Ancient Greek
Volume 1
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Odysseam 1.260.1
Not analysed yet
σιθόου εἶπεν. ἐπεὶ δὲ ἔδει καὶ σφοδρότερον τῶν τοιούτων καθάψασθαι οἳ καὶ τῷ Διῒ ἀνταίρειν κατὰ τὸν μῦθον προηνέχθησαν, λέγει καὶ ἀτασθάλους αὐτοὺς ἐν τῷ, ἀλλ' ὁ μὲν, ὤλεσε λαὸν ἀτάσθαλον. ὤλετο δ' αὐτός. περὶ οὗ ὡς βασιλέως φείδεται βαρύ τε εἰπεῖν ὡς ἴσως καὶ φιλοφαίαξ οὖσα, διὰ τὸν Ὀδυσσέα τε καὶ διὰ τὸ κοινῶς τῶν Φαιάκων φιλόξενον. Ἐν τούτοις δὲ ὅρα καὶ ὡς οὐκ ἀδύνατον φαύλων γονέων ἀγαθὸν ἀποτεχθῆναι γόνον. Ἀρήτη γὰρ ἐκ τοιούτων κατάγουσα θαυμαστὴ ἀπέβη, ὡς δηλώσει τὰ ἐφεξῆς. Σημείωσαι δὲ καὶ ὅτι τὸ, ὁ μὲν, ὤλεσε λαὸν ἀτάσθαλον, ὅμοιόν ἐστι τῷ, Κροῖσος μεγάλην ἀρχὴν καταλύσει. ἔστιν οὖν ἀστείως εἰπεῖν, ὡς εἴγε τὸ Ὁμηρικὸν τοῦτο ἀνηνέχθη ποθὲν τῷ Κροίσῳ, οὐκ ἂν ἐκεῖνος ἐδυστύχησε νοήσας πρὸς ἑαυτοῦ τὸ, μεγάλην ἀρχὴν καταλύσει τὴν τῶν Πέρσων. ἀλλ' ἔγνω ἂν τὴν ἑαυτοῦ καταλυθησομένην. Τὸ δὲ Ῥηξήνωρ, ἐξ ἀνδρικοῦ ἐπιθέτου μετήνεκται νῦν εἰς κύριον. ἔστι δ' εἰπεῖν ὅτι ἐκ τοῦ Ῥηξήνωρ ἐπινενόηται καὶ ἡ τοῦ Λυσάνδρου σύνθεσις. ῥῆξας γὰρ ἐν ἠνορέῃ καὶ λύσαι ἐν ἀνδρίᾳ φάλαγγας, ταυτόν ἐστι. (Vers. 64.) Τὸ δὲ ἄκουρον, ἀντὶ τοῦ ἄπαιδα κούρου ὅ ἐστιν ἄῤῥενος. θυγατέρα γὰρ ἔσχε τὴν Ἀρήτην. αἴφνης δὲ δοκεῖ θανεῖν ὁ Ῥηξήνωρ. τοῦτο γὰρ ἡ τοῦ Ἀπόλλωνος αἰνίττεται βολὴ, ὡς φαίνεται πολλαχοῦ. Νυμφίον δὲ νῦν λέγει, τὸν οὐ πολὺ ἐπιβιόντα μετὰ τὸν γάμον. οὐ μὴν τὸν ἐπ' αὐτῷ τῷ νυμφῶνι θανόντα, εἴγε παῖς ἐξ αὐτοῦ γέγονε. τρίτος δὲ κατὰ τὴν ῥηθεῖσαν γενεαλογίαν ἐκ Ποσειδῶνος ὁ Ἀλκίνοος. τετάρτη δὲ ἡ Ἀρήτη. Ὅτι ἀποσεμνύνων τὴν δέσποιναν Ἀρήτην ὁ ποιητὴς, ἄρχεται οὕτως. τὴν δ' Ἀλκίνοος ποιησάμενος ἄκοιτιν, ἔτισεν ὡς οὔτις ἐπὶ χθονὶ τίεται ἄλλη, ὅσσαι νῦν τε γυναῖκες ὑπ' ἀνδράσιν οἶκον ἔχουσιν, ὡς κείνη περὶ Κῆρι τετίμηταί τε καὶ ἐστὶν, ἔκ τε φίλων παίδων ἔκ τ' αὐτοῦ Ἀλκινόοιο καὶ λαῶν, οἵ μιν θεὸν ὣς εἰσορόωντες, δειδέχαται ὅ ἐστι δεξιοῦνται μύθοισιν ὅτε στείχῃσιν ἀνὰ ἄστυ. εἶτα καὶ αἰτίαν λέγων τῆς τοσαύτης τιμῆς ἐπάγει. οὐ μὲν γάρ τι νόου καὶ αὐτὴ δεύεται ἐσθλοῦ, οἷσι τ' εὖ φρονέησι καὶ ἀνδράσι νείκεα λύει. τουτέστιν οἷς ἂν ἀνδράσιν εὖ φρονοίη, λύει τὰ νείκεα. ἵνα ᾖ τοῦτο, δεῖγμα τοῦ μὴ δεύεσθαι αὐτὴν νόου ἐσθλοῦ. τινὲς δὲ, χαριέστερον γράφουσι κατὰ γένος θηλυκὸν, ᾗσι τ' εὖ φρονέουσι καὶ ἀνδράσιν. ἤγουν αἷς γυναιξὶ φιληδεῖ καὶ οἷς ἀνδράσι προσέχει, λύει τὰ νείκεα. φέρεται δὲ καὶ τρίτη γραφὴ αὕτη. ᾗσιν εὐφροσύνῃσιν, ἤγουν ἰδίαις φρονήσεσι, λύει δικαστικῶς τὰ νείκεα. ἔπαινοι δὲ ταῦτα βασιλίδι πρέποντες. ὧν τὸ ἐξαίρετον, τὸ δικαστικὴν εἶναι τὰ νείκεα λύουσαν. Ὁμήρου καὶ ταῦτα πλάττοντος, ἵνα σεμνύνῃ τὴν Ἀρήτην ὡς περισωσαμένην τὸν Ὀδυσσέα, ὑπὲρ οὗ τὴν τοῦ βιβλίου τούτου πραγματείαν ἐνίστησιν Ὅμηρος. Ἰστέον δὲ ὅτι τὸ, γυναῖκες ὑπ' ἀνδράσιν οἶκον ἔχουσι, τὰς μεθ' Ὅμηρον ὑπάνδρους συνέθετο. Τὸ δὲ δειδέχαται, τοῦ δέδεκται παθητικοῦ παρακειμένου ἔστι τρίτον Ἰωνικὸν πληθυντικὸν κατ' ἐπένθεσιν τοῦ ἰῶτα ἀναγκαίαν τῷ μέτρῳ. δέχεσθαι δὲ μύθοις, ταυτὸν πάντως, τῷ εὐφημεῖν καὶ εὐλογεῖν. Τὸ δὲ οὐ μὲν νόου γε καὶ αὐτὴ ἐπιδεύεται ἐσθλοῦ, δηλοῖ μὲν τὸ, οὐδ' αὐτὴ δέεται φρονήσεως. ἔστι δὲ περίφρασις τοῦ περίφρων, ἵνα λέγῃ ὅτι περίφρων ἐστὶν ἡ βασιλὶς καθὰ καὶ ὁ βασιλεὺς, ᾧ καὶ τοὔνομα ἐκ τοῦ νόου σύγκειται. Ἀλκίνοος γὰρ καλεῖται, ὡς ἄν τις εἴποι δαΐφρων. ἐπεὶ καὶ συγγενὲς ἀλκὴ καὶ δαΐς. καὶ πάλιν, νόος καὶ φρόνησις. Ὅτι σύστασις προσώπου πρὸς ξένον ἱκέτην, τὸ, εἰ μέντοι κείνη γε φίλα φρονέῃσιν ἐνὶ θυμῷ, ἐλπωρή τοι ἔπειτα τό δέ τι ποιῆσαι. οἷον, φίλους τ' ἰδέειν καὶ ἐς πατρίδα ἱκέσθαι. (Vers. 78.) Ὅτι τὰς Ἀθήνας φίλην χώραν Ὅμηρος ἐμφαίνων εἶναι τῇ Ἀθηνᾷ, φησίν. ἔλιπε μὲν γλαυκῶπις Ἀθήνη Σχερίην ἐρίβωλον ἢ ἐρατεινὴν, ὅ ἐστι τὴν Φαιακίαν ὡς καὶ προγέγραπται. ἵκετο δ' ἐς Μαραθῶνα καὶ εὐρυάγυιαν Ἀθήνην. δῦνε δ' Ἐρεχθῆος πυκινὸν δόμον. (Vers. 80.) ἔστι δὲ Μαραθὼν, δῆμος ὕστερον τῆς Λεοντίδος φυλῆς. διγενὴς δὲ ἡ λέξις, καὶ ἡ Μαραθὼν γὰρ λέγεται καὶ ὁ Μαραθών. ἔνθα καὶ τὸν λεγόμενον Μαραθώνιον ταῦρον Θησεὺς κατεπάλαισεν. Εὐρυάγυιαν δὲ Ἀθήνην ἑνικῶς τὰς Ἀθήνας λέγει, πρὸς διαστολὴν τῆς ὁμωνύμου Ἀθηνᾶς, ἐξ ἧς καὶ καλεῖται. ἐκείνη γὰρ γλαυκῶπις Ἀθήνη. καὶ ἔχει τι γλυκὺ τὸ εἰπεῖν ὡς Ἀθήνη ἵκετο Ἀθήνην, διὰ τὸ ἐξ ὁμωνυμίας ἀστεῖον. Ἰστέον δὲ ὅτι ὃν τρόπον Ἄρεος τέμενος τὰ κατὰ Θρᾴκην. καὶ Κύπρος, Ἀφροδίτης ἱερά. καὶ Δῆλος, ἀνεῖται Ἀπόλλωνι. οὕτω καὶ τῇ Ἀθηνᾷ ἡ πόλις Ἀθηνῶν, ἧς ἐβασίλευσέ ποτε Ἐρεχθεύς. περὶ οὗ καὶ ἡ Ἰλιὰς δηλοῖ. ἐξ οὗ καὶ οἱ Ἀττικοὶ Ἐρεχθεῖδαι, καὶ δόμος Ἐρεχθέως ἡ Ἀττική. ἐπεὶ κατὰ τὴν τραγῳδίαν τοῦ κρατοῦντος ἡ πόλις νομίζεται. Τὸ δὲ δῦνε δόμον Ἐρεχθέως, ὅμοιον τῷ, πόλιν δύσεσθαι. (Vers. 84.) Ὅτι τὸ τοῦ Μενελάου δῶμα εἰπὼν ἐοικέναι Ἡλίου ἢ Σελήνης αἴγλῃ,