Ancient Greek
Volume 1
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Odysseam 1.249.1
Not analysed yet
χρυσέῃ ἐν ληκύθῳ ὑγρὸν ἔλαιον. ὃ καὶ ἐποίησαν ἐκεῖναι. διὸ μετ' ὀλίγα ἐρεῖ. εἵματα ἅ οἱ πόρε παρθένος ἀδμής. Ὅρα δὲ τὴν σύντομον τῆς κόρης ἀντίθεσιν καὶ τὴν ἐπ' αὐτῇ λύσιν ἐν τῷ, ἢ μή τινα δυσμενῆ φατὲ εἶναι ἄνδρα. οὐκ ἔσθ' οὗτος ἀνὴρ, καὶ τὰ ἑξῆς. ἐπεὶ γὰρ εἰκὸς εἰπεῖν ἀντιπαραστατικῶς τὰς ἀμφιπόλους ὡς εἰ καὶ φῶτα βλέπομεν καὶ μή τι ἄγριον, ἀλλὰ δυσμενὴς ὁ ἀνὴρ, θεμένη τοῦτο ἡ κόρη, ἐπιφέρει εὐθὺς λύσιν ὡς οὔτε ἐστὶν οὔτε γενήσεται θνητὸς ὃς ἂν ἵκηται πολεμήσων Φαίαξιν. ὃ μιμησάμενος Ἡρόδοτος, σχηματίζει καὶ αὐτός που ἐν τοῖς κατ' αὐτὸν, οὕτως. οὐκ ἔστιν οὗτος ἀνὴρ ᾧ ἐστι δύναμις τοσαύτη, ὡς τό δέ τι ποιῆσαι. Ἰστέον δὲ ὅτι ἐκπλαγῆναι μὲν τὰς δμωὰς φῶτα ἰδούσας, οὐ καινόν. ἐπεὶ καὶ Φαίακες ἐν τοῖς ἑξῆς ἄνεῳ γίνονται φῶτα ἰδόντες. τὸν Ὀδυσσέα δηλαδή. τὸ δὲ καὶ τρέσαι ἰδούσας, ἀλλὰ τοῦτο γυναικικὸν καὶ ἀγενές. καὶ τοῦτο μὲν, τοιόνδε. ἡ δὲ κόρη τὴν ῥηθεῖσαν κατασκευάζουσα πρότασιν, φησί. (Vers. 203.) μάλα γὰρ φίλοι ἀθανάτοισιν. οἰκέομεν δ' ἀπάνευθε. μονονουχὶ λέγουσα ὡς εἰ καὶ μὴ πολεμισταὶ οἱ Φαίακες οἷς οὐ μέλει βιὸς οὐδὲ φαρέτρη ὡς ἐν τοῖς ἑξῆς λεχθήσεται οὐδὲ εἰσὶν ἀπροσπέλαστοι δι' ἀνδρίαν, ἀλλ' ὅμως θεοφιλεῖς ὄντες, οὐκ ἄν τι κακὸν ἐκ πολεμίων πάθοιεν. ἄλλως τε καὶ πάνυ ἐκτετοπισμένοι ὄντες, καὶ οὔτινας ἐγγὺς ἔχοντες ὡς ἐν τοῖς ἐφεξῆς που καὶ αὐτὸ εἰρήσεται. καὶ οὕτω μὲν ἡ κόρη ἔλυσε τὴν ἀντίθεσιν. (Vers. 201.) Τὸ δὲ οὐκ ἔστιν οὐδὲ γένηται, ἐπιτείνει τὴν ἄκραν τῶν Φαιάκων ἀσφάλειαν πρὸς ἔκπληξιν δῆθεν τοῦ ναυαγοῦ ξένου. Διερὸς δὲ βροτὸς ὁ ζῶν καὶ ἐῤῥωμένος. τὴν μὲν γὰρ ζωὴν, ὑγρότης καὶ θερμότης συνέχει. τὸν δὲ θάνατον, τὰ ἐναντία ποιεῖ. ὅθεν καὶ νεκροὶ ἀλίβαντες οἱ ζωτικῆς λιβάδος ἄμοιροι. καὶ ὁ κωμικὸς δὲ παίζων, αὐαίνου λίθον ἐν ᾅδου εἶναι πλάττει. ἀπὸ τοῦ αὐαινωθεὶς τοὔνομα. Πλούταρχος δὲ ἐν τοῖς κατ' αὐτὸν συμποσιακοῖς φησὶν οὕτως. ὑγρότητι καὶ θερμότητι τεθήλασι τὰ ζῷα. ἡ δὲ ψυχρότης καὶ ξηρότης, ὀλέθρια. διὸ χαριέντως Ὅμηρος διερὸν βροτὸν καλεῖ. καὶ τὸ μὲν χαίρειν, ἰαίνεσθαι λέγει. ὡς καὶ χαλκὸς ἰαίνεται πυρί. ῥιγεδανὸν δὲ καὶ κρυερὸν, τὸ λυπηρὸν καὶ φοβερόν. ὁ δὲ ἀλίβας καὶ ὁ σκελετὸς, ἐπὶ νεκρῶν λέγονται. λοιδορουμένων τῶν παλαιῶν, τῷ ὀνόματι τῆς ξηρότητος. καὶ τοιαῦτα μὲν καὶ τὰ τοῦ Πλουτάρχου. ὁ δὲ ἐν τοῖς τοιούτοις διαληφθεὶς ἀλίβας, βαρύνεται καθ' ὁμοιότητα τοῦ ἁλίκρας. ἔστι δὲ ἁλίκρας κατὰ Αἴλιον Διονύσιον, ὁ θαλάσσῃ μεμιγμένος. καθὰ καὶ χαλκόκρας, ὁ χαλκῷ φησι κεκραμένος. τὰ δὲ ῥηθέντα ἐνταῦθα εἰς τὸ, διερὸς βροτὸς, χρήσιμα καὶ ἐν τοῖς ἑξῆς εἰς τὸ, διερῷ ποδί. ὅτι δὲ ὁ ὑγιὴς καὶ ἡ ὑγίεια ἐκ τοῦ ὑγροῦ παράγεται, ἐν ἄλλοις δεδήλωται. (Vers. 203.) Τὸ δὲ δηϊοτῆτα φέρων, πρὸς διαστολὴν κεῖται. ἄλλως γὰρ, ἔπλεόν τινες ἴσως εἰς Φαίακας. ἐξ ὧν καὶ τὰς ἀμφιπόλους εἶχον ὡς εἰκὸς οἱ ἐν τῇ νήσῳ. Τὸ δὲ μάλα φίλοι ἀθανάτοισι παιδευτικῶς ἔχει. ὡς τῶν θεοφιλῶν, οὐ πειρωμένων δηϊοτῆτος. Τὸ δὲ οἰκέομεν ἐναλλαγὴν ἔχει σχήματος. ὤφειλε γὰρ ἀκολούθως τοῖς ἀνωτέρω εἰπεῖν. οἰκέουσι δ' ἀπάνευθεν. ὅμως δὲ κοινοῦται τὸν λόγον ἡ κόρη ὡς καὶ αὐτὴ Φαίαξ. Τοῦ δὲ ἀπάνευθεν, ἑρμηνεία εὐθὺς τὸ ἔσχατοι. καὶ τὸ, (Vers. 205.) οὐδέ τις ἡμῖν ἐπιμίσγεται. ἐκτετοπίσθαι γὰρ ὁ ποιητὴς βούλεται τὴν Φαιακίαν ὡς ἐν τοῖς ἑξῆς φανήσεται. καὶ μὴν οἱ Κερκυραῖοι Φαίακες, κατέναντι κεῖνται τῆς Ἠπείρου, ὡς καὶ Ὅμηρος ὕστερον παραδηλοῖ ἐν τοῖς κατὰ τὸν Φείδωνα. οὐδὲν δὲ καινὸν ἐὰν οἱ Κερκυραῖοι ἁπλοϊκώτερον ἑαυτοὺς ἐκτοπίζωσιν οὐκ ἀληθῆ λαλοῦντες, εἰ καὶ τὸν Ἀχελῷον μέγιστόν που εἶπεν ὁ Ἀχιλλεὺς ἐν ποταμοῖς. ἁπλούστερον λέγων, καὶ ταῦτα, ἑτέρων ἐχόντων τὸ τοιοῦτον σεμνολόγημα. οὕτω καὶ Αἰσχύλος φησὶ τερατωδέστερον καὶ τραγικώτερον, τὸ, ἔστι τις πόλις Κάνωβος ἐσχάτη χθονός. τερατευόμενος καὶ αὐτός. οὐ γὰρ ἐσχάτη γῆς ἁπάσης ἡ Κάνωβος, ἀλλ' ἢ μόνης τῆς ἐκεῖ ὡς ἀγχίαλος. Σημείωσαι δὲ ὅτι οὐκ αὐτὸς ὁ ποιητὴς ἀναιδῶς οὕτω τὴν τῶν Φαιάκων ἐκτοπίζει γῆν, ἀλλ' ἡ Ὁμηρικὴ κόρη καὶ οἱ λοιποὶ δὲ Φαίακες. οὐχ' οὕτως οὐδ' αὐτοὶ εἰδότες, οὐδὲ πρὸς ἀλήθειαν λαλοῦντες, ἀλλ' ἐθέλοντες τοιοῦτοι δοκεῖν τοῖς πολλοῖς, διὰ τὸ ἀνεπιβούλευτον. ἵνα δηλαδὴ μὴ πολεμοῖντο φθονούμενοι διὰ τὸ τῆς χώρας εὔδαιμον, ὃ πολλαχοῦ γίνεται. Ἰστέον δὲ καὶ ὅτι ἀστείως ἡ κόρη τὸ ψεῦδος σοφίζεται. οἰκοῦσι μὲν γὰρ ἀπάνευθε τῶν κύκλων οἱ Φαίακες πολυκλύστῳ ἐνὶ πόντῳ καθὰ νησιῶται, καὶ ἔσχατοι ἐκεῖ πρὸς τῇ ἠπείρῳ. καὶ οὔτις αὐτοῖς ἐπιμίσγεται ἁπλῶς δίχα τοῦ πλεῦσαι. βούλονται δὲ, ταῦτα καθ' ὑπερβολὴν νοηθῆναι ὡς ἐπὶ πολλῷ ἐκτοπισμῷ. Ὀδυσσεὺς δὲ, γελῴη ἂν ἐπὶ τούτοις οἷα τὴν κόρην ψευδομένην εἰδώς. (Vers. 206.) Τὸ δὲ ἐνθάδ' ἱκάνει, τόδ' ἱκάνει ἐν τοῖς ἑξῆς ἐρεῖ ὁ ποιητὴς, ὡς ἐκεῖ φανεῖται. (Vers. 207.) Τὸ δὲ κομέειν, λέγεται καὶ κομίζειν. μετ' ὀλίγα