Ancient Greek
Volume 1
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Odysseam 1.234.1
Not analysed yet
πονέος ἀσυνήθης, ὁ δυσπονής. ὡμοίωται δὲ πρὸς τὸ ἀτερπής. ὡς γὰρ ἄτερπος ἀτερπὴς, οὕτω καὶ δύσπονος δυσπονής. τοιοῦτον δὲ καὶ τὸ πρὸ ὀλίγων ἄελπος ἀελπής. ΥΠΟΘΕΣΙΣ ΤΗΣ Ζ. ΟΜΗΡΟΥ ΡΑΨΩΙΔΙΑΣ. Ἀθηνᾶ ἐπιστᾶσα ὄναρ Ναυσικάᾳ τῇ Ἀλκινόου θυγατρὶ κελεύει αὐτῇ τὴν ἐσθῆτα ἐπὶ ποταμὸν ἀγαγούσῃ πλύνειν, πλησίον γὰρ αὐτῇ εἶναι τὸν γάμον. ἡ δὲ, τὸ κελευσθὲν ποιεῖ. ἔπειτα παίζει μετὰ τῶν θεραπαίνων. ἀκούσας δ' αὐτῶν ὁ Ὀδυσσεὺς ἐξυπνίζεται, καὶ δεηθεὶς Ναυσικάας ἐσθῆτα καὶ τροφὴν παρ' αὐτῆς λαβὼν ἕπεται αὐτῇ εἰς τὴν πόλιν. ΟΔΥΣΣΕΙΑΣ Ζ. ΟΜΗΡΟΥ ΡΑΨΩΙΔΙΑ. Ὅτι Ὀδυσσέως μὲν ἄφιξις εἰς Φαίακας, ἡ ζῆτα ῥαψῳδία ἐπιγέγραπται. πλάττει δ' ἐνταῦθα ὁ ποιητὴς τὴν βασιλικὴν θυγατέραν Ναυσικάαν γενομένην ἐπὶ μεγάλῳ ἀγαθῷ τοῦ Ὀδυσσέως, οὐκ ἄνευ Ἀθηνᾶς. καὶ ἔστιν εἰπεῖν οὐκ ἀφυῶς τὸν Ὀδυσσέα ὥσπερ φιλογύναιον διὰ τὴν ἄλοχον Πηνελόπην, οὕτως ἄλλον τρόπον γυναικοφίλαν, ὡς τοιούτοις προσώποις φιλούμενον, καὶ ὑπ' αὐτῶν ὠφελούμενον. οὐ μόνον γὰρ πρὸς αὐτοῦ ἐστι Κίρκη καὶ Καλυψὼ ἐρωτικῶς, ἀλλὰ καὶ ἡ Ἀθηνᾶ τρόπον ἕτερον κηδεμονικῶς, διὰ τὸ χαίρειν τῷ ὁμοίῳ οἷα συνετῷ καὶ σοφῷ. ἔχει δέ τι καὶ τῆς Ἑλένης ἐν Τροίᾳ ἀπονάμενος ὁ Ὀδυσσεύς. καὶ νῦν δὲ, εἰς τὰ μέγιστα συντελέσει αὐτῷ ἡ Ναυσικάα ὡς φανήσεται. ἡ δὲ Πηνελόπη ὅτι ἔπαθλον αὐτῷ κεῖται τῶν μυρίων ἀγώνων, ἐκδηλότατον. (Vers. 2.) Ὅτι συλληπτικὸν ἐνταῦθα σχῆμα τὸ, καθεῦδε πολύτλας Ὀδυσσεὺς, ὕπνῳ καὶ καμάτῳ ἀρημένος, καμάτου γὰρ βλάπτοντος, ὁ δὲ, συνέβαλε καὶ τὸν ὕπνον ὡς τοιοῦτον. τινὲς δὲ, στίξαντες τελείαν ἐν τῷ ὕπνῳ, φασὶν ὡς ἐκάθευδεν ὑπνῶν καί τοι καμάτῳ παρεθείς. ἕτεροι δὲ δασύναντες τὸ ἁρημένος, νοοῦσιν ἀντὶ τοῦ, ὕπνῳ καὶ καμάτῳ κεκρατημένος. Πάνυ δὲ προσφυῶς ἐνταῦθα (Vers. 3.) πολύτλαν ἔφη τὸν τοσαῦτα κακὰ τλάντα προσεχῶς Ὀδυσσέα. ἵνα λέγῃ ὡς ὁ πολλὰ τλὰς, μόλις νῦν ὑπνῶν ἀναπαύεται. Διατί δὲ τὸ καθεῦδε προπερισπᾶται, ἐν ἄλλοις εἴρηται. Ὅτι τῇ φρονήσει Ἀθηνᾷ τὰ κατὰ τὴν ῥηθεῖσαν Ναυσικάαν ὁ ποιητὴς ἀνατίθησιν, ὡς πάνυ σοφῶς αὐτὸς καὶ συνετώτατα τὸ τοιοῦτον πλάσμα μεταχειρισάμενος. ἦν μὲν γὰρ αὐτῷ καὶ ἄλλως πως ἐνδῦσαι τὸν γυμνὸν Ὀδυσσέα ἐν τῇ ἐσχατιᾷ, διὰ ὑλοτόμου τυχὸν ἢ ἀγρότου ἢ ἁλιέως ἢ ὁπωσοῦν ἑτέρως. ὁ δὲ, τὸ ἐνδοξότατον ἐπελέξατο, τὸ διὰ τῆς βασιλικῆς νεάνιδος τοῦτο ποιῆσαι. ὑφ' ἧς καὶ εἰς τὰ βασίλια δώματα ποδηγηθήσεται. καὶ οὕτω τὸ πλάσμα εὐοδώτερον ἔσται καὶ πιθανώτερον. ἔσται δὲ ἡ τῆς καθ' Ὅμηρον Ἀθηνᾶς μέθοδος, ὄνειρος ἐρεθίζων εἰς ἔργα τὴν Ναυσικάαν ὡς ἐν τοῖς ἐφεξῆς δηλωθήσεται. (Vers. 4.) Ὅτι οἱ Φαίακες πρὶν μέν ποτ' αἴνεον ἐν εὐρυχόρῳ Ὑπερείῃ, ἀγχοῦ Κυκλώπων, ἀνδρῶν ὑπερηνορεόντων. οἵ σφεας σινέσκοντο. βίῃ δὲ φέρτεροι ἦσαν. ἔνθεν ἀναστήσας, ἄγε Ναυσίθοος θεοειδής. εἷσεν δ' ἐν Σχερίῃ, ἑκὰς ἀνδρῶν ἀλφηστάων. ἀμφὶ δὲ τεῖχος ἔλασσε πόλει καὶ ἐδείματο οἴκους. καὶ νηοὺς ποίησε θεῶν, καὶ ἐδάσσατ' ἀρούρας. ἀλλ' ὁ μὲν, ἤδη Κηρὶ δαμεὶς, Ἄϊδόσδε βεβήκει. Ἀλκίνοος δὲ τότ' ἦρχε. (Vers. 12.) θεῶν ἄπο μήδεα εἰδώς. ἤγουν θεόσοφος. καὶ νῦν μὲν, ἁπλῶς οὕτω Ναυσιθόου καὶ Ἀλκινόου ἐμνήσθη. προϊὼν δὲ, γενεαλογήσει ἀκριβέστερον. καταμερίσας καὶ τὴν ἱστορίαν ταύτην διὰ ποικιλίαν, τόποις διαφόροις. (Vers. 1.) Ὅρα δὲ ὡς κοιμίσας τὸν Ὀδυσσέα μετὰ τὸν οὕτω πολὺν κίνδυνον εἶτα τῶν ἐφεξῆς γινόμενος, ἱστορίαν παρενέπλεξεν, οὐκ ἀναγκαίαν μὲν ἄλλως, ὅμως δὲ γοργῶς ποικίλλουσαν καὶ ἐξαιροῦσαν τὸ τῆς γραφῆς μονοειδές. ἔστι δὲ καὶ χρήσιμος ἡ ἱστορία καὶ ἀξία μαθεῖν. (Vers. 4.) Τὴν δὲ ῥηθεῖσαν Ὑπέρειαν, πόλιν Σικελίας τινές φασι τὴν ὕστερον Καμαρίναν. οἱ δὲ, νῆσον πλησίον τῆς τῶν Κυκλώπων χώρας. εἰ δὲ καὶ εὐρύχορος αὕτη οἶδεν ἡ Ὁμηρικὴ Μοῦσα. Ἀεὶ δὲ παρ' Ὁμήρῳ εὐρύχορος, συστέλλει τὴν παραλήγουσαν. ἔνθα δηλαδὴ ἔστιν εὐρὺ χορεύειν. ἵνα ᾖ χώρας εὐδαίμονος