Ancient Greek
Volume 1
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Odysseam 1.255.1
Not analysed yet
δῆλον δ' ὅτι καὶ γενικῇ συντάσσεταί ποτε Ἀττικῶς. (Vers. 291.) Ὅτι ἀγλαὸν ἄλσος Ἀθηνᾶς ὑπογράφων, οὕτω φησί. δήομεν ἀγλαὸν ἄλσος Ἀθήνης, αἰγείρων. ἐν δὲ κρήνη νάει, ἀμφὶ δὲ λειμών. ἔνθα τεθαλυῖαν ἀλωὴν καὶ τέμενος εἶναι τοῦ Ἀλκινόου ἡ κόρη φησὶν, ἐγγὺς τῆς πόλεως. (Vers. 293.) Ἔστι δὲ τέμενος, ἰδιαίτατος τόπος περιωρισμένος καὶ οὕτως ἀποτετμημένος τῶν ἐγγύς. τέμενος γὰρ ἐπὶ ναοῦ, οἱ μεθ' Ὅμηρον οἴδασιν. ὁ δὲ ποιητὴς οὐδὲ ἱερὸν ἁπλῶς τόπον λέγει τὸ τέμενος, ἀλλὰ τὸν κατὰ ἀποτομὴν ὄντά τινος. (Vers. 291.) Τὸ δὲ ἄλσος, Αἰολικὴ λέξις ἀπὸ τοῦ ἄλλω ἄλσω. διὸ καὶ ψιλοῦται. ψιλωτικοὶ γὰρ ὥσπερ Ἴωνες, οὕτω καὶ Αἰολεῖς. Ἐν δὲ τῷ, Ἀθήνης, λείπει τὸ ἱερόν. προϊὼν οὖν φησὶν ἐντελῶς, κλειτὸν ἄλσος ἵκοντο ἱρὸν Ἀθηναίης. Αἰγείρων δὲ τὸ ἄλσος, ἐπεὶ κατὰ τοὺς σοφοὺς μεγαλοπρεπέστερον τὸ τῶν ἀειθαλῶν καὶ ἀκάρπων φυτῶν κτῆμα. (Vers. 292.) Τὸ δὲ νάει, πρωτότυπόν ἐστι τῶν Νηΐδων καὶ τοῦ νάματος καὶ τοῦ Νηρέως καὶ τῶν τοιούτων. Ἐν δὲ τῷ, ἀμφὶ δὲ λειμὼν, λείπει τὸ ἐστίν. οὐ γὰρ δήπου τὸ νάειν προσαρμόττει καὶ τῷ λειμῶνι. (Vers. 295.) Ὅτι κεῖται καὶ ἐνταῦθα χρόνος ἐπὶ ὀλιγίστου ἐν τῷ, ἔνθα καθεζόμενος, μεῖναι χρόνον εἰσόκεν ἡμεῖς ἄστυδε ἔλθωμεν, ὃ πάνυ ἦν ἐγγυτάτω. (Vers. 297.) Ὅτι ἐν τῷ, ἐπὰν ἡμᾶς ἔλπῃ ποτὶ δώματ' ἀφῖχθαι, ἀντὶ τοῦ στοχάζεσθαι κεῖται τὸ ἔλπεσθαι. (Vers. 300.) Ὅτι ἐνδόξου ἀνθρώπου δώματα ὑπογράφει τὸ, ῥεῖα δ' ἀρίγνωτ' ἐστί. καὶ ἂν πάϊς ἡγήσαιτο νήπιος. οὐ μὲν γάρ τι ἐοικότα τοῖσι τέτυκται τὰ τῶν ἄλλων. τοῦτο δὲ ὡς οἷον προαναφωνητικῶς εἶπε. νεάνιδι γὰρ εἰκασθεῖσα ἡ Ἀθηνᾶ, δείξει τῷ Ὀδυσσεῖ τὰ τοῦ βασιλέως δώματα. οὕτω γὰρ ἐχρῆν, ἵνα μὴ τελείῳ προσώπῳ περιτυχὼν ὁ ξένος καὶ ἀλήτης, λόγους δώσει τῷ ποιητῇ ἔξω καιροῦ. διὸ οὐδὲ ἡμέρας οὔσης εἰσέρχεται τὴν πόλιν Ὀδυσσεὺς, ἀλλὰ μετὰ δύσιν ἡλίου. ὡς ἂν μή τινι περιτυχὼν ἢ θεαθεὶς, πράγματα ἕξει ἐν μὴ δέοντι. κερτομούμενος κατὰ τὸν ποιητὴν ἢ ἐρωτώμενος. Τὸ δὲ καὶ ἂν πάϊς ἡγήσαιτο, Ἀττικὸς ἀνὴρ συναλείψας, κἂν πάϊς ἐρεῖ. καθὰ καὶ Σοφοκλῆς τὸ, καὶ ἂν ἐξέπραξεν εἰ κατημέλησ' ἐγὼ, κἂν ἐξέπραξεν ἔφη. (Vers. 303.) Ὅτι τὸ ὅτε εἰσέλθῃς περιφράζων, φησίν. ἀλλ' ὁπότ' ἄν σε δόμοι κεκύθωσι καὶ αὐλή. ἔστι δὲ τὸ κεκύθωσιν ἤτοι κρύψωσιν, ἢ δεύτερος ἀόριστος ἐκ τοῦ κεύθω ἔκυθον καὶ Ἰωνικῶς κέκυθον, ἢ μέσος παρακείμενος τοῦ αὐτοῦ ῥήματος καθ' ὁμοιότητα τοῦ ἐληλύθωσιν. (Vers. 305.) Ὅτι ὡς καὶ προεγράφη ἀφελῶς κατὰ ἀρχαϊσμὸν ἡ Ἀρήτη κάθηται ἐπ' ἐσχάρῃ ἐν πυρὸς αὐγῇ, ἠλακάτα στρωφῶσα, ὡς καὶ τοῦτο προεδηλώθη, ἁλιπόρφυρα. θαῦμα ἰδέσθαι. κίονι κεκλιμένη. δμωαὶ δέ οἱ εἵατ' ὄπισθεν. ἔνθα καὶ ὁ τοῦ Ἀλκινόου θρόνος ποτὶ κέκλιται αὐγῇ ἢ αὐτῇ. τῷ, ὅ γε οἰνοποτάζει ἐφήμενος (Vers. 309.) ἀθάνατος ὣς, κατὰ τὸν τῆς κόρης λόγον. ἣ μηδὲν ὑψηλὸν φρονοῦσα, ἀθανάτῳ εἰκάζει τὸν τρυφῶντα πατέρα ὡς δῆθεν θεῖον ὂν τὸ τοιοῦτον. (Vers. 305.) Αὐγὴν δέ φασι πυρὸς λέγει, τὸν φωτιζόμενον τόπον ὑπὸ πυρός. (Vers. 307.) Τὸ δὲ κεκλίσθαι ὅτι οὐ μόνον ἀνάκλισιν ἀλλὰ καὶ περιοχήν τινα δηλοῖ, πολλαχοῦ τῆς ποιήσεως φαίνεται. (Vers. 305.) Περὶ δὲ ἐσχάρας ᾗ παρώνυμος ὁ κοινῶς παρεσχαρίτης λεγόμενος, δηλοῦται μὲν καὶ ἐν ἄλλοις. ἐνταῦθα δὲ, μνηστέον τοῦ εἰπόντος ὅτι βωμὸς μὲν, ὁ προσβάσεις ἔχων. ἐσχάρα δὲ, ἡ πρὸς βιωτικὴν γινομένη χρῆσιν ἐπὶ γῆς. τὰ δὲ πολυτελῆ φησιν, ἑστίαι. μέγαρον δὲ, περιῳκοδομημένον ἐστὶ, καὶ σημαίνει οἶκον. γράφεται δὲ καὶ ἱστία διὰ τοῦ ἰῶτα ὡς ἐν τοῖς ἑξῆς φανεῖται, καὶ διὰ τοῦ ε. ὅθεν ὁ ἄοικος, ἀνέστιος. Ἑστία δέ φησι, καὶ σωματοειδὴς θεὰ, ἡ καὶ διὰ τοῦ ι οἷον. Ἱστίην καὶ Δήμητραν καὶ Ἶριν χρυσοπέδιλον. Νεάνθης δέ φασιν ὁ Κυζικηνὸς, λέγει ὡς βωμοὶ μὲν, δαιμόνων. ἐσχάραι δ', ἡρώων. Σοφοκλῆς δὲ, καὶ ἀντὶ βωμοῦ οἶδεν ἐσχάραν. λέγει δὲ καὶ Εὐριπίδης, μηλοσφαγεῖ τε δαιμόνων ἐπ' ἐσχάραις. ὅτι δὲ καὶ ἕλκους ἐσχάρα τροπικῶς, ἀλλαχοῦ ἐῤῥέθη. καὶ ὅτι αἱ εἰρημέναι προσβάσεις, ἐτυμολογοῦσι τοὺς βωμούς. καὶ ὅτι ἡ πρόσγειος ἐσχάρα, καὶ βαῦνος λέγεται εἰσέτι καὶ νῦν, ἀφ' ἧς ὁ βάναυσος. εἰ δὲ ἡ θυτικὴ ἐσχάρα παρὰ τὸ ἔχειν ἀρὰς παρῆκται, ζητητέον καὶ αὐτὸ ἑτέρωθι. οἰκονομικῶς δὲ πλάττει ὁ ποιητὴς ἐπ' ἐσχάρῃ νῦν καθῆσθαι ἀπεριέργως τοὺς βασιλεῖς. ἵνα αὐτόματος ἐπελθὼν Ὀδυσσεὺς, ἐντύχῃ αὐτοῖς καὶ ἱκετεύσῃ. παραμειψάμενος μὲν κατὰ τὴν συμβουλὴν τῆς κόρης, τὸν πατέρα (Vers. 310.) μητρὸς δὲ περὶ γούνασι χεῖρας βαλών. ὅ ἐστι περιφραστικῶς, γουνασάμενος. ἵνα φησὶ, νόστιμον ἦμαρ ἴδηαι χαίρων, καρπαλίμως. εἰ καὶ μάλαπερ τηλόθεν ἐσσί. Καὶ ὅρα ὡς τῇ γυναικί, ἐφ' οἷς δέον ὁ Ἀλκίνοος εἰς τὰ μάλιστα πείθεται. ὡς δὲ καὶ τιμᾷ ἐκεῖνος τὴν γυναῖκα καὶ ὡς εὐλόγως, ἡ ἐφεξῆς ῥαψῳδία ἐρεῖ. (Vers. 318.) Ὅτι ἐν τῷ, αἱ δὲ, τουτέστιν αἱ ἡμίονοι εὖ