Ancient Greek
Volume 1
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Odysseam 1.245.1
Not analysed yet
ἕσπετο λαὸς τὴν ὁδὸν, ἣ δὴ ἔμελλεν ἐμοὶ κακὰ κήδε' ἔσεσθαι. ὡς δ' αὕτως κἀκεῖνο ἰδὼν, ἐτεθήπεα θυμῷ δήν. ἐπεὶ οὔπω. τοῖον ἀνήλυθεν ἐκ δόρυ γαίης. ὥς σε γύναι ἄγαμαί τε, τέθηπά τε. δείδια δ', αἰνῶς γούνων ἅψασθαι. χαλεπὸν δέ με πένθος ἱκάνει. εἶτα εἰπὼν ὡς χθιζὸς ἐεικοστῷ ἔκφυγον ἤματι τὸν πόντον. (Vers. 173.) καὶ εὐλαβεῖσθαι προσεπειπὼν μή που καὶ τῇδε πάθοι κακὸν, ἐπιφέρει τὰ εἰς ἱκετείαν, καὶ φησίν. ἀλλὰ ἄνασσ' ἐλέαιρε. σὲ γὰρ κακὰ πολλὰ μογήσας, ἐς πρώτην ἱκόμην. τῶν δ' ἄλλων οὔ τινα οἶδα ἀνθρώπων, οἳ τήνδε πόλιν καὶ γαῖαν ἔχουσιν, ἄστυ δέ μοι δεῖξον. δὸς δὲ ῥάκος ἀμφιβαλέσθαι εἴτι που εἴλυμα σπείρων ἔσχες ἐνθάδ' ἰοῦσα. (Vers. 180.) ἐφ' οἷς ἐπιτείνων Ὀδυσσεὺς τὸ τοῦ λόγου μειλίχιον, καὶ τὴν τοῖς ἀποροῦσιν εὐπόριστον ἀμοιβὴν τὴν εὐχὴν δηλαδὴ, προτείνων τῇ νεάνιδι, φησί. σοὶ δὲ θεὸς τόσα δοίη ὅσα φρεσὶ σῇσι μενοινᾷς. (Vers. 181.) εἶτα ὡς οἷον ὑπειπὼν αὐτὸς ἑαυτῷ τί δὲ ὦ Ὀδυσσεῦ εἴ σοι κακὰ μενοινᾷ ἡ κόρη αὕτη ὥς που καὶ ἡ τοῦ Ἀντιφάτου κορίσκη, περὶ ἧς ἐν τοῖς ἑξῆς δηλοῖ ὁ ποιητὴς ὡς ἐπὶ κακῷ τοῖς τοῦ Ὀδυσσέως ἐκείνη εἰς τὸν τοῦ πατρὸς οἶκον ἡγήσατο, ἐπιφέρει διὰ σαφήνειαν, διάρθρωσιν τῆς εὐχῆς. εἰπών. ἄνδρά τε καὶ οἶκον καὶ ὁμοφροσύνην ὀπάσειεν ἐσθλήν. (Vers. 182.) ὃ δὴ καὶ ἐξαίρων, γνωματεύει οὕτως. οὐ μὲν γὰρ τοῦ γε κρεῖσσον καὶ ἄρειον ἢ ὅθ' ὁμοφρονέοντε νοήμασιν, οἶκον ἔχητον ἀνὴρ ἠδὲ γυνή. πόλλ' ἄλγεα δυσμενέεσσι. χάρματα δ' εὐμενέτῃσι. (Vers. 185.) μάλιστα δ' ἔκλυον αὐτοί. τουτέστιν ἐξάκουστοι ἐγένοντο. καὶ ταῦτα μὲν ὁ Ὀδυσσεύς. ἡ δὲ κόρη, αὐτὸν εὔξεται ἄνδρα σχεῖν. οὐ τῷ Ὀδυσσεῖ ἔκφορον θεμένη τὸν λόγον, οὐδὲ γὰρ ἐχρῆν, ἀλλὰ ταῖς ἡλικιώτῃσιν ἀμφιπόλοις ἠρέμα καθ' ἑαυτάς. τοῦτο δὲ, ἐπαινεῖ φασιν Ἔφορος, λέγων εὐφυῶς πρὸς ἀρετὴν ψυχῆς εἶναι τὴν παῖδα. καὶ διατοῦτο τοῦ ὁμοίου καταστοχάσασθαι καὶ εὔξασθαι τυχεῖν αὐτοῦ. (Vers. 148.) Ἰστέον δὲ ὅτι μειλίχιοι μὲν οἱ τοῦ Ὀδυσσέως λόγοι, διὰ τὸ ἐγκωμιαστικὸν εἶδος. εἰώθαμεν γὰρ οἱ πολλοὶ, τοῖς εἰς ἡμᾶς αὐτοὺς ἐπαίνοις χαίροντες, μειλίσσεσθαι. κερδαλέοι δὲ, διότι μικρὰ αἰτήσας, δὸς γάρ φησι ῥάκος καὶ ἄστυ δεῖξον, κερδαίνει μεγάλα ἐκ τῆς βασιλικῆς παιδός, ὑπαχθείσης οἷς ἐπαινέθη καὶ διακρινάσης τὸ δέον. ἵνα μὴ δὲ ὁ Ὀδυσσεὺς μίλεον ἐνταῦθα αἶνον ἐρεῖ, ἔνθα διδάσκει ὁ ποιητὴς τοὺς αἰτουμένους, μὴ εἰς τοὺς λόγους τῶν αἰτούντων ἀλλ' εἰς τὴν χρείαν ἀφορᾶν. ἰδοὺ γὰρ ἡ Ναυσικάα μέτρια ζητηθεῖσα, μεγάλα καλὰ ποιεῖ πρὸς τὴν τοῦ αἰτησαμένου ποιότητα. ὁ τοιοῦτος λογισμὸς, τὸ τοῦ κυνικοῦ Διογένους ἐξέφῃνε σκῶμμα. ὃς δεξιωθεὶς πρὸς βασιλέως ὀστέοις ὡς κύων, κυνῶν μὲν ἔφη τὸ βρῶμα οὐ βασιλικὸν δὲ ὅμως τὸ δῶρον. ὡς χρεὼν ὂν, τοὺς μεγάλους καὶ μεγαλοδώρους εἶναι. ἐντεῦθεν περιᾴδεται βασιλεὺς ὃς ἀνδρὶ ταπεινῷ δούς τινα δωρεὰν καὶ ἀκούσας πολλὴν αὐτὴν εἶναι, εἶπε, τῷ λαβόντι τοιαύτην φανῆναι, αὐτῷ δὲ ὡς βασιλεῖ, μικρὰν εἶναι. ἱστορεῖ δέ που καὶ Πλούταρχος μεγάλην βασιλικὴν δωρεάν. ἣν κωλύοντος τοῦ βασιλικοῦ ταμιούχου, ὁ βασιλεὺς δυσανασχετήσας, ἐπλήθυνεν ἐπιβαλὼν πλέον ἀργύριον. ἐπαινεῖται δὲ καὶ ὁ ἐπὶ ἑρμαίῳ ἤτοι εὑρήματι θησαυροῦ προσενεχθέντι. παραχωρήσας τῷ εὑρηκότι, χρᾶσθαι τῷ τῆς τύχης καλῷ. ὡς δὲ ὁ εὑρὼν ἐπέμενε πλεῖον εἶναι τὸ εὑρημένον ἢ κατὰ τὴν αὐτοῦ ἀξίαν, ἐπιτάξας καὶ παραχρᾶσθαι οἷς εὕρηκεν. Ἔτι ἰστέον καὶ ὅτι ἐν τῷ, μειλίχιον καὶ κερδαλέον φάτο μῦθον, τὴν τοῦ κατὰ τὸν Ὀδυσσέα λόγου ἰδέαν θεωρητικῶς χαρακτηρίζει ὁ ποιητής. μονονουχὶ λέγων, ὡς ἐμβριθὲς οὐδὲν ἔχει κατὰ τὰς ἐν Ἰλιάδι ἐκείνου δημηγορίας. μόνα δὲ λαλεῖ ὅσα πρὸς κέδρους αὐτῷ ἔσται. διὸ καὶ τὸ ἐπὶ τῇ κόρῃ θάμβος, πολύ. καὶ ὁ ἔπαινος, οὐ μέτριος. καὶ ἡ εὐχὴ δὲ, πρὸς ἐπίτασιν. καὶ ἄλλως δὲ φράσαι, ῥητορικῶς θεωρεῖ ὁ ποιητής. ἑρμηνεύων ὡς οἱ ἐνταῦθα τοῦ Ὀδυσσέως λόγοι, δεινῶς μεθοδεύονται κατὰ λόγον γλυκύτητος. τοιοῦτος γὰρ ὁ μειλίχιος λόγος. διὸ καὶ αἱ συγκρίσεις αὐτῷ, ἡ μέν, τολμηρὰ, ἡ πρὸς τὴν Ἄρτεμιν. ἡ δὲ, γλυκέως ἀφελής. ἡ πρὸς τὸν Φοίνικα. ἔχει δὲ καὶ ἐπίδειξιν σοφίας τὸ περὶ ὁμοφροσύνης γνωμικόν. καὶ ὅλως, ἡ λαλιὰ πᾶσα πρὸς τὸ κερδαλέον διεσκεύασται, ἐπεὶ καὶ τοιούτου λόγου ἦν καιρός. Ἰστέον δὲ ὅτι τὸ δριμύτερον τῶν νοημάτων, ἐπίτηδες προέταξε, τὴν πρὸς τὸ θεῖον δηλαδὴ σύγκρισιν. κερδαλεώτατα καὶ τοῦτο ποιήσας. καὶ ἁρπάσας οὕτω τὴν τῆς κόρης γνώμην ὑπὲρ ἑαυτοῦ. καὶ ἔστι μὲν μειλίχιον τὸ, γουνοῦμαί σε ἄνασσα, εἰς πλέον δὲ τὸ, ἀλλ' ἄνασσ' ἐλέαιρε. (Vers. 149.) Τὸ δὲ γουνοῦμαι, δῆλον ὡς οὐκ ἐνεργείᾳ ἐνταῦθα, προαιρέσει δὲ μόνῃ. ἄλλως γὰρ ἐρεῖ δεδιέναι γούνων ἅψασθαι. Σημείωσαι δὲ καὶ ὅπως Ὅμηρος τὸν ῥήτορα Ὀδυσσέα, πλάττει ἐκεῖνο εἰπόντα, ὃ καὶ αὐτὸς ἔφη πρὸ μικροῦ. ἐκεῖνός τε γὰρ ἐν παραβολῇ, Ἀρτέμιδι τὴν κόρην