Ancient Greek
Volume 1
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Odysseam 1.235.1
Not analysed yet
ἐπίθετον τὸ οὕτως εὐρύχορον. τὸ δέ γε παρὰ τοῖς ὕστερον εὐρύχορον, πλάτος μόνον χώρας δηλοῖ. (Vers. 5.) Σημείωσαι δὲ ὅτι οὐ συντρέχειν δοκοῦσι τῷ ποιητῇ οἱ τὴν Ὑπέρειαν νῆσον λέγοντες. πῶς γὰρ ἂν νησιῶται ὄντες οἱ ἐν αὐτῇ, ὑπὸ Κυκλώπων ἐβλάπτοντο οἷς νῆες οὐκ ἦσαν κατὰ τὴν Ὁμηρικὴν ἱστορίαν; ἐν δὲ τῷ, ἀγχοῦ Κυκλώπων, θεωρεῖταί τι ἀστεῖον. τό δέ ἐστιν, ὡς ἀγχίθεοι ὄντες οἱ Φαίακες, καλῶς ἔφυγον τὸ ἀγχοῦ Κυκλώπων εἶναι τῶν ἀθεμίστων. οἳ καὶ ὡς ὑπερήνορες ἦσαν, δηλώσει τὰ ἐφεξῆς. (Vers. 6.) Τὸ δὲ οἳ σφέας σινέσκοντο, ἀσαφὲς μὲν κατὰ τὸ, τίνες τίνας ἐσίνοντο. ἐκ δὲ τοῦ ὑπερηνορεόντων δῆλον ὡς οἱ Κύκλωπες τοὺς Φαίακας ἐλύπουν. ὑπερηνορεόντων γὰρ ἀνδρῶν τὸ οὕτω ποιεῖν. Δῆλον δὲ ἐκ τοῦ σινέσκοντο, ὅτι δύνανται σίντιες καὶ σίνται λέγεσθαι καὶ οἱ Κύκλωπες. ὃ δὴ οὐ λῃστῶν μόνον κλῆσις, ἀλλὰ καὶ κλεπτῶν. ὡς δηλοῖ καὶ Ὀππιανὸς ἐν τῷ, σίντῃσι μέγαν πόνον, ὅ ἐστι τοῖς κλέπταις. Τὸ δὲ βίῃ δὲ φέρτεροι ἦσαν, μαλθακοὺς ἐμφαίνει τοὺς Φαίακας εἶναι τὰ εἰς μάχην, ἐπεὶ καὶ τοιοῦτοι οἱ ἐν τρυφαῖς. (Vers. 7.) Τὸ δὲ ἀναστήσας, νῦν μὲν, ἀντὶ τοῦ ἀπαναστήσας, μετοικίσας. δηλοῖ δέ ποτε καὶ τὸ ἁπλῶς ἀναστατῶσαι. (Vers. 8.) Τὸ δὲ εἷσεν ἐν Σχερίῃ, ἀντὶ τοῦ, ἵδρυσεν. ἀπὸ τοῦ ἕω ἐξ οὗ καὶ τὸ ἕξω καὶ τὸ ἕδος. περὶ δὲ Σχερίης ἐγράφη οὐ πρὸ πολλῶν· ἀλλαχοῦ δὲ, καὶ περὶ ἀλφηστῶν ἀνδρῶν. Τὸ δὲ ἑκὰς ἀνδρῶν ἀλφηστάων, ἐκτοπισμόν τινα τῆς Σχερίας παραλαλεῖ ὡς εἴπερ μὴ ἦν ἡ νῦν Κέρκυρα ἡ γνωριζομένη, ἀλλά τις ἄγνωστος κατὰ τὴν Ὠγυγίαν. Ὅτι δὲ τοιοῦτόν τι βούλεται καὶ περὶ τῆς φαιακικῆς Σχερίας ὁ ποιητὴς, ἐν τοῖς ἐφεξῆς δηλωθήσεται σαφέστερον. ὅς γε, φασὶν, οὐδὲ ὠνόμασε Κέρκυραν τὴν Σχερίαν, ἵνα μὴ ἐλέγχοιτο ῥᾳδίως ὅτε τῆς καθ' ἡμᾶς οἰκουμένης ἔξω πλάττει αὐτήν. (Vers. 9.) Σημείωσαι δὲ καὶ ὅτι ἐν μὲν Ἰλιάδι πόλεως ἀφανισμὸν ἐξέφρασεν ἐν δυσὶν ἔπεσιν. ἐνταῦθα δὲ, τοὐναντίον ἐν διστίχῳ φράσει πόλεως ἐδήλωσε κατασκευὴν ἐντελῆ. εἰπών. ἀμφὶ δὲ τεῖχος ἔλασσε πόλει καὶ ἑξῆς ὡς προσεχῶς γέγραπται. Ἔνθα ὅρα τήν τε ἐν τοῖς ῥήμασι καίριον εὐπορίαν, καὶ τὴν τῶν λέξεων ὁμοιοκαταληξίαν καθ' ὑπαλλαγὴν, τὸ ἔλασε καὶ ἐποίησε. καὶ τὰ ὑποτεταγμένα τούτοις, τὸ ἐδείματο καὶ ἐδάσσατο. ἔστι δὲ τὸ ἤλασεν, ἀντὶ τοῦ περιέτεινε. μετενεχθὲν ἀπὸ τοῦ ἐλαυνομένου ἵππου ἢ σιδήρου. (Vers. 10.) Τὸ δὲ ἐδάσσατο ἀρούρας, ἀνάδασμον γῆς εἰπεῖν ἐχορήγησε τοῖς ὕστερον. (Vers. 12.) Τὸ δὲ θεοῦ ἄπο μήδεα εἰδὼς ὥσπερ καὶ τὸ θεοειδὴς, θείου τινὸς καὶ σοφοῦ ἀνδρὸς ἔπαινός ἐστιν. (Vers. 15.) Ὅτι κυριολεκτῶν καὶ ἐνταῦθα τὸν θάλαμον ὃς ἦν κοιτὼν ἐνδοτάτω, φησί. βῆ δ' ἴμεν ἐς θάλαμον πολυδαίδαλον ᾧ ἔνι κούρη κοιμᾶτο. ἡ τοῦ Ἀλκινόου δηλαδὴ θυγάτηρ. ἣν καὶ ἀθανάτῃσι φυὴν καὶ εἶδος ὁμοίαν ἱστορεῖ. (Vers. 18.) ἐπαινῶν καὶ τὰς παρ' αὐτῇ ἀμφιπόλους, ἐν οἷς φησί. πὰρ δὲ δύ' ἀμφίπολοι Χαρίτων ἄπο κάλλος ἔχουσαι ὅ ἐστι καλαὶ καὶ οὐ δουλοπρεπεῖς, σταθμοῖϊν ἦσαν ἑκάτερθεν. (Vers. 19.) θύραι δ' ἐπέκειντο φαειναί. ὅ ἐστι κεκλεισμέναι ἦσαν. ἐφάνη γὰρ ἀλλαχοῦ, ἀνακλίνειν τὸ ἀνοίγειν, ὡς τὸ, ἀνακλῖναι πυκινὸν νέφος. ᾧ ἀκόλουθον ἐπὶ τοῦ κλείειν, τὸ ἐπικεῖσθαι καὶ τὸ ἐπιθεῖναι. διὸ ἔφη ἐκεῖ Ὅμηρος, ἀνακλῖναι πυκινὸν νέφος ἠδ' ἐπιθεῖναι. (Vers. 19.) Ἰστέον δὲ ὅτι προϊὼν ὁ ποιητὴς ἐπὶ πλέον σεμνυνεῖ καὶ τὴν δέσποιναν καὶ τὰς ἀμφιπόλους. αὐτὰς μὲν, διὰ τοῦ Ὀδυσσέως νύμφαις ἀγρονόμοις εἰκάσας. τὴν δὲ νεᾶνιν, Ἀρτέμιδι κυνηγετούσῃ. Τὸ δὲ ἀμφίπολοι σταθμοῖϊν ἑκάτερθεν ὅ ἐστιν ἑκατέρωθεν τῶν παραστάδων, ἐκ τῆς α ῥαψῳδίας παρείλκυσται. ἔνθα κεῖται τὸ, ἀμφίπολος ἑκάτερθεν παρέστη. Τὸ δὲ σχῆμα τοῦ, Χαρίτων ἄπο κάλλος ἔχουσαι, ὅμοιον τῷ, θεῶν ἄπο μήδεα εἰδώς. (Vers. 20.) Ὅτι τὸ, ἡ δὲ ἀνέμου ὡς πνοιὴ ἐπέσσυτο δέμνια κούρης, στῆ δ' ἂρ ὑπὲρ κεφαλῆς καί μιν πρὸς μῦθον ἔειπε. λέγεται μὲν περὶ τῆς ὀνειροποιουμένης Ἀθηνᾶς. δύναται δέ ποτε παρῳδηθῆναι καὶ εἴς τινα ταχυτάτην ὁδόν. (Vers. 24.) Ἰστέον δὲ ὡς καὶ τῇ Ναυσικάᾳ ὄνειρος ἐπιφαίνεται ἐναργὴς ὅ ἐστιν αὐτόχρημα ὅραμα, περὶ ὄρθρον, ὅτε μάλιστα οἱ ὄνειροι δοκοῦσιν ἀληθεύειν ὡς καὶ ἀλλαχοῦ φαίνεται. ἐρεῖ γοῦν, ὡς αὐτίκα μετὰ τὸν ὄνειρον ἠὼς ἦλθεν ἐΰθρονος, ἥ μιν ἔγειρεν. ἄφαρ δ' ἀπεθαύμασ' ὄνειρον. ὁμοιοῦται δὲ ὥσπερ ὁ ἐν Ἰλιάδι βασιλικὸς ὄνειρος φιλουμένῳ προσώπῳ τῷ Νέστορι, καὶ πρὸ τούτων δὲ ὁ τῆς Πηνελόπης, γυναικὶ συγγενεῖ, οὕτω καὶ ὁ παρὼν, κούρῃ τινὶ, ἣ ὁμηλίκη μὲν ἦν τῇ νεάνιδι (Vers. 23.) κεχάριστο δὲ θυμῷ. ἤγουν ἐφιλεῖτο αὐτῇ κατὰ τὸ, Νεστορίδι τῷ μῷ κεχαρισμένε θυμῷ. εἰ δὲ ἐφιλεῖτο ἡ τοιαύτη κόρη τῇ βασιλίδι, πιθανῶς ἄρα καὶ ἀνειδωλοποιεῖτο ἐν ὕπνοις. λέγει δὲ (Vers. 25.) τὸ ῥηθὲν ὅραμα παραινετικῶς, ὅσα ἄν τις ὀνειδίσῃ εὐγενεῖ παρθένῳ μεθήμονι, ὅ ἐστιν ἀμελούσῃ τῶν τοῦ οἴκου. εἰσὶ δὲ ἐκεῖνα τοιαῦτα. τί νύ