Ancient Greek
Volume 1
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Odysseam 1.257.1
Not analysed yet
τοῦ ἐκφορεῖν. ὡς γοῦν ἐσφόρεον πρὸ τούτων μέλαν ὕδωρ εἰς τὰς πλυνοὺς αἱ ἀμφίπολοι, οὕτως ἐσφέρουσι καὶ οἱ βασιλικοὶ παῖδες ἐσθῆτα ἔσω. ἐκφορεῖται δὲ ναῦς. καὶ ἐκφέρεται λόγος, ὁ καὶ ἔκφορος διατοῦτο λεγόμενος. Ἐν δὲ τῷ, Ἀπειραίη γραῦς οὗ ἑρμηνευτικὸν τὸ Ἀπείρηθεν, σημείωσαι ὅτι ὁ πολλαχοῦ τὴν Φαιακίαν ἐκτοπίζειν ἐθέλων διὰ τὸ τερατωδέστερον, ἐνταῦθα ἐνέφῃνε τὴν ἀληθῆ θέσιν αὐτῆς. πλάσας τὴν βασιλικὴν θαλαμηπόλον γραῦν, ἐκεῖθέν ποθεν αἰχμαλωτισθεῖσαν ἐκ τῆς ἀντιπέραν γῆς, ἰδίως οὕτω καλουμένης Ἠπείρου ὡς καὶ ἐν ἄλλοις ἐγράφη, ὁμωνύμως τῇ ὅλῃ γῇ. Καὶ ὅρα ὡς οὐ διὰ τοῦ ἦτα Ἤπειρον κατὰ τοὺς ὕστερον ἀλλὰ διὰ ἄλφα ἔφη Ἄπειρον τὴν ἰδίως οὕτω καλουμένην χώραν. καὶ τὴν ἐξ Ἠπείρου γραῦν, Ἀπείρηθεν ὁμοίως τῷ ἀθήνηθεν Θήβηθεν. σεμνότερον δὲ τοὔνομα τῇ γραῒ, τοῦ δε σποινικοῦ. τοιοῦτον γὰρ τὸ Εὐρυμέδουσα πρὸς τὸ Ναυσικάα. (Vers. 7.) Τὸ δὲ πῦρ ἔδαιε, πῦρ ἀνέκαιε κατωτέρω λέγει ἐν τῷ, πῦρ ἀνέκαιε καὶ (Vers. 13.) εἴσω δόρπον ἐκόσμει. τουτέστιν, εὐπρεπῶς ἔταττεν. οὗ ἡ παῦλα, ἀποκοσμεῖν λέγεται, ὡς δηλοῖ τὸ, ἀμφίπολοι δ' ἀπεκόσμεον ἔντεα δαιτός. Τὸ δὲ ἐξελεῖν ὅτι ἀντὶ τοῦ δοῦναί τι ὡς ἐξαίρετον νοεῖται ὡς ἐπὶ πολὺ, ἡ Ἰλιὰς πολλαχοῦ ἐδήλωσε. Φανερὸν δὲ, καὶ ὡς πᾶν γέρας, κατά τι ἐξαίρετον δίδοται. (Vers. 8.) Καὶ ὅτι Ὅμηρος μὲν, Ἄπειρον πρὸς διαστολὴν τῆς ὅλης γῆς, οἱ δὲ μεθ' Ὅμηρον, Ἤπειρον, τὴν χώραν φασίν. ἀφ' ἧς καὶ ὁ περιᾳδόμενος Ἠπειρώτης Πύῤῥος. καὶ βόες αἱ Ἠπειρώτιδες. (Vers. 15.) Ὅτι Ὀδυσσέως ἰόντος εἰς τὴν Φαιάκων πόλιν, Ἀθήνη πολλὴν ἠέρα χεῦεν, οὐκ ἐπὶ κακῷ μέντοι, ἀλλὰ φίλα φρονέουσ' Ὀδυσσῆϊ. ἔστι δὲ τοῦτο ἀλληγορικῶς, ἡ προῤῥηθεῖσα φρόνησις. δι' ἧς περὶ δύναντα ἥλιον γέγονεν ἡ εἰς τὴν πόλιν εἴσοδος τῷ Ὀδυσσεῖ. ὡς ἂν μή τέ τις Φαιήκων ἀντιβολήσας ἐρωτῴη καὶ κερτομέοι ὡς εἰκὸς ἐπέεσσιν οἷα νεάνιδι ἀκολουθοῦντα, καὶ ἵνα αἴφνης ἐπιφανεὶς τοῖς βασιλεῦσι, θαυμασθείη. εἰ δέ τις ἀποροίη πρὸς τὸ Φαιακικὸν φιλόξενον ἀφορῶν, εἰ κέρτομοι οἱ κατὰ Φαιακίαν, λύσει μετ' ὀλίγα τὸ ἄπορον ὁ ποιητὴς, κατειπὼν τοῦ δήμου κακοξενίαν ὡς τῶν ἀρίστων μόνων φιλοξένων ὄντων οὐ μὴν καὶ τῶν λοιπῶν. ἐοίκασι γὰρ κατὰ τὴν Ὁμηρικὴν πλάσιν, εὐλαβεῖσθαι εἰ παραβάλλοντές τινες καὶ τὸ ἐν αὐτοῖς εὔδαιμον μαθόντες, ἐπιβουλεύσουσι. διὸ καὶ ἐπέκρυπτον ἑαυτοὺς καὶ ἐξετόπιζον καὶ πάντα ἐποίουν δι' ὧν ἂν ἀγνοοῖντο τοῖς παραβάλλουσιν. ὅθεν καὶ τὸν Ὀδυσσέα, νυκτὸς ἐπανεσώσαντο οἴκοι, φόβῳ ἐπιβουλῆς. ὡς ἐν τοῖς μετὰ ταῦτα δηλωθήσεται. Ἠέρα δὲ καὶ ἐνταῦθα, τὴν ἀορασίαν φησί. θηλυκῶς σχηματίζων κατὰ ἔθος Ἰωνικόν. (Vers. 18.) Ὅτι τὸ εἰσελθεῖν εἰς πόλιν, δύσεσθαι πόλιν φησί. πρὸ δὲ τούτων, καὶ πόλιν κατέδυ Τρώων Ὀδυσσεύς. ὡς πολέμιος μέντοι ἐκεῖ. (Vers. 22.) Ὅτι παρθενικῇ εἰκυῖα νεήνιδι κάλπιν ἐχούσῃ, ἡγεῖτο Ἀθηνᾶ τῷ Ὀδυσσεῖ δόμον Ἀλκινόου ἤγουν εἰς δόμον ὡς καὶ προεδηλώθη. τοιοῦτον καὶ μετ' ὀλίγα τὸ (Vers. 28.) ἐγώ δ' ὁδὸν ἡγεμονεύσω. σαφέστερον δὲ τούτων τὸ, δόμον ὅν μοι κελεύεις, δείξω. (Vers. 20.) Παρθενικὴ δὲ, ἡ παρθένος κατὰ τύπον ὡς κτητικὸν οὐ μὴν αὐτόχρημα κτητικόν. καθά που καὶ ὀρφανικοὶ παῖδες, οἱ ὀρφανοί. Ἡ δὲ κάλπις, οὕτω φασὶ λέγεται, ὡς καλοῦσα πιεῖν. (Vers. 24.) Ὅτι ἀλλοδαποῦ ξένου λόγος τὸ, καὶ γὰρ ἐγὼ ξεῖνος ταλαπείριος ἐνθάδ' ἱκάνω τηλόθεν ἐξ ἀπίης γαίης. τῷ οὔ τινα οἶδα ἀνθρώπων, οἳ τήνδε πόλιν καὶ ἔργα νέμονται. (Vers. 28.) ὁ δὲ τοιοῦτον ἄνδρα ὁδηγῶν εἰς ὃν ἐκεῖνος οἶκον ζητεῖ, εἴποι ἂν τὸ, τοιγὰρ, ἐγώ τοι ξεῖνε πάτερ δόμον ὅν μοι κελεύεις δείξω. ὥσπερ καὶ τὸ, οὗτος δή τι ξεῖνε πάτερ δόμος ὅν μοι κελεύεις πεφραδέμεν. ἴσως δέ ποτε προσαρμόσει καὶ τὸ, ἀλλ' ἴθι σιγῇ τοῖον, ἀντὶ τοῦ, οὕτως ὡς νῦν ἔρχῃ σιγῶν. ἢ θαυμαστικῶς ἀντὶ τοῦ λίαν, κατὰ τὸ, τοῖον γὰρ ὑπέκφερον ὠκέες ἵπποι. (Vers. 30.) ἐγὼ δ' ὁδόν φησιν ἡγεμονεύσω. μὴ δέ τιν' ἀνθρώπων προτιόσσεο πρόσβλεπε μὴ δ' ἐρέεινε. (Vers. 31.) καλῶς δὲ τὸ, μηδέ τιν' ἀνθρώπων. ὁ γὰρ ταῦτα παραγγελλόμενος Ὀδυσσεὺς, ἀνθρώπους μὲν οὔ, λιμένας δὲ καὶ νῆας καὶ τοιαῦτα ὁρῶν, θαυμάσεται. εἰ δὲ καὶ (Vers. 32.) κακόξενοί εἰσιν οἱ τοιοῦτοι ἄνθρωποι, προσφυῆ αὐτοῖς καὶ τὰ ἐφεξῆς. οὐ γὰρ ξείνους οἵδε μάλ' ἀνθρώπους ἀνέχονται ἤτοι ἀνέχουσι καὶ τιμῶσιν. οὐδ' ἀγαπαζόμενοι φιλέουσ', ὅς κ' ἄλλοθεν ἔλθοι. (Vers. 34.) εἰ δὲ καὶ ναυτικὸν τὸ τοιοῦτον φῦλον, οὐκ ἀπᾷδόν ἐστιν εἰπεῖν ἐπ' αὐτοῖς καὶ τὸ, νηυσὶ θοῇσι τοίγε πεποιθότες ὠκείῃσι, λαῖτμα μέγ' ἐκπερόωσιν, ἐπεί σφισι δῶκε θεός. τῶν, (Vers. 36.) νέες ὠκεῖαι ὡσεὶ πτερὸν ἠὲ νόημα. πρὸς Ὀδυσσέα δέ φησι καὶ ταῦτα ἡ Ἀθηνᾶ, θαῤῥύνουσα ἐπὶ τῷ νόστῳ οἷα ταχυναυτούντων τῶν Φαιάκων. μᾶλλον μὲν οὖν, Ὁμηρικῆς ταῦτα Μούσης μέθοδοι. πιθανολογούσης τὸν ἄπονον οἴκαδε τοῦ Ὀδυσσέως πλοῦν καὶ ταχὺν ἐκ τῆς τῶν ναυτικω-