Ancient Greek
Volume 1
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Odysseam 1.244.1
Not analysed yet
τοῦ, κέλεται γαστὴρ λαβόντες οἱ μεθ' Ὅμηρον, δέσποιναν ἐφίστασθαι τοῖς τὴν ζῴοις γαστέρα εἶπον. (Vers. 136.) Τὸ δὲ κούρῃσι μίξεσθαι, οὐ παιγνιῶδες κατὰ τὸ, μίγη φιλότητι καὶ εὐνῇ. καὶ, ἀνδράσι μίσγεται ἀμφαδίην πρὶν γάμον ἐλθεῖν ἀλλ' ὥσπερ καὶ Φαίαξιν ἐπιμίσγεται ἀντιθέοισιν ὁ Ὀδυσσεύς, οὕτω καὶ ἐνταῦθα ταῖς κόραις. (Vers. 138.) Τὸ δὲ ἔτρεσαν, ἐπὶ φυγῆς ἐνταῦθα. εἰ καὶ οἱ μεθ' Ὅμηρον ἄλλως χρῶνται τῇ λέξει. Ἠΐονες δὲ προὔχουσαι, αἱ προκείμεναι. ἵνα καθ' ὃν λόγον προβλῆτες πέτραι λέγονται, οὕτω καὶ αἰγιαλοὶ προὔχοντες. χρήσιμον δ' ἐνταῦθα καὶ τὸ, ἀσκοῦ προὔχοντα πόδα. ἐντεῦθεν δέ ποτε μεταφορικῶς καὶ προέχειν τὸ ἀξιωματικῶς ὑπερέχειν. (Vers. 139.) Τὸ δὲ μένειν καὶ θάρσος ἔχειν, οὐ μακράν ἐστι τοῦ μένος καὶ θάρσος σχεῖν. (Vers. 140.) Τὸ δὲ θάρσος ἐνὶ φρεσὶ θῆκε, καὶ τὸ, ἐκ δέος εἵλετο γυίων, ἐκ παραλλήλου δηλοῦσι τὸ αὐτό. ἡ γὰρ τοῦ θάρσους ἔνθεσις, δέους ἐστὶν ἐξαίρεσις. (Vers. 141.) Τὸ δὲ σχομένη, ἐνταῦθα μὲν, μέσως ἐῤῥέθη ὡς ἀνωτέρω ἡρμηνεύθη. ἐν δὲ τῷ, σχομένη λιπαρὰ κρήδεμνα, ἐνέργειαν δηλοῖ ὡς προδεδήλωται. (Vers. 143.) Ὅτι μερμηρίξας Ὀδυσσεὺς ἢ γούνων λίσσοιτο λαβὼν εὐώπιδα κούρην ἢ αὔτως ἤγουν οὕτως ὡς ἔχει ἐπέεσσιν ἀποσταδὰ μειλιχίοισι λίσσοιτο εἰ δείξειε πόλιν καὶ εἵματα δοίη, ἔκρινε κέρδιον εἶναι, λίσσεσθαι ἐπέεσσιν ἀποσταδὰ μειλιχίοισι. Καὶ ὅρα ὡς παρὰ τρεῖς λέξεις, δὶς τὸν αὐτὸν ἔφη στίχον, τὸ ἐπέεσσιν ἀποσταδὰ μελιχίοισι, διὰ τὸ τῶν λέξεων καίριον καὶ τὸ τῆς συνθήκης εὐάρμοστον. (Vers. 147.) αἰτία δὲ τῆς κερδίονος κρίσεως, αὕτη. μὴ οἱ φησὶ γοῦνα λαβόντι χολώσαιτο φρένα κούρη, διὰ τὸ ἐνταῦθα ἴσως μὴ τοιοῦτον ἔθος εἶναι. πῶς δὲ τὸ τοιοῦτον σκέμμα κέρδιον τῷ Ὀδυσσεῖ, αὐτίκα μετ' ὀλίγα δηλωθήσεται. Καὶ ὅρα ὅτι τὸ λαβεῖν καὶ γενικῇ συνέταξεν ἐν τῷ, γούνων λαβὼν, καὶ αἰτιατικῇ ἐν τῷ, γοῦνα λαβόντι. οἱ δὲ μεθ' Ὅμηρον, λαβέσθαι φασὶ μετὰ γενικῆς. ὅτι δὲ τὸ, γούνων λαβὼν ἀντὶ τοῦ ἁψάμενός ἐστι, δηλοῖ μετ' ὀλίγα τὸ, δείδια γούνων ἅψασθαι. (Vers. 143.) Τὸ δὲ ἀποσταδὰ ὅ ἐστι πόῤῥω καὶ ἐκ διαστήματος, κατὰ τὸ ἀναφανδὰ ἐσχημάτισται, ὡς γὰρ ἀναφανδὸν ἀναφανδὰ, οὕτως ἀποσταδὸν ἀποσταδά. Πρωτότυπον δὲ μειλιχίου λόγου, ὁ μείλιχος. ᾧ ἀνάλογον ἔχει, ὁ Φρύνιχος. ὁ τάριχος. ὁ κόψιχος ὅπερ ἐστὶ κόσσυφος, ὁ δόλιχος, ὀσπρίου εἶδος. ὁ Θευδέριχος. ὁ Ἰάμβλιχος. (Vers. 144.) Τὸ δὲ εἰ δείξειε πόλιν, ἀντὶ τοῦ εἴπως δείξει, αὐτὸ δὲ, ταυτόν ἐστι τῷ ὅπως, κατὰ μετάληψιν συνδέσμων ὥς φασιν οἱ ῥήτορες. (Vers. 149.) Ὅτι μερμηρίξας Ὀδυσσεὺς ὡς ἐῤῥέθη τὸ κέρδιον, αὐτίκα μειλίχιον καὶ κερδαλέον φάτο μῦθον. τὴν βασιλίδα παῖδα κολακεύων λόγοις ἐπαινετηρίοις. ὧν οἱ πλείους, χρήσιμοι ἐγκωμίοις παραπλέκεσθαι γυναικῶν. λέγει δὲ τοιαῦτα ὁ Ὁμηρικὸς πολύμητις ῥήτωρ. γουνοῦμαί σε ἄνασσα, θεὸς νύ τις, ἢ βροτός ἐσσι. εἰ μέν τις θεός ἐσσι, τοὶ οὐρανὸν εὐρὺν ἔχουσιν, Ἀρτέμιδί σε (Vers. 157.) ἔγωγε Διὸς κούρῃ μεγάλοιο εἶδός τε μέγεθός τε φυήν τ' ἄγχιστα ἐΐσκω, τοῦτο δὲ, ἢ διὰ τὸ εὑρεθῆναι ὀρειφοῖτιν καὶ ταύτην, ἢ καὶ ὡς εἰκὸς διὰ τὸ ἀπὸ ζωγραφικῶν ἐκτυπώσεων ἐμφερές. (Vers. 153.) εἰ δέ τις ἐσσὶ βροτῶν οἳ ἐπὶ χθονὶ ναιετάουσι, τρισμάκαρες μὲν σοίγε πατὴρ καὶ πότνια μήτηρ. τρισμάκαρες δὲ κασίγνητοι. μάλα που σφίσι θυμὸς αἰὲν εὐφροσύνῃσιν ἰαίνεται εἵνεκα σεῖο, λευσσόντων τοιόνδε θάλος χορὸν εἰσοιχνεῦσαν. (Vers. 158.) κεῖνος δ' αὖ περὶ κῆρι μακάρτατος ἔξοχον ἄλλων, ὃς κέ σ' ἑέδνοισι βρίσας, οἶκονδ' ἀγάγηται. εἰ δὲ τοῦθ' οὕτως ἔχει, τίς ἂν εἴει Ὀδυσσεὺς περιφρονήσας τοιαύτην γυναῖκα; οἵα δὲ καὶ ἡ Πηνελόπη ἣν τῆς τοιαύτης κόρης (Vers. 160.) προτίθησιν; εἶτα ὑψῶν τὸν ἔπαινον συγκριτικῶς, ἐπάγει. οὐ γάρ πω τοιοῦτον ἴδον βροτὸν ὀφθαλμοῖσιν οὔτ' ἄνδρα οὔτε γυναῖκα. σέβας μ' ἔχει εἰσορόωντα. (Vers. 162.) ὥς τε ἀσυγκρίτου τῆς κήρης οὔσης ὡς πρὸς τοὺς ὁμοειδεῖς ἀνθρώπους, ἐξ ἀνάγκης εἰς τὸν καθά περ Εὐριπίδης φησὶ, πρωτόγονον Δήλιον φοίνικα ἀφορᾷ, ᾧ οὐδὲν φυτὸν ὅμοιον εἰς κάλλος. καὶ ἄλλως δὲ εἰπεῖν, θείῳ μὲν ἤδη προσώπῳ εἰκάσας αὐτὴν, ἀνθρώπῳ δὲ παραβαλεῖν οὐκ ἔχων, ζῴῳ δὲ ἀλόγῳ σμικροπρεπὲς κρίνας ὁμοιῶσαι, παρατίθησιν αὐτὴν ἔρνει εὐγενεῖ. ὃ θάλος ἐνταῦθα εἶπεν ὁ ποιητής. καὶ συγκρίνας ἢ ἐκεῖνον τῇ κόρῃ ἢ ταύτην ἐκείνῳ διὰ τὸ εὐφυὲς καὶ κατὰ σῶμα εὐσταλὲς καὶ ὄρθιον καὶ εὔμηκες. μᾶλλον μὲν οὖν ἀντεξετάσας τὸ ἐπὶ τῷ φοίνικι θαῦμα καὶ τὸ ἐπὶ τῇ κόρῃ, ἄγει αὐτὰ πρὸς ἶσον. καὶ λέγει ἐπίσης ἄμφω θαυμάσαι, ἵνα πιθανῶς δόξῃ καὶ καλῶς ἣν ἀσύγκριτον ἀνθρώποις ἔφη, ἐξισάζειν οὕτω τῷ φοίνικι. θείῳ τινὶ καὶ αὐτῷ εἶναι δοκοῦντι ὡς αὐτίκα ῥηθήσεται ἐν τοῖς ἐφεξῆς. νῦν γοῦν τέως φησί. Δήλῳ δή ποτε τοῖον Ἀπόλλωνος παρὰ βωμῷ, φοίνικος νέον ἔρνος ἀνερχόμενον ἐνόησα, ἦλθον γὰρ κἀκεῖσε. πολὺς δέ μοι