Ancient Greek
Volume 1
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Odysseam 1.229.1
Not analysed yet
Ὀδυσσεῖ ὡς ἂν ὑπὸ στέρνοιο τανύσας αὐτὸ ὃ καὶ ἄβροτον λέγει, μηκέτι παθεῖν δέος ἔχῃ μὴ δ' ἀπολέσθαι. ἔοικε δὲ τὸ τοιοῦτον κρήδεμνον, περίαπτόν τι ποθὲν περιγενέσθαι τῷ Ὀδυσσεῖ, φυλακτήριον θαλαττίου κακοῦ καθά που καὶ τὸ μῶλυ πρὸς ἀποτροπὴν φέρει κακοπιοῦ ἀλογίας. ἔοικε γὰρ εἰδέναι καὶ τὴν φύσιν τῶν περιάπτων ὁ ποιητὴς ὡς δηλοῖ καὶ τὸ φόρημα τοῦ κεστοῦ. καὶ ἄλλως δὲ τὸ ῥηθὲν, αἴνιγμά τι ἐστὶ τοῦ εἶναι τὸν Ὀδυσσέα τλημονέστατον, διά τε τὸ φύσει ἀγχίνουν, καὶ τὸ τλησικάρδιον. διὸ κρήδεμνον μὲν, τὸ φυλακτήριον. καὶ διατοῦτο φρονήσεως σύμβολον. περὶ τὰ στέρνα δὲ τίθεται, κατὰ τὸ, τέτλαθι κραδίη. ὃ καὶ ἀλλαχοῦ λέγει αὐτός. καὶ ἄλλως δὲ τὸ αὐτὸ εἰπεῖν, τὸ οὐδέ τι σοι παθεῖν δέος, τοῦτό ἐστι τὸ περὶ τὰ στέρνα θεῖν κρήδεμνον, ἤγουν τὸ μὴ τὴν καρδίαν δέος παθεῖν διὰ τὸ ἀχανὲς τοῦ πελάγους. ἀλλὰ θαῤῥαλέως ἔχειν διὰ τὸ φύσει καὶ ἐξ ἀρετῆς δὲ τλησίπονον. Ἐν τούτοις δὲ καθὰ καὶ ἀλλαχοῦ ἐν πολλοῖς, ἡ δευτέρα φροντὶς, κρείττων τῆς προτέρας ἀπεκβαίνει. πρῶτα μὲν γὰρ ὡς εἰκὸς, βουλεύεται Ὀδυσσεὺς ἀφεὶς τὴν σχεδίαν, χερσὶ νήχεσθαι. εἶτα μεταβουλεύεται, παραμεῖναι τῇ νηῒ, ἕως ἂν αὐτὴν τὸ κῦμα διατινάξῃ. σεμνύνει δ' ἐν τούτοις τὸν Ὀδυσσέα ἐπὶ πλέον ὁ μύθος, εἴπερ ἡ μὲν Λευκοθέα ὑποτίθησιν αὐτῷ ἀμελῆσαι μὲν τῆς σχεδίας, ἐπιτρέψαι δὲ τὴν σωτηρίαν τῷ νήχεσθαι. ὁ δὲ, ἄλλως ἐπικρίνει φρονῶν κρεῖττον αὐτῆς. συμβουλεύει δ' ἐνταῦθα ἡ μυθικὴ Λευκοθέα τῷ Ὀδυσσεῖ, καὶ ἐπειδὰν αὐτὸς χερσὶν ἐφάψηται ἠπείρου ἀποδύσασθαι τὸ κρήδεμνον καὶ βαλεῖν εἰς πόντον πολλὸν ἀπ' ἠπείρου. (Vers. 350.) αὐτὸν ἄπο νόσφι τραπέντα. ὅ ἐστιν, ἔμπαλιν βλέποντα. ὃ καὶ ποιήσει ἐκεῖνος κατά τι παρατήρημα ἐν τοῖς ἑξῆς. τί γὰρ καὶ ἐχρῆν πλάσασθαι φορεῖν αὐτὸν τὸ μηκέτι ἐσόμενον χρήσιμον; (Vers. 348.) ἔστι δὲ τὸ ἠπείρου χείρεσιν ἐφάψασθαι, ταυτὸν τῷ, ἐπὶ χέρσου γενέσθαι, κολυμβῶντα δηλαδή. τοῦ γὰρ νηχομένου, αἱ χεῖρες πρῶται ἅπτονται γῆς. (Vers. 347.) Ὅτι παραμυθικὸν τὸ, οὐδέ τι τοι παθεῖν δέος οὐδ' ἀπολέσθαι. (Vers. 350.) Ὅτι δύσελπιν ἐπάνοδον δηλοῖ τὸ, ἐπεὶ ἑκὰς γαῖα ὅθι μοι φάτο φύξιμον εἶναι. (Vers. 343.) Βουλευτικοῦ δὲ ἀνδρὸς τὸ, ἀλλὰ μάλ' ὧδ' ἔρξω, δοκέει δέ μοι εἶναι ἄριστον. (Vers. 361.) Ὅτι ὁ τέως μὲν μεταχειριζόμενός τι λυσιτελὲς μελετῶν δὲ κατ' ἀνάγκην καί τι ἕτερον δυσχερὲς ποιήσειν εἰ ἔλθοι καιρὸς, ἔχει πρὸς παράδειγμα τὸν Ὁμηρικὸν Ὀδυσσέα λέγοντα. Ὄφρ' ἂν μέν κεν δούρατ' ἐν ἁρμονίῃσιν ἀρήρῃ, τόφρ' αὐτοῦ μενέω καὶ τλήσομαι ἄλγεα πάσχων. αὐτὰρ ἐπὴν δή μοι σχεδίην διὰ κῦμα τινάξῃ, νήξομαι. ἐπεὶ οὐ μέν τι πάρα προνοῆσαι ἄμεινον. (Vers. 364.) δῆλον γὰρ ὡς ὅτε καιρὸς, ἐγχειρητέον καὶ τοῖς μὴ καλοῖς. καὶ ἄλλως δὲ εἰπεῖν, παράδειγμά ἐστι τὸ τοιοῦτον, τῷ μετὰ ἀπορίαν μεγάλης βοηθείας πεποιθότι ἐπὶ μικροῖς. (Vers. 361.) Τὸ δὲ ἀρήρῃ, διὰ τοῦ η ἔχει τὴν λήγουσαν ὡς ὑποτακτικὸς παρακείμενος τοῦ ἄρηρα. ὁποῖον καὶ τὸ ὀλώλῃ ἐκ τοῦ ὄλωλα ἐν τῷ, ὅτ' ἄν ποτ' ὀλώλῃ Ἴλιος. (Vers. 363.) Τὸ δὲ σχεδίαν διατινάξῃ, παραβολῆς ἤρτηται τῆς εἰπούσης, ἠΐων θημῶνα τινάξει. (Vers. 373.) Ὅτι ὁ χαίρων ἐφ' οἷς προήγαγέ τινα εἰς κάκωσιν πολλὴν, ἐρεῖ ἂν τὸ, κινήσας δὲ κάρη, ἔφη. οὕτω νῦν κακὰ πολλὰ παθὼν ἀλόω εἰσόκεν γένηται τό δέ τι. ἀλλ' οὐδ' ὥς σε ἔολπα ὀνόσσεσθαι κακότητος. (Vers. 373.) ἔστι δὲ ὀνόσσεσθαι κακότητος, τὸ ἐξευτελίσαι τὴν κάκωσιν ὡς καὶ προείρηται, ὅπερ εἰώθασι πολλοὶ ποιεῖν, βαρυνόμενοι ἐπὶ τοῖς βραχέα κακύνουσιν. οἱονεὶ μεμφόμενοι ὅτι ἀτεχνῶς καὶ οὐ βαρέως ἐκακοποίησαν καὶ οὐχ' ὡς ἐπεθύμουν. (Vers. 381.) Ὅτι τὰς Αἰγὰς περὶ ὧν προεῤῥέθη, τόπον ἱερὸν τῷ Ποσειδῶνι εἶναι λέγει ὁ ποιητής. εἰπών. ἵκετο δ' εἰς Αἰγὰς ὅθι οἱ κλυτὰ δώματ' ἔασιν. Ὅτι δ' ἐκ τῶν τοιούτων ὡς ἐπισήμων καὶ τὸ Αἰγαῖον ἐκλήθη πέλαγος, διείληπται ἀλλαχοῦ. Καὶ ὅτι διὰ τὸ ἐκεῖσε πολὺ βάθος, ἱερῶσθαι τῷ Ποσειδῶνι ὁ τόπος δοκεῖ ὡς οἷόν τι ἄδυτον. (Vers. 383.) Ὅτι εὐδίας φράσις τὸ, ἤτοι τῶν ἄλλων ἀνέμων κατέδησε κελεύθους, παύσασθαι δ' ἐκέλευσε καὶ εὐνηθῆναι ἅπαντας. ὦρσε δ' ἐπὶ κραιπνὸν βορέην, πρὸ δὲ κύματ' ἔαξε. Καὶ ὅρα τὸ, κατέδησε κελεύθους. ὅθεν ἡ κοινὴ γλῶσσα, ὁδοῦ δέματα λέγει, ἔνθα ὕλη τεθεῖσα, κωλύει τοὺς ὁδεύοντας. (Vers. 384.) Τοῦ δὲ εὐνηθῆναι ὁ ἐνεστὼς, εὐνῶ. ἐξ οὗ τὸ εὐνάζειν παράγεται. (Vers. 385.) Τὸ δὲ δὲ κύματ' ἔαξε τὰ τῶν ἄλλων δηλοῖ ἀνέμων. ἐπεί τοι καὶ ὁ βοῤῥᾶς ἐγείρει κύματα. (Vers. 394.) Ὅτι ἐθέλων ὁ ποιητὴς δηλώσειν ὅπως Ὀδυσσεὺς διετέθη ὁπηνίκα μεγάλου ὑπὸ κύματος ἀρθεὶς εἶδε τὴν τῶν Φαιάκων, φησίν. ὡς δ' ὅτ' ἂν ἀσπάσιος βίοτος παίδεσσι φανείη πατρὸς, ὃς ἐν νούσῳ κεῖται κρατέρ' ἄλγεα πάσχων (Vers. 396.) δηρὸν τηκόμενος. τηκεδόνος γὰρ αἰτία ἡ νόσος. στυγερὸς δέ