Ancient Greek
Volume 1
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Odysseam 1.230.1
Not analysed yet
οἱ ἔχραε δαίμων, ἀσπάσιον δ' ἄρα τόν γε θεὸς κακότητος ἔλυσεν, ὣς Ὀδυσσῆ' ἀσπαστὸν ἐείσατο γαῖα καὶ ὕλη. (Vers. 398.) καὶ ἔστιν ἡ παραβολὴ, πρὸς μόνον τὸ πολὺ τῆς ἡδονῆς. ἄλλως γὰρ, ἀνομοίως ἔχει τῷ πράγματι. ἐκεῖ μὲν γὰρ, οἱ μηδὲν παθόντες παῖδες, χαίρουσιν ἐπὶ τῷ πεπονθότι πολλά. ἐνταῦθα δὲ, ὁ πολυπαθὴς Ὀδυσσεὺς χαίρει γῆν ἰδὼν τὴν ἐπ' αὐτῷ ἀπαθῆ. οὐκοῦν πρὸς μόνην τὴν πολλὴν χαρὰν ἡ παραβολή. (Vers. 397.) Καιρία δὲ λέξις ἐπὶ τοιούτου πράγματος τὸ ἀσπάσιος. ᾗ ἰσοδύναμον τὸ ἀσπαστόν. διὸ καὶ ἐπέμεινεν αὐτῇ. Ἔχει δέ τι ἀστεῖον ἡ παραβολὴ καὶ ἐν τῷ, μὴ πατέρα ἐπὶ παισὶν ἀλλ' αὐτοὺς ποιῆσαι χαίροντας ἐπὶ πατρὶ ἀπαλλαγέν τι ὀλεθρίας νόσου. καὶ Ὀδυσσεὺς γὰρ τὴν πατρίδα γῆν ἀναπολήσας ἣν ὡς ἐξ αὐτοῦ ἀπολωλυῖαν ἐλογίζετο, ἐχάρη δι' αὐτὸ, ἰδὼν τὴν γῆν. Τὸ δὲ φανείη, τινὰ τῶν ἀντιγράφων ἐν δυσὶν ἦτα γράφουσιν. ἵνα ᾖ φανῇ, καὶ κατὰ πλεονασμὸν φανήη. ἢ ἐκ τοῦ φανείη κατὰ τροπὴν τῆς παραληγούσης ει διφθόγγου εἰς τὴν ῃ δίφθογγον. ὃ γέγονε καὶ ἐπὶ τοῦ καλλιπάρῃος ἐκ τοῦ παρειά. (Vers. 396.) Τὸ δὲ στυγερὸς ἔχραε δαίμων, ἀντὶ τοῦ φρικτὴ ἢ θανάσιμος ἐπεβάρησε τύχη. (Vers. 398.) Τὸ δὲ Ὀδυσσῆ' ἀσπαστὸν, φίλον ἂν φανείη τοῖς νοηματίζουσι σχεδιακῶς. ἐξὸν γὰρ Ὀδυσσεῖ γράψαι διὰ διφθόγγου, συνείληπται ὅμως, ἐκ τῆς Ὀδυσσῆϊ δοτικῆς Ἰωνικῆς. Τὸ δὲ ἀσπαστὸν ἐφάνη γαῖα καὶ ὕλη, δυνάμενος εἰπεῖν ἀσπασταὶ ἢ ἀσπαστὰ, ὅμως ὡς ἐπὶ ἁπλῶς ἑνὸς πράγματος ἠρέσθη οὕτως εἰπεῖν. (Vers. 441.) Ὅτι ποταμοῦ στόμα καλλιρόου φησὶ μεταφορικῶς. ἐντεῦθεν δὲ, καὶ στόμια ποταμῶν λέγονται. οἷς ἀκόλουθον, καὶ τὸ λέγειν ἐρεύγεσθαι ποταμοὺς εἰς θάλασσαν. λέγονται δὲ καὶ ἐκβολαὶ ποταμῶν τὰ τοιαῦτα στόματα, διὰ τὴν ῥηθεῖσαν ἐρυγήν. ἄλλως γὰρ, εἰσβολὰς ἔδει λέγεσθαι διὰ τὸ εἰσβάλλειν εἰς θάλασσαν. Τὸ δὲ καλλίροον, οὐ διπλάζει τὸ ρ. διά τε τὸ μέτρον, καὶ φυσικῶς δέ. οὕτω καὶ μετ' ὀλίγα ἐν τῷ, ἔγνω δὲ προρέοντα ἤγουν ἐπὶ τὰ ἔμπροσθεν ῥέοντα, οὐ διπλάζεται μετὰ τὴν πρόθεσιν συνήθως τὸ ῥῶ. (Vers. 442.) Ὅτι λιμένος δηλοῖ ἀγαθοῦ κατάστημα τὸ, ἔνθα χῶρος ἄριστος. λεῖος πετράων. καὶ ἐπὶ σκέπας ἦν ἀνέμοιο. τοῦτο δὲ ἀλλαχοῦ ἰωγὴν ἔφη, ὡς πρὸ ὀλίγων ἐδηλώθη. Τὸ δὲ λεῖος πετράων, πρὸς διαστολὴν κεῖται τῆς τρηχείας ἀκτῆς. ἐναντία γὰρ λειότης καὶ τραχύτης. (Vers. 445.) Ὅτι ἱκετευτικὸν τὸ, κλῦθι ἄναξ ὅς τις ἐσσί. πολύλλιστος δέ σ' ἱκάνω, φεύγων τὰς τοῦ δεῖνος ἐνιπάς. δύναται δὲ καὶ τὰ ἐφεξῆς εἰς τοιοῦτον παρῳδηθῆναι νοῦν, οὕτως. αἰδοῖος μέν τ' ἐστὶ πᾶσιν ἀνδρῶν ὅς τις ἵκηται ἀλώμενος. ὡς καὶ ἐγὼ νῦν σὰ γούναθ' ἱκάνω πολλὰ μογήσας. ἀλλ' ἐλέαιρε ἄναξ. ἱκέτης δέ τοι εὔχομαι εἶναι. Ὀδυσσεὺς δὲ ταῦτα λέγει πρὸς τὸν Φαίακα ποταμόν. εὐχόμενος οὔτε βαρεῖαν εὐχὴν, ἀλλὰ καὶ δικαίαν. (Vers. 451.) διὸ καὶ ἀκούσας δῆθεν ἐκεῖνος τὸ, σόν τε ῥόον σά τε γούναθ' ἱκάνω, παῦσεν ἑὸν ῥόον. ἔσχε δὲ κῦμα. πρόσθε δέ οἱ ποίησε γαλήνην. τρία ταῦτα κῶλα ἰσοδύναμα. τόν δ' ἐσάωσεν ἐς ποταμοῦ προχοάς. ταῦτα δὲ χρήσιμά ποτε καὶ εἰς ναυαγὸν σωθέντα ἐκ κινδύνου. (Vers. 445.) Ἰστέον δὲ ὅτι τὸ πολύλιστος, γράφεται καὶ, πολύλιστον δέ σ' ἱκάνω. ὅθεν μεταλαβὼν ὁ περιηγητής, τριλίστους Ἴβηρας φησί. (Vers. 440.) Τὸ δὲ ἱκάνω καὶ τὸ ἵκηται, ἐπὶ ἱκεσίας ἐλήφθη ὡς ἐδήλωσεν ὁ ποιητὴς διὰ τοῦ, ἱκέτης δέ τοι εὔχομαι εἶναι. (Vers. 453.) Τὸ δὲ ἐς ποταμοῦ προχοὰς, ἢ ἀντὶ τοῦ εἰς τὰς ἑαυτοῦ προχοάς. ἢ εἰς τὸ σῶμα τοῦ ποταμοῦ. ὡς αὐτὸς ἄλλος ὢν ὁ ἱκετευόμενος καὶ μὴ τὸ ποτάμιον ὕδωρ. οὕτω καὶ Ὠκεανὸς, τό, τε ὕδωρ αὐτὸ, καὶ ὁ μυθευόμενος ὡς θεός. ὃν ὁ τραγικὸς Αἰσχύλος ἐπὶ γρυπὸς καθίζων, ἐξάγει πρὸς θέατρον. ἐνταῦθα δὲ, χρήσιμον καὶ τὸ, ἐπεὶ δὲ σηκῶν περιβολὰς ἠμείψαμεν ὕδωρ τε ποταμοῦ σῶμα διεπεράσαμεν. ὃ δὴ Χαιρήμονος λέγεται εἶναι τοῦ τραγικοῦ. Ὅτι μετὰ τὴν μακρὰν νῆξιν εἰς γῆν περισωθεὶς Ὀδυσσεὺς, ἔκαμψε τὰς χεῖρας καὶ τοὺς πόδας, φιλοσόφῳ λόγῳ. ἵνα μὴ τῇ πολυημέρῳ τάσει τῶν νεύρων ἀπολέσωσι τὰ μέλη τὸ εἶναι γναμπτὰ καὶ οὕτως εἰς ἀχρηστίαν ἐλάσωσι. διὸ περιάγων αὐτὰ καὶ τῇ ἀνέσει καὶ αὖθις κάμψει εἰς τὸ κατὰ φύσιν ἀποκαθιστῶν, γναμπτὰ ὡς ἐξ ὑπαρχῆς ποιεῖ, ὅπέρ ἐστιν ἀρετὴ μελῶν. ἔστι δὲ ἡ Ὁμηρικὴ φράσις, αὕτη. ὅ δ' ἂρ ἄμφω γούνατ' ἔκαμψε. χεῖράς τε στιβαράς. ἁλὶ γὰρ δέδμητο φίλον κῆρ. (Vers. 460.) Ὅτι ἁλιμυρήεντα ὡς καὶ ἐν Ἰλιάδι ποταμὸν λέγει, τὸν εἰς ἅλα μυρόμενον. ἤγουν κατά τινα ποιὸν ἦχον ῥέοντα. ἐκ δὲ τοῦ τοιούτου μύρεσθαι, καὶ τὸ μορμύρειν γίνεται. ὡς καὶ ἐκ τοῦ μαίρειν, τὸ μαρμαίρειν παράγεται. δοκεῖ δ' ἐκ τοῦ αὐτοῦ γίνεσθαι καὶ τὸ λαμυρόν. εἴγε λαμυρόν φασιν οἱ παλαιοὶ, εὔλαλον. εὐτράπελον. καὶ ὕστερον δέ, μύρεσθαι τὸ κλαίειν ἐῤῥέθη παρὰ τὸ αὐτὸ αἴτιον. ἵνα ᾖ μύρεσθαι, τὸ κατὰ ῥοῦν τινα προχέειν δά-