Ancient Greek
Volume 1
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Odysseam 1.256.1
Not analysed yet
μὲν τρώχων εὖ δὲ πλίσσοντο πόδεσσι, τὸ μὲν τρώχων, ἀντὶ τοῦ ἔτρεχον, ἀπὸ τοῦ τρωχῷ. οὗ ἡ γραφὴ, ὁμοία τῷ στρωφῶ καὶ τρωπῶ καὶ τοῖς ὁμοίοις. Τὸ δὲ πλίσσοντο, λέξις μέν ἐστιν Ἰωνική. κατὰ δὲ τοὺς πλείονας, Δωρική. δηλοῖ δὲ, τὸ βηματίζειν καὶ μεταφέρειν σκέλος παρὰ σκέλος. ὅθεν καὶ πλὶξ, τὸ βῆμα. τὸ δ' αὐτὸ, καὶ πλίγμα. καὶ πλίξας, ὁ βηματίσας. καὶ περιπεπλιγμένον, τὸ περιβεβηκός. καὶ ἀπεπλίξατο, τὸ ἀπέβη, παρὰ τῷ κωμικῷ ἐν Ἀχαρνεῦσι. καὶ Ἱπποκράτης δέ φασι πλίγμα λέγει, τὸ μεταξὺ τῶν μηρῶν διάστημα. ὅθεν καὶ διαπεπλίχθαι, τὸ περιπλέκειν τοὺς πόδας. ἔστι δὲ τὸ μὲν τροχάζειν, συντόνου κινήσεως. ἑτεροίας δὲ, τὸ πλίσσεσθαι πόδεσσιν. ἵνα λέγῃ τὰς ἡμιόνους, ἀγαθὰς εἶναι καὶ τρέχειν καὶ ἄλλως δὲ ἁπλῶς βαδίζειν. (Vers. 320.) Ὅτι νόῳ ἐπέβαλλεν ἱμάσθλην ἡ κόρη, τουτέστι, φρονίμως ἡνιόχευεν ὅπως ἅμα ἕποιντο οἱ πεζοί. καὶ ἄλλως δὲ ἡ κόρη νόῳ ἱμάσσει, ὡς μετροῦσα τὴν ὥραν. ἵνα πρὸς ἑσπέραν εἰς τὴν πόλιν ἔλθῃ ὡς καὶ μετ' ὀλίγα ῥηθήσεται. Ἡ δὲ ἱμάσθλη, γίνεται μὲν παρὰ τὸν ἱμάντα ἐξ οὗ ἴσως κατὰ ἀφαίρεσιν τῆς ἀρχούσης, καὶ ὁ μεμαλαγμένος λῶρος. λέγεται δὲ πολυωνυμίας λόγῳ, καὶ μάστιξ ἡ αὐτὴ, ἔτι δὲ καὶ κέντρον. ἀφ' οὗ ἵπποι κεντρηνεκέες. ἀνάπαλιν αὐτοὶ ὄντες τοῖς δίχα κέντροιο θέουσι. τοιούτου δὲ κέντρου, σύνθετον καὶ τὸ βούκεντρον, ἑτεροῖον μέντοι παντελῶς αὐτό. πρὸς ὅπερ ὁ ἀντιβαίνων βοῦς, λακτίζειν πρὸς κέντρα λέγεται. δῆλον δ' ὅτι καὶ ἐπὶ ἀνδρείου μορίου κωμικεύεται τὸ κέντρον, ὡς δηλοῖ τὸ, εἰς οὐχ' ὁσίην τρυμαλίην τὸ κέντρον ὠθεῖ. (Vers. 324.) Ὅτι πρὸς τὸν δυσωπούμενον ἄρτι γοῦν ἐλεῆσαι εἰ καὶ μὴ πρὸ τούτου ἐπείθετο, εἰκὸς ῥηθῆναι τὸ, κλῦθί μοι ὁ δεῖνα. νῦν δή περ μου ἄκουσον, ἐπεὶ πάρος οὔποτ' ἄκουσας ῥαιομένου, ὅτε μ' ἔῤῥαιεν ὁ δεῖνα. δὸς δέ με φίλον ἐλθεῖν ἠδ' ἐλεεινόν. ὃ δή τις καὶ ἐν Ἰλιάδι ἱκετεύων εὔξατο, ἐθέλων καὶ φιληθῆναι καὶ ἐλέους τυχεῖν. (Vers. 329.) Ὅτι τὸ, οὔπω φαίνετο ἐναντίη, ἀντὶ τοῦ, οὐ παρίστατο ἐναργὴς, ἀλλὰ πόῤῥωθεν ἐβοήθει. περὶ Ἀθηνᾶς δὲ ὁ λόγος. (Vers. 330.) Ὅτι τὸ ζαφελῶς μενεαίνειν, ἐχρῆν μὲν βαρύνεσθαι ὡς ἀπὸ βαρυτόνου ὀνόματος τοῦ ζάφελος, καθὰ καὶ ἐν Ἰλιάδι γέγραπται. ἐπεκράτησε δὲ ἡ τοῦ Ἀριστάρχου ἐπὶ τῷ περισπασμῷ ἀρέσκεια. διατί δὲ τῷ Ποσειδῶνι ζαφελῶς μενεαίνοντι κατὰ Ὀδυσσέως ἡ Ἀθηνᾶ οὐκ ἀντέστη, Εὐριπίδης ἐξ Ὁμήρου κερδήσας, λύει σαφέστερον ἐν τῷ κατ' αὐτὸν Ἱππολύτῳ. ἔνθα ἡ Ἄρτεμις ἔθος εἶναι θεοῖς φησι, μὴ ἀντικαθίστασθαι ἀλλήλοις ὅτέ τινα βλάπτουσι, κἂν ὁ φίλτατος ἀνθρώπων εἴη. καθὰ καὶ αὐτὴ οὐκ ἀντέπραξε τῇ Ἀφροδίτῃ ἐφ' οἷς ἐθανάτου τὸν φίλον Ἱππόλυτον. ΥΠΟΘΕΣΙΣ ΤΗΣ Η. ΟΜΗΡΟΥ ΡΑΨΩΙΔΙΑΣ. Ναυσικάα εἰς τὴν πόλιν ἀφικνεῖται. καὶ μετ' ὀλίγον ὁ Ὀδυσσεὺς ἱκετεύει Ἀρήτην Ἀλκινόου τοῦ βασιλέως γυναῖκα. καὶ μετὰ τὸ δεῖπνον πυνθανομένης ὁπόθεν τὴν ἐσθῆτα ἔσχεν, ἐγνώρισε γὰρ αὐτὴν, τὰ συμβάντα αὐτῷ κατὰ τὸν πλοῦν ἀπὸ τῆς Ὠγυγίας μέχρι τῆς τῶν Φαιάκων γῆς διηγεῖται. ΟΔΥΣΣΕΙΑΣ Η. ΟΜΗΡΟΥ ΡΑΨΩΙΔΙΑ. (Vers. 4.) Ὅτι Ὀδυσσέως εἴσοδος πρὸς Ἀλκίνοον, ἡ παροῦσα ἐπιγράφεται ῥαψῳδίᾳ. πεζεύει δὲ ἡ ταύτης καταρχὴ τὴν Ναυσικάαν ἐκ τῆς ἡμιονείας ἀπήνης. καὶ οἱ κασίγνητοι ἀμφίστανται αὐτὴν, ἀθανάτοις ἐναλίγκιοι, ὅτι καὶ ἀγχίθεοι ὡς προγέγραπται. ὑπ' ἀπήνης δὲ ἡμιόνους λύουσιν ἐσθῆτά τε εἰσφέρουσιν ἔσω, τουτέστι τὰ πλυθέντα εἵματα. αὐτὴ δ' ἐς θάλαμον ἤϊε. δαῖε δέ οἱ πῦρ φωτὸς χάριν γρῆυς ἀπειραίη θαλαμηπόλος Εὐρυμέδουσα. ἥν ποτε ἀπείρηθεν νέες ἤγαγον, ἢ μάχης νόμῳ, ἢ κατὰ ἐμπορίαν. Ἀλκινόῳ δὲ γέρας ἔξελον, οὕνεκα (Vers. 11.) πᾶσι Φαιήκεσσιν ἄνασσε, θεοῦ δ' ὣς δῆμος ἄκουεν. ἣ τρέφε Ναυσικάαν, καὶ ἑξῆς. Καὶ ὅρα ὡς φανερῶς ἄνακτα Φαιάκων λέγει τὸν Ἀλκίνοον, εἰ καὶ ἄλλως ἀριστοκρατεῖσθαι ὡς καὶ προελέχθη, φαίνονται οἱ Φαίακες. καὶ ὅτι ἀγαθὸς βασιλεὺς ὁ Ἀλκίνοος εἴγε ὡς θεοῦ αὐτοῦ ἤκουον οἱ τοῦ δήμου. (Vers. 6.) Τὸ δὲ ἐσφέρειν, διαφέρει πάντως