ' ἁλὸς ἐν πελάγεσσι, θεῶν ἐξέμμορε τιμῆς. αὕτη τὸν Ὀδυσσέα ἐλέησεν ἀλώμενον ἄλγε' ἔχοντα. αἰθυίῃ δ' εἰκυῖα ποτὴ, ἀνεδύσατο λίμνης. ἷζε δ' ἐπὶ σχεδίης πολυδέσμου, εἶπέ τε μῦθον. (Vers. 339.) κάμμορε. τίπτέ τοι ὧδε Ποσειδάων ὠδύσατ' ἐκπάγλως, ὅτι σοι κακὰ πολλὰ φυτεύει. καὶ ἑξῆς. τοῦτο δέ ἐστι παρῳδῆσαι, ὅτέ τις μνησικάκως πάσχει πρός τινος. ἡ δὲ κατὰ τὴν Ἰνὼ ἤτοι Λευκοθέαν ἱστορία, διώνυμως γὰρ ἡ γυνὴ, τοιαύτη τίς ἐστιν. Ἰνὼ Ἀθάμαντι συνοικήσασα ἔσχε παῖδας Μελικέρτην καὶ Λέαρχον ἢ Κλέαρχον. Ἀθάμας δὲ κατὰ μῆνιν Ἥρας τὰς φρένας ληφθεὶς, ἐπεὶ ἔθρεψε τὸν Διόνυσον, ἀναιρεῖ τὸν Λέαρχον. ἐπεὶ δὲ καὶ τὸν λοιπὸν ἔμελλε παῖδα διαχειρίσασθαι, βαστάζει αὐτὸν ἡ μήτηρ Ἰνώ. καὶ διὰ τοῦ λευκοῦ πεδίου τῆς Μεγαρίδος θεύσασα ὅ ἐστι δραμοῦσα, ὅθεν καὶ Λευκοθέα ἐκλήθη, συγκατέῤῥιψεν ἑαυτὴν τῷ βασταζομένῳ παιδὶ ἐς θάλασσαν. καὶ ἰσόθεον ἔλαχε τιμὴν σὺν αὐτῷ, κληθέντι Παλαίμονι διὰ τὸ κατὰ τὸν μῦθον συλλαμβάνεσθαί τι τοῖς ἁπλῶς παλαίουσι ἢ τοῖς κατὰ θάλασσαν παλαίουσιν, ὅ ἐστι πονουμένοις περὶ τὰ ναυτικά. ἐπεὶ καὶ ἡ παλαισμοσύνη, παλαιμοσύνη γραφομένη εὑρίσκεται παρὰ τοῖς παλαιοῖς. θυγάτηρ δὲ ἡ Ἰνὼ τοῦ Κάδμου, ὃς περὶ τὰς θυγατέρας ἐδυστύχησε. Σεμέλη μὲν γὰρ, ἐφλέχθη κεραυνῷ. Ἀγαυὴ δὲ μανεῖσα, διεσπάσατο τὸν υἱὸν Ἀκταίωνα. Λευκοθέα δὲ, εἰς θάλασσαν ἥλατο. οἰκτίζεται δέ φασιν αὕτη τὸν Ὀδυσσέα, ἢ ὡς ἄνθρωπος γενομένη ποτέ. ἢ καὶ ὡς φιλογύνην ὄντα. ἢ καὶ ὡς ὁμοιοπαθῇ. θαλάσσῃ γὰρ καὶ αὐτὸς εἰ καὶ μὴ ἑκὼν ἐμπέπτωκεν ὡς ἐκείνη, ἀλλ' οὖν δυστυχῶς ἐγκυβιστᾷ. (Vers. 337.) οὐκ ἐμορφώθη δέ φασιν εἰς αὐτὸ τοῦτο αἴθυιαν. πῶς γὰρ λαλεῖ, πῶς δὲ καὶ φορεῖ ἢ καὶ χειρίζει τὸ κρήδεμνον; ἀλλὰ τῷ τρόπῳ τῆς ἀναδύσεως, ἔοικεν εἰς αἴθυιαν. οὐκ ἐναντιοῦται δέ φασι τῷ Ποσειδῶνι, ἐπεὶ κἀκεῖνον οἶδεν εἰδότα ὡς χρὴ σωθῆναι τὸν Ὀδυσσέα. διὸ καὶ προαναφωνεῖ δι' αὐτῆς ὁ ποιητὴς ὡς οὐ καταφθίσει τὸν Ὀδυσσέα ὁ Ποσειδῶν. (Vers. 334.) Αὐδήεσσα δὲ, ἢ ἡ διαβόητος κατὰ τοὺς παλαιοὺς ὅ ἐστιν ἀοίδιμος διὰ τὰ ἐπ' αὐτῇ συμβάντα. ἢ ἡ ἔνδοξος, εὐγενὴς γάρ. ἢ κατὰ Ἀριστοφάνην, ἡ χρωμένη ἀνθρωπίνῃ φωνῇ. οὕτω γὰρ αὐδήεντες οἱ ἄνθρωποι πρὸς διαστολὴν τῶν λοιπῶν ζῴων. γράφεται δὲ καὶ οὐδήεσσα τουτέστιν ἐπίγειος. νύμφη γὰρ ἦν καὶ οὐκ ἐκ τῶν οὐρανιώνων. Ἀριστοτέλους δέ φασι καὶ Χαμαιλέοντος ἡ τοιαύτη γραφή. (Vers. 337.) Τὸ δὲ ποτῇ, ἢ κατὰ δοτικὴν, ἵνα λέγῃ ὅτι πετομένῃ αἰθυίῃ ἐοικυῖα. ἢ κατὰ εὐθεῖαν πτῶσιν, ἵνα ᾖ ποτὴ ἀνεδύσατο λίμνης, ἤγουν πετασθεῖσα ἐκ θαλάσσης ἀνέδυ. γράφεται δὲ καὶ σὺν τῷ νῦ, ποτήν. ὃ δηλοῖ τὴν πτῆσιν. ὡς ἂν λέγῃ, ὅτι ἐοικυῖα αἰθυίῃ κατὰ τὴν πτῆσιν ἤγουν κατὰ τὴν ὁρμήν. καὶ ἀπαλλαττομένη δὲ ἡ μυθικὴ αὕτη Λευκοθέα, αἰθυίᾳ εἰκάσθη. ὡς καὶ ἡ Ἀθηνᾶ, ὄρνις ὡς ἀνόπαια διέπτατο. καὶ φήνῃ εἰδομένη. (Vers. 340.) Τὸ δὲ ὠδύσατο, ἐνθύμιον δίδωσι τοῦ ἐτυμολογεῖσθαι τὸν Ὀδυσσέα ἐκ τοῦ τοιούτου ῥήματος ὡς καὶ προγέγραπται. διὸ καὶ αὐτὸς ἐν τοῖς ἑξῆς, λέγει ὅτι οἶδα ὥς μοι ὀδώδυσται κλυτὸς ἐννοσίγαιος, ὃ ταυτόν ἐστι τῷ, κλυτὸς Ἀμφιτρίτη. Ἀττικὸς δὲ παρακείμενος τὸ ὀδώδυσται κατά τι ὅμοιον τοῦ ὀρώρυκται. (Vers. 341.) Τὸ δὲ κακὰ πολλὰ φυτεύειν, τὸ δολιεύεσθαι καὶ νῦν δηλοῖ. καθὰ καὶ τὸ ὑφαίνειν δόλον ἐν τοῖς ἐφεξῆς. (Vers. 342.) Ὅτι παραμυθία ἐπὶ βουλῆς τὸ, οὐ μὲν δή σε καταφθίσει μάλα περ μενεαίνων. παραινετικὸν δὲ τὸ, ἀλλὰ μάλ' ὧδ' ἔρξον. δοκέεις δέ μοι οὐκ ἀπινύσσειν. ὅ ἐστιν ἀφραίνειν καὶ ἐστερῆσθαι τοῦ πινυτὸς εἶναι. (Vers. 344.) παίδευσις δὲ τοῦ μὴ ἑτέροις θαῤῥεῖν ἀλλὰ τοῖς οἰκείοις ἔργοις τὸ, σχεδίην μὲν ἀνέμοισι φέρεσθαι κάλλιπ'. ἀτὰρ χείρεσσι νέων, ἐπιμαίεο νόστου. ἤτοι ἐπιθύμει. ἐπιμελοῦ, ἐκ τοῦ μῶ μαίω τὸ ζητῶ. Τὸ δὲ νέων, κεῖται μὲν καὶ ἐν τῷ, ποταμοῦ κατὰ στόμα ἷξε νέων. ἔχει δὲ ἐνεστῶτα τὸ νέω νῶ. ἐξ οὗ τὸ νήχω παράγωγον. (Vers. 346.) Ὅτι κρήδεμνον ἡ Λευκοθέα δίδωσι τῷ