Ancient Greek
Volume 1
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Odysseam 1.254.1
Not analysed yet
εἴη πάντοθεν καλὴ διὰ τὸ ἐσκευάσθαι εἰς ποσιδήϊον. Ῥυτοὶ δὲ λίθοι, οἱ ἑλκυστοὶ διὰ τὸ μέγεθος. Κατωρυχέες δὲ, οἱ κατορωρυγμένοι, ὅ ἐστιν εὖ τεθεμελιωμένοι. ἢ ὧν τὸ μὲν, κατορώρυκται. τὸ δὲ, ὑπερφαίνεται. (Vers. 269.) Τὰ δὲ τῶν νηῶν ὅπλα ἑρμηνεύων, ἔφη πείσματα περὶ ὧν καὶ προεῤῥέθη. καὶ σπεῖρα, ἤγουν ὑφάσματα ἐξ ὧν τὰ ἱστία. ἣ σπεῖρας δι' ὧν αἱ σπεῖρας δι' ὧν αἱ νῆες ἕλκονται. ἢ δι' ὧν οἱ τροχίλοι δεσμοῦνται. Τὸ δὲ καὶ ἀποξύνουσιν ἐρετμὰ, δύναται μὲν ταυτὸν τῷ λεπτύνουσιν ἢ καὶ ἀποξύουσι. σχήματος δὲ ἔχει ἐναλλαγήν. εἶχε γὰρ εἰπεῖν, πείσματα καὶ σπεῖρα καὶ ἐρετμά. ὁ δὲ, ἀνελπίστως ἔφρασε μετὰ καὶ ῥήματος, περιαιρῶν τῆς φράσεως τὸ ὁμοειδές. (Vers. 271.) Ἐν δὲ τῷ, ἀλλ' ἱστοὶ, ὅρα ὡς ἦν μὲν τῷ ποιητῇ, φράσαι καλῶς ὅτι οὐ μέλλουσι τοῖς Φαίαξιν ὀϊστοὶ ἀλλ' ἱστοί. ὁ δὲ, τὸ σεμνότερον ἐπιλεξάμενος, εἶπεν ὡς οὐ μέλει αὐτοῖς βιός. ἵνα μὴ κάλλος ἐπιτηδεύσητο ἄκαιρον. (Vers. 256.) Σημείωσαι δὲ καὶ ὡς εἴπερ οὕτως οἱ Φαίακες ἀπόλεμοι, οὐδ' ἂν ἡ βασιλικὴ παῖς δαΐφρονα τὸν πατέρα καλοίη, ὡς δαΐα φρονοῦντα. ὡς φρόνιμον δὲ ἀπὸ μαθήσεως καὶ συνεθισμοῦ. (Vers. 272.) Τὸ δὲ αἷς ἀγαλλόμενοι, ἀγάλματα καὶ τοῖς Φαίαξι τὰς νῆας ὑποβάλλει κατὰ τὸ Ὁμηρικὸν ἔθος εἰπεῖν. (Vers. 276.) Ὅτι μιμούμενος ὁ ποιητὴς τὸ τοῦ δήμου ἀτάσθαλον βωμολόχον καὶ ὡς αὐτός φησιν ὑπερφίαλον, κωμικεύεται κατὰ τῆς Ναυσικάας. πλάττων αὐτὴν κατὰ ἠθοποιΐαν, λέγουσαν ὡς εἴποι ἄν τις (Vers. 275.) κακώτερος ἤγουν κακὸς δυσγενὴς ἀντιβολήσας. τίς δ' ὅ δὲ Ναυσικάᾳ ἕπεται καλός τε μέγας τε ξεῖνος. ποῦ δέ μιν εὗρε. πόσις νύ οἱ ἔσσεται αὐτῇ. ἢ τινά που πλαγχθέντα κομίσσατο ἧς ἀπὸ νηὸς ἀνδρῶν τηλεδαπῶν, ἐπεὶ οὔ τινες ἐγγύθεν εἰσίν. ἢ τίς οἱ εὐξαμένη πολυάρητος θεὸς ἦλθεν οὐρανόθεν καταβάς. ἕξει δέ μιν ἤματα πάντα. βέλτερον εἴ κ' αὐτή περ ἐποιχομένη πόσιν εὗρεν ἄλλοθεν. ἦ γὰρ τούς δέ γ' ἀτιμάζει κατὰ δῆμον Φαίηκας, τοί μιν μνῶνται πολέες τε καὶ ἐσθλοί. (Vers. 285.) Καὶ ταῦτα εἰποῦσα ἡ κόρη, ἐπάγει. ὣς ἐρέουσιν. ἐμοὶ δ' ἂν ὀνείδεα ταῦτα γένοιτο. τὰ δὲ τοιαῦτα ὀνείδη, καὶ φῆμιν ἀδευκέα πρὸ τούτων εἶπε καὶ μῶμον. ἔφη γάρ. τῶν ἀλεείνω (Vers. 273.) φῆμιν ἀδευκέα μή τις ὀπίσσω μωμεύῃ. μάλα δ' εἰσὶν ὑπερφίαλοι κατὰ δῆμον. Καὶ ὅρα ἐν τούτοις τὸ φῆμιν. οὗ καθὰ καὶ ἐν ἄλλοις ἐγράφη, διὰ τοῦ ἰῶτα τὸ τέλος ὡς ἀπὸ εὐθείας τῆς, ἡ φῆμις ὡς ἡ μῆνις. Ἀδευκὴς δὲ καὶ νῦν, ἢ ἡ ἀδόκητος παρὰ δέκω, ἢ ἡ δακνηρὰ τὸ καὶ πικρά. ἵνα λέγηται φῆμις ἀδευκὴς ὡς καὶ καπνὸς ἀδευκής. (Vers. 277.) Τὸ δὲ εὗρεν, ἀστείως ἔχει ῥηθὲν ὡς ἐπὶ ἑρμαίου τινός. εὕρημα γὰρ, τὸ κατὰ τύχην ἀγαθόν. δὶς δὲ τοῦτο ἔφη ἐνταῦθα, διὰ τὸ καίριον. Καὶ ὅρα ὡς ἐντεῦθεν ἡ κόρη ἀρξαμένη, ἀντισεμνύνει τὸν Ὀδυσσέα ἐφ' οἷς πρὸς ἐκείνου προεπηνέθη. καὶ εἰποῦσα εὐτυχῶς αὐτὸν εὑρεῖν εἰς ἄνδρα. εἶτα καὶ θεῷ αὐτὸν εἰκάζει, ὡς ἐκεῖνος αὐτὴν θεᾷ τῇ Ἀρτέμιδι. (Vers. 276.) καὶ καλὸν καὶ μέγαν τὸν Ὀδυσσέα λέγει, ὡς ἐκεῖνος αὐτὴν τοῦ εἴδους καὶ τοῦ μεγέθους. καὶ τῆς φυῆς ἐθαύμασε. μετ' ὀλίγα δὲ, καὶ ἥρωα προσφωνεῖ. καὶ οὕτως ὃν ἔρωτα εἶχεν εἰς νοῦν, ἀνεκάλυψε κατὰ θαυμασίαν μέθοδον ὡς ἄλλου τινὸς δῆθεν τοιαῦτα ἐροῦντος. ἄλλως γὰρ, ἀνέκφορος ἦν ἤδη δὲ καὶ ἑαυτὴν πάνυ συνιστᾷ εἰ οὕτως ἐστὶν ἀξιέραστος ὡς μὴ μόνον πολλοὺς αὐτὴν μνηστῆρας Φαίακας ἔχειν ἀλλ' ἔχειν τι καὶ θεοῦ ἐφολκόν. (Vers. 279.) Τὸ δὲ οὔ τινες ἐγγύθεν εἰσὶ, πρὸς θάμβος καὶ τερατείαν ἐῤῥέθη. ἄλλως γὰρ, ἀντικρὺ τῆς Ἠπείρου κείμενοι, ἐγγυτάτω εἶχον τοὺς Ἠπειρώτας οἱ Φαίακες. Σημείωσαι δὲ καὶ ὡς ἀφόρητον κακὸν τοὺς τοῦ δήμου καὶ ἡ βασιλικὴ αὕτη παῖς οἶδε, μὴ δὲ τῶν μειζόνων φειδομένους ἐν καιρῷ. (Vers. 286.) Ὅτι γνώμη παιδευτικὴ τὸ, καί δ' ἄλλῃ νεμεσῶ ἥτις τοιαῦτά γε ῥέζοι, τουτέστιν. ἥτ' ἀέκητι φίλων πατρὸς καὶ μητρὸς ἐόντων, ἀνδράσι μίσγεται ὅ ἐστι σύνεστι, (Vers. 288.) πρίν γ' ἀμφάδιον γάμον ἐλθεῖν. ἤγουν πρὶν φανερῶς ἄνδρα λαβεῖν. ἐπεί τοι μετὰ γάμον, οὐ κεκώλυται καὶ ἑτέροις ἀνδράσι μίσγεσθαι ἐμφανιζομένας, ὃ καὶ ἡ Ἑλένη πρὸ βραχέων ἐποίησε. καὶ ἡ Πηνελόπη δέ. καὶ ἄλλως δὲ, μιχθήσονται ὅ ἐστι παρέσονται καὶ παρθένοι ἀνδράσιν ἐνώπιον γονέων. ὡς ἡ Ναυσικάα ἐν τοῖς ἑξῆς παρέσται καὶ ἐν ἐπηκόῳ προσφωνήσει τὸν Ὀδυσσέα, ἕτερον μέντοι τοῦτο μίσγεσθαι. ὁ δὲ ποιητὴς ἐνταῦθα φησὶν ἀνδράσι μίσγεσθαι οὐκ ἂν τολμήσῃ παρθένος, ὄντων ὅ ἐστι ζώντων τῶν τεκόντων. οὓς φίλους κατ' ἐξοχὴν καλέσας, ἐπήγαγε πρὸς ἑρμηνείαν τὸ, πατρὸς καὶ μητρός. (Vers. 286.) Τὸ δὲ νεμεσῶ, νῦν μὲν, ἐνεργητικῶς ἐξεφωνήθη. τὰ πλείω δὲ, παθητικῶς λέγεται. (Vers. 289.) Ὅτι ὁ συμβουλευόμενός τινι περὶ τῆς οἴκαδε πομπῆς, ἐρεῖ. ξεῖνε, σύ δ' ὧδ' ἐμέθεν ξυνίει ἔπος ὄφρα τάχιστα πομπῆς καὶ νόστοιο τύχῃς. Καὶ ὅρα τὸ, ξυνίει ἔπος, αἰτιατικῇ συνταχθέν.