Ancient Greek
Volume 1
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Odysseam 1.248.1
Not analysed yet
τὸ, ξεῖν', ἐπεὶ οὔτε κακῷ οὔτ' ἄφρονι ἀνδρὶ ἔοικας. λέγει δὲ κακὸν ἐνταῦθα, τὸν δυσγενῆ πρὸς Ὀδυσσέα δὲ ὁ τοιοῦτος λόγος ἐκ τῆς κόρης. Ἔνθα σημείωσαι ὡς γυναικεῖον ἦθος μιμεῖται Ὅμηρος, διὸ πολλὰ ἐξ Ὀδυσσέως τοῦ ῥήτορος ἀκούσασα εἰς εἰκασμὸν, οὐκ ἔχει αὐτὴ καλόν τι εἰπεῖν οἷα κορίσκη ἁπαλή. ἀλλ' ἀρκεῖται, εἰποῦσα τὸν αὐτῆς ἐπαινέτην μὴ ἐοικέναι ἀνδρὶ κακῷ ἢ ἄφρονι, ἀλλὰ φρονίμῳ δηλαδὴ καὶ δεινῶς λαλήσαντι τὰ εἰς συμφέρον αὐτῷ. ἄλλως μέντοι (Vers. 188.) φιλοτιμουμένη καὶ αὐτὴ, γνωματεύει ὅτι θεὸς αἴτιος τοῦ τε ὀλβίους τινὰς εἶναι καὶ τοῦ μὴ τοιούτους. παραμυθομένη οὕτω τὸν Ὀδυσσέα. φησὶ γοῦν. Ζεὺς αὐτὸς νέμει ὄλβον Ὀλύμπιος ἀνθρώποισιν ἐσθλοῖς ἠδὲ κακοῖσιν ὅπως ἐθέλῃσιν ἑκάστῳ. καί που σοὶ τάγ' ἔδωκε. (Vers. 190.) σὲ δὲ χρὴ τετλάμεν ἔμπης. παραμυθητικὸς δὲ ὁ λόγος πρὸς δυστυχῆ ἄνθρωπον. Ἰστέον δὲ ὅτι τὸ, (Vers. 189.) ἐσθλοῖς ἠδὲ κακοῖς, οἱ μὲν, ἐπὶ ἀνθρώπων νοοῦσι τῶν ὀλβιζομένων. οἱ δὲ, οὐδέτερα ταῦτα ὀνόματα ἐκδέχονται. λέγοντες ὅτι νέμει ὄλβον θεὸς ἔν τε ἐσθλοῖς πράγμασι καὶ ἐν κακοῖς. δοκοῦσι δὲ οὐ πάνυ καλῶς λέγειν. οὐ γὰρ ἂν εἴη τις ὄλβιος ἐν κακοῖς. ὡς τοῦ ὄλβου, ἐπὶ εὐδαιμονίας λεγομένου. εἰ μὴ ἄρα τις βαρυνόμενος ἢ ἀστεϊζόμενος τὸ τοιοῦτον εἴπῃ. ὡς καὶ Οἰδίπους παρὰ Σοφοκλεῖ, κάλλος κακῶν ἑαυτὸν ἀποκαλεῖ. τουτέστιν ἐν κακοῖς κάλλιστον. εἰ δὲ καὶ ὄλβον τὸν ἁπλῶς εἴπῃ τις πλοῦτον ὡς τὸ, ὄλβῳ τε πλούτῳ τε, εἴη ἂν καὶ οὕτω τις ὄλβιος ἐν κακοῖς, τουτέστι πλούσιος. δύναται δὲ καὶ ἄλλως κατὰ τὴν Ὁμηρικὴν δόξαν ὄλβιός τις εἶναι οὐκ ἐν μόνοις ἐσθλοῖς ἀλλ' ἐν ἐσθλοῖς ὁμοῦ καὶ κακοῖς, ἀναμὶξ χορηγουμένοις ἐκ τῶν παρὰ τῷ Διῒ πίθων οὓς ἡ Ἰλιὰς ἐδήλωσεν. ἐξ ὧν κεράννυται τὸ ἐν ἀνθρώποις εὔδαιμον. ὡς μὴ ἐξὸν ὂν ἄκρατον εἶναί τινι ἀγαθὸν, ἀλλὰ κατά τι κέρασμα θεόσδοτον. (Vers. 193.) Ὅτι ταλαπείριον ἱκέτην λέγει, ἢ τὸν ταλαίπωρον, ἢ τὸν τῆλε περάσαντα. καὶ νῦν μὲν ἡ κόρη οὕτω καλεῖ τὸν Ὀδυσσέα. ἐν τοῖς ἑξῆς δὲ, αὐτὸς ἐρεῖ τὸ, καὶ γὰρ ἐγὼ ξεῖνος ταλαπείριος τηλόθεν ἐξ ἀπίης γαίης. ὅ πέρ ἐστιν ἐτυμολογία τοῦ ταλαπείριος. οἱ δὲ παλαιοὶ, γράφουσι καὶ οὕτω. ταλαπείριον, τραγικοὶ τὸν ταλαίπωρον. Ὅμηρος δὲ, τὸν πόῤῥωθεν ἀφιγμένον. (Vers. 195.) Ὅτι διήγημα ἐνταῦθα σύντομον τὸ, Φαίηκες μὲν τήνδε πόλιν καὶ γαῖαν ἔχουσιν. εἰμὶ δ' ἐγὼ θυγάτηρ μεγαλήτορος Ἀλκινόοιο. τοῦ δ' ἐκ Φαιήκων ἔχεται κάρτος τε βίη τε. Ὀδυσσέως δὲ ὥσπερ τὸ γνωματεύσασθαι οὕτω καὶ τὸ γοργῶς διηγήσασθαι ἀπώνατο ἡ κόρη. καὶ ἐκεῖνος γὰρ, τὴν μακρὰν κάκωσιν οὕτως ἐπέτεμε. χθιζὸς ἐεικοστῷ φύγον ἤματι οἴνοπα πόντον, τόφρα δέ μ' αἰεὶ κῦμα φόρει κραιπναί τε θύελλαι νήσου ἀπ' Ὠγυγίης. τρισὶ γὰρ καὶ αὐτὸς ἔπεσιν ἐμπεριγράψας τὸ κατ' αὐτὸν διήγημα. εἶτα ἐπήγαγεν ἠθικῶς τὸ. νῦν δ' ἐνθάδε κάββαλε δαίμων, ὄφρ' ἔτι που καὶ τῇδε πάθω κακόν. οὐ γὰρ ὀΐω παύσασθαι. (Vers. 195.) Ἰστέον δὲ ὅτι τὸ εἰπεῖν ὡς ἐξ Ἀλκινόου ἔχεται ἤτοι ἐξέχεται καὶ ἤρτηται τοῦ Ἀλκινόου ἡ τῶν Φαιάκων ἀρχὴ ὃ δὴ καὶ ἐν τοῖς μετὰ ταῦτα ῥηθήσεται, βασιλέα ὑποβάλλει Φαιάκων νοεῖν τὸν Ἀλκίνοον. ἐν δὲ τοῖς ἑξῆς, ἀριστοκρατία ἐμφαίνεται παρὰ Φαίαξιν ἔνθα τρισκαίδεκα ἱστορηθήσονται βασιλεῖς. καὶ ἔστιν οἷον συνέλευσις ἐν τούτοις, βασιλείας τε καὶ ἀριστοκρατίας. ὁποῖόν τι καὶ περὶ Λακεδαίμονα ὕστερον τὸ κατὰ τοὺς ἐφόρους καὶ τοὺς βασιλεῖς. εἰ δὲ ὑπερέχει μὲν τῶν ἄλλων ὁ Ἀλκίνοος αὐτὸς δὲ πείθεται ὡς φανεῖται οἷς ἡ γυνὴ Ἀρήτη βούλεται, εἴποι ἄν τις καὶ γυναικοκρατεῖσθαι τὴν γῆν τῶν Φαιάκων. (Vers. 199.) Ὅτι ἐκφαίνων ὁ ποιητὴς πῶς ἡ Ἀθηνᾶ ἐλέχθη θάρσος ἐμβαλεῖν τῇ Ναυσικάᾳ ὥστε μεῖναι φανέντος τοῦ Ὀδυσσέως. καὶ δηλῶν ὡς κατὰ σύνεσιν γενέσθαι τοῦτο φαίνεται καθὰ καὶ ἐλέχθη, πλάττει τὴν κόρην θαῤῥύνουσαν καὶ τὰς ἀμφιπόλους ὡς μηκέτι φεύγειν ἀλογίστως ἀλλὰ στῆναι οἷα μηδέν τι καινὸν ἰδούσας ἀλλὰ ἁπλῶς ἄνθρωπον. καὶ αὐτὸν δύστηνον. ἀλήτην. κομιδῆς ἄξιον. φησὶ γάρ. στῆτέ μοι ἀμφίπολοι. πόσε φεύγετε φῶτα ἰδοῦσαι; ἢ μή που τινὰ δυσμενέων φάσθ' ἔμμεναι ἀνδρῶν. οὐκ ἔσθ' οὗτος ἀνὴρ διερὸς βροτὸς οὐδὲ γένηται, ὅς κεν Φαιήκων ἀνδρῶν ἐς γαῖαν ἵκηται δηϊοτῆτα φέρων. οἰκέομεν δ' ἀπάνευθε πολυκλύστῳ ἐνὶ πόντῳ. ἔσχατοι. οὐδέ τις ἄμμι βροτῶν ἐπιμίσγεται ἄλλος. (Vers. 206.) εἶτα ἐπὶ πλέον ἐξαιροῦσα τὸ τῶν ἀμφιπόλων δέος, καὶ θάρσος αὐταῖς ἐν φρεσὶ τιθεμένη, ἐπάγει. ἀλλ' ὅ δέ τις δύστηνος ἀλώμενος ἐνθάδ' ἱκάνει, ὃν νῦν χρὴ κομέειν. πρὸς γὰρ Διὸς εἰσὶν ἅπαντες ξεῖνοί τε πτωχοί τε. δόσις δ' ὀλίγη τε φίλη τε. ἐφ' οἷς ἐκπληροῦσα καὶ τὴν τοῦ ξένου ἱκετείαν, ἐπιφέρει. (Vers. 209.) ἀλλὰ δότ' ἀμφίπολοι ξείνῳ βρῶσιν τε πόσιν τε. λούσατέ τ' ἐν ποταμῷ ὅθ' ἐπὶ σκέπας ἔστ' ἀνέμοιο. Νοητέον δὲ ὅτι κατὰ τὸ σιωπώμενον, καὶ εἵματα ἐκέλευσε παραθεῖναι τῷ Ὀδυσσεῖ. ὅ ἐστι φᾶρος τε χιτῶνα τε, καὶ