Ancient Greek
Volume 1
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Odysseam 1.231.1
Not analysed yet
κρυα. ἢ καὶ ἄλλως, ὑπηχεῖν κατὰ ἤχου τινὸς ὁμοίου ποιότητα. (Vers. 462.) Ὅτι ἐκ ποταμοῦ λιασθεὶς Ὀδυσσεὺς, σχοίνῳ ὑπεκλίνθη, τῇ αὐτοφυῶς ἐν ὑδρηλοῖς φυομένῃ τόποις. (Vers. 463.) κύσε δὲ ζείδωρον ἄρουραν. ὅ ἐστιν, ἐφίλησε τὴν γῆν ὡς καὶ Ἀγαμέμνων πρὸ τούτου ποιῆσαι δεδήλωται. Ἰστέον δὲ ὅτι τὸ κύειν καὶ κύσαι καθὰ καὶ τὸ φιλεῖν, ταπολλὰ μὲν, συμβολὴν χειλέων δηλοῖ ὡς καὶ ἐνταῦθα καὶ ἑτέρωθι πολλαχοῦ. καὶ διάθεσιν δὲ ψυχικὴν ὅθεν ὁ κύων τὸ ζῷον παρῆκται καὶ τὸ κυνεῖν καὶ προσκυνεῖν. λαμβάνεται δὲ ἀποτελέσματός τινος λόγῳ καταχρηστικῶς, καὶ ἐπὶ γεννήσεως. μετὰ μέντοι τῆς εν προθέσεως καὶ τῆς ὑπο, σύλληψιν βρέφους ἡ λέξις δηλοῖ. τοιοῦτον γὰρ ἡ ἔγκυος. καὶ τὸ ἐγκυμονεῖν. καὶ τὸ, ἥδ' ὑποκυσσαμένη τέκε. καὶ ἄλλως δέ ποτε δίχα προθέσεως, κύειν λέγεται τὸ κατὰ γαστρὸς ἔχειν. ὅτι δὲ καὶ κυῶ κυήσω περισπωμένως λέγεται τὸ γεννῶ, οἱ κυήτορες δηλοῦσι καὶ τὸ ἐκύει ἤγουν ἐγέννησε, καὶ ἡ κύησις. (Vers. 466.) Ὅτι καὶ σωθέντι τῷ Ὀδυσσεῖ, ἀμηχανεῖν ἔπεισιν ὡς εἰ μὲν ἐν ποταμῷ δυσκηδέα φησὶ νύκτα φυλάξω, μή μ' ἄμυδις στίβη τε κακὴ καὶ θῆλυς ἑέρση ἐξ ὀλιγηπελίης δαμάσῃ κεκαφηότα θυμόν. αὔρη δ' ἐκ ποταμοῦ ψυχρὴ πέλεται ἠῶθι πρό. εἰ δέ κεν ἐς κλιτὺν ἀναβὰς καὶ δάσκιον ὕλην, θάμνοισι πυκινοῖσι καταδραθῶ, εἴ με μεθίει ῥῖγος καὶ κάματος γλυκερὸς δέ μοι ὕπνος ἐπέλθῃ, δείδω μὴ θήρεσσιν ἕλωρ καὶ κῦρμα γένωμαι. οὕτω δὲ αὐτῷ φρονοῦντι, δοάσατο τουτέστιν ἐδόκησε κέρδιον εἶναι, (Vers. 474.) βῆναι εἰς τὴν ὕλην, κἀκεῖ καταδραθεῖν. τοῦτο γὰρ εὐπλαστότερον πιθανῶς ἔδοξε τῷ ποιητῇ. ἐπεὶ καὶ κρεῖττον τοῦ ὁμολογουμένου κακοῦ, τὸ ἄδηλον. τὸ ῥῖγος μὲν γὰρ καὶ ὁ ἐκεῖθεν κάματος, ἐκδηλότατα. τὸ δ' ἐκ τῶν θηρίων κακὸν, οὐχ' οὕτως. εὗρε δὲ τὴν τοιαύτην ὕλην, σχεδὸν ὕδατος, ἐν (Vers. 476.) περιφαινομένῳ ἤγουν ἐν περιόπτῳ τόπῳ. οὔτε γὰρ ἔδει ἐρευνᾶν ποῦ ἂν εὕρῃ τοιοῦτον τόπον, οὔτε μακρὰν ἀπελθεῖν γυμνόν τε ὄντα καὶ ὀλιγηπελέοντα ὡς ἐῤῥέθη καὶ ἐκπεπνευκότα μικροῦ τὴν ψυχήν. (Vers. 468.) τοῦτο γὰρ δηλοῖ ὡς καὶ ἀλλαχοῦ ἐλέχθη, τὸ, κεκαφηότα θυμόν. καφῶ γὰρ καφήσω, τὸ ἐκπνέω. ἐκ τοῦ κάμπτω κάψω κέκαφα. ὅθεν καὶ κάπη ὡς προεῤῥέθη, ἡ φάτνη. καὶ κάφος, τὸ πνεῦμα. ἐξ οὗ καὶ κῆπος, ὁ ὑπὸ ἀνέμων φασὶ καταπνεόμενος. (Vers. 466.) Δυσκηδέα δὲ νύκτα λέγει, τὴν δυσφύλακτον καὶ δυσφρόντιδα. πρὸς διαστολὴν τῆς ἀναπαυσίμου. (Vers. 467.) Τὸ δὲ μή μ' ἄμυδις στίβη καὶ ἑέρση δαμάσῃ, ἐλλειπτικῶς εἴρηται. λείπει γὰρ τὸ δείδω ἤ τι τοιοῦτον. διὸ ἐντελῶς ἔχει τὸ, εἰ δὲ ἐς κλιτὺν ἀναβὰς καταδράθω, δείδω μὴ θήρεσσιν ἕλωρ καὶ κῦρμα γένωμαι. ἅπερ κεῖται καὶ ἐν τῇ γ ῥαψῳδίᾳ. ἔνθα ὁ σώφρων ἀοιδὸς ἐν νήσῳ ἐρήμῃ κατελείφθη οἰωνοῖσιν ἕλωρ καὶ κῦρμα γενέσθαι. Στίβη δὲ ὥς που καὶ ἐν τοῖς ἑξῆς, ἡ ἑωθινὴ πάχνη. παρὰ τὸ στείβω τὸ καταπατῶ καὶ πυκνοποιῶ. ὅθεν καὶ στίβος ἡ ἐν τῷ καταπατεῖσθαι πυκνουμένη ὁδός. πυκνοῦται γὰρ ἡ δρόσος παχνουμένη. Ἑέρση δὲ μετὰ δασέος πνεύματος Ἀττικῶς, ἡ δρόσος. ὡς ἐν τῇ Ἰλιάδι δεδήλωται ἱκανῶς. ἡ λεγομένη καὶ δισυλλάβως ἔρση, ὡς δηλοῖ τὸ, λωτόν θ' ἱρσήεντα. Θῆλυς δὲ, ἡ θρεπτικὴ τῶν φυτῶν. ἐκ μεταφορᾶς τῶν ζῴων ἐν οἷς τὰ θήλεα θρεπτικά εἰσι τῶν νεογνῶν, μᾶλλον ἤπερ τὰ ἄῤῥενα. ποιητικῶς δὲ εἶπε τὸ θῆλυς ὁμοίως τῷ, πουλὺν ἐφ' ὑγρήν. τοιοῦτον καὶ τὸ, θῆλυν τε μέλαιναν. καὶ τὸ, θῆλυς ἀϋτμή. (Vers. 469.) Τὸ δὲ ἠῶθι πρὸ, ἀντὶ τοῦ πρὸ ἠοῦς ὅ ἐστι πρωΐας. (Vers. 470.) Τὸ δὲ ἐς κλιτὺν ἀναβὰς, ὑψηλὴν πρόσβασιν ὄρους δηλοῖ τὴν κλιτὺν εἶναι, διὰ τοῦ ἀναβάς. κοινῶς δὲ, τὰ παρὰ τὸ κλίνω, ὕψός τι δηλοῖ. οἷον. ἡ ἐπὶ θρόνου κλισία. καὶ ὁ κλισμός. καὶ ἡ κλίνη. καὶ τὸ ἀνάκλιντρον. καὶ ἡ κλίμαξ. ἴσως δὲ καὶ τὸ κλίτος. Ἡ δὲ δάσκιος ὕλη, ἐπίτηδες ἐξεφωνήθη. τοιαύτη γὰρ περισώσεται τὸν Ὀδυσσέα. (Vers. 472.) Τὸ δὲ ῥῖγος, πρωτότυπόν ἐστι τοῦ ῥίγιστος. ὡς καὶ τὸ κάλλος καὶ τὸ κράτος, τοῦ κάλλιστος καὶ τοῦ κράτιστος. (Vers. 476.) Ὅτι δὲ ἡ δάσκιος ὕλη ἐχρησίμευσε τῷ Ὀδυσσεῖ, δηλοῖ ὁ ποιητὴς γράψας οὕτω δοίους δ' ἂρ ὑπήλυθε θάμνους ἐξομόθεν πεφυῶτας. ὁ μὲν, φυλίης. (Vers. 477.) ὅ δ' ἐλαίης. ἀγρίας δηλαδή. τοὺς μὲν ἂρ, οὔτ' ὄμβρος περάασκε διαμπερές. ὣς ἄρα πυκνοὶ ἀλλήλοισιν ἔφυν ἐπαμοιβαδύς. καὶ οὐκ ἐψεύδοντο οὔτε τὸ δάσκιον εἴγε ἀνήλιοι ἦσαν, οὔτε τὸ θάμνοι εἶναι διὰ τὸ θαμὰ πεφυκέναι. (Vers. 481.) οὓς ὑπ' Ὀδυσσεὺς δύσετο. ὃ ταυτόν ἐστι τῷ, ὑπήλυθεν. ἄφαρ δὲ, ὕλην ἢ μάλιστα εὐνὴν ἐπαμήσατο χερσὶ φίλῃσιν. εὐρεῖαν. φύλλων γὰρ (Vers. 483.) ἔην χύσις ἤλυθα πολλή. εἶτα ἑρμηνεύων τὸ πολλὴ, φησίν. ὅσσοντ' ἠὲ δύω ἠὲ τρεῖς ἄνδρας ἔρυσθαι ὥρη χειμερίη εἰ καὶ μάλαπερ χαλεπαίνει. τὴν μὲν ἰδὼν γήθησε πολύτλας δῖος Ὀδυσσεύς. ἐν δ' ἄρα μέσσῃ λέκτο. χύσιν δ' ἐπεχεύατο φύλλων. στιβάδα ταύτην ἁπαλὴν εὐτυ-