Ancient Greek
Volume 1
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Odysseam 1.261.1
Not analysed yet
λέγει καὶ νῦν ἐπὶ Ἀλκινόου ἀπαραλλάκτως τὸ αὐτό. ὑπαλλάξας μόνον τὸ κύριον ὄνομα καὶ τὸ αὐτοῦ ἐπίθετον. ἀντὶ γὰρ τοῦ, Μενελάου κυδαλίμοιο, λέγει ἐνταῦθα μεγαλήτορος Ἀλκινόοιο. διδάσκων ὅπως χρὴ παρῳδεῖν. πλὴν ἐκεῖ μὲν, οὐκ ἐπεξειργάσατο ἐπὶ πλέον τὸ νόημα. (Vers. 86.) ἐνταῦθα δὲ καὶ ἔκφρασιν ἐπάγων, φησί. χάλκεοι μὲν γὰρ τοίχοι ἐρηρέδατ' ἔνθα καὶ ἔνθα, ἐς μυχὸν ἐξ οὐδοῦ. περὶ δὲ θριγκὸς κυάνοιο. χρύσειαι δὲ θύραι πυκινὸν δόμον ἐντὸς ἔεργον, ὅ ἐστι συνέκλειον. καθὰ καὶ ὁ δόμος (Vers. 88.) ἐντὸς καλύπτει τινά. κατὰ τὸ, ὅθ' ἑὸς δόμος ἀμφεκάλυψε. καὶ, οὐδὸς ἀφήτορος ἐντὸς ἐέργει. ἀργύρεοι δὲ σταθμοὶ ἐν χαλκέῳ ἔστασαν οὐδῷ. ἀργύρεον δ' ἐφυπερθύριον. χρυσέη δὲ κορώνη. χρύσειοι δ' ἑκάτερθε καὶ ἀργύρεοι κύνες ἦσαν, οὓς Ἥφαιστος ἔτευξεν ἰδυίῃσι πραπίδεσσι, δῶμα φυλασσέμεναι μεγαλήτορος Ἀλκινόοιο, ἀθανάτους ὄντας καὶ ἀγήρως ἤματα πάντα. ἐν δὲ θρόνοι περὶ τοῖχον ἐρηρέδατ' ἔνθα καὶ ἔνθα ἐς μυχὸν ἐξ οὐδοῦ διαμπερές. ἔνθ' ἐνὶ πέπλοι λεπτοὶ ἐΰννητοι βεβλήατο ἔργα γυναικῶν. ἔνθα δὲ Φαιήκων ἡγήτορες ἑδριόωντο, πίνοντες καὶ ἔδοντες. ἐπηετανὸν γὰρ ἔχεσκον. χρύσειοι δ' ἄρα κοῦροι ἐϋδμήτων ἐπὶ βωμῶν ἕστασαν αἰθομένας δαΐδας μετὰ χερσὶν ἔχοντες, φαίνοντες νύκτας κατὰ δῶμα δαιτυμόνεσσι. πεντήκοντα δ' ἔσαν δμωαὶ κατὰ δῶμα γυναῖκες. αἱ μὲν, ἀλετρεύουσαι μύλης ἔπι, μήλοπα καρπόν. αἵδ' ἱστοὺς ὑφόωσι καὶ ἠλάκατα στρωφῶσιν, ἥμεναι οἷά τε φύλλα μακεδνῆς αἰγείροιο. καιροσέων δ' ὀθονέων ἀπολείβεται ὑγρὸν ἔλαιον. τόσσον Φαίηκες περὶ πάντων ἴδριες ἀνδρῶν νῆα θοὴν ἐνὶ πόντῳ ἐλαυνέμεν. ὡς δὲ, γυναῖκες ἱστὸν τεχνῆσαι. περὶ γάρ σφισι δῶκεν Ἀθήνη ἔργα τ' ἐπίστασθαι περικαλλέα, καὶ φρένας ἐσθλάς. ἔκτοσθεν δ' αὐλῆς μέγας ὄρχατος ἄγχι θυράων τετράγυος. περὶ δ' ἕρκος ἐλήλαται ἀφοτέρωθεν. ἔνθα δὲ δένδρεα μακρὰ πεφύκει τηλεθόωντα, ὄγχναι καὶ ῥοιαὶ καὶ μηλέαι ἀγλαόκαρποι. συκαῖ τε γλυκεραὶ καὶ ἐλαῖαι τηλεθόωσαι. τῶν, οὔ ποτε καρπὸς ἀπόλλυται, οὐδ' ἀπολείπει χείματος οὐδὲ θέρευς ἐπετήσιος. ἀλλὰ μάλ' αἰεὶ Ζεφυρίη πνείουσα, τὰ μὲν, φύει. ἄλλα δὲ, πέσσει. ὄγχνη ἐπ' ὄγχνῃ γηράσκει. μῆλον δ' ἐπὶ μήλῳ. αὐτὰρ ἐπὶ σταφυλῇ σταφυλή. σῦκον δ' ἐπὶ σύκῳ. (Vers. 115.) Ἔνθα ὅρα τὸ ὀπωροφόρον τοῦ τόπου περὶ ὃ ἡ τοῦ Ἀλκινόου νῆσος εὐδοκιμεῖν ᾄδεται. ὃ δὴ καὶ μέχρι νῦν καθιστορεῖται μάλιστα ἐπὶ τὰ ἔξω αὐτῆς. καὶ ἔστι καὶ τοῦτο μέθοδος ἐξ Ὁμήρου ἐνδεδομένη τοῖς μετ' αὐτὸν ἱστορικοῖς. οἳ μυρία παραδιδόασι χωρικὰ ἰδιώματα πρὸς ἐξοχήν τινα, ἢ φυόμενα γῆθεν, ἢ ἄλλως γινόμενα. ὁποῖον τὸ, πολλὴ κυπάριττος ἐν τῇ Κρήτῃ. καὶ τὸ, Ῥόδος, ἀσταφίδας. παρέχει δηλαδή. καὶ ἰσχάδας ἡδυονείρους. καὶ τὸ, αὐτὰρ ἀπ' Εὐβοίης, ἀπίους καὶ ἴφια μῆλα. περὶ ὧν ἀλλαχοῦ ἐῤῥέθη. καὶ τὸ, Ἀρκαδία, ἐπικούρους. Φοινίκη δ' αὖ, καρπὸν φοίνικος καὶ σεμίδαλιν. Καρχηθὼν, δάπιδας καὶ ποικίλα προσκεφάλαια. οὕτω δὲ καὶ Σκύριαι ἐς ἄμελξιν γλάγους αἶγες ἐξοχώταται λέγεται εἶναι. ὅπλα δ' ἀπ' Ἄργεος. ἅρμα Θηβαῖον. τέως μέντοι, Ὅμηρος προσιστορεῖ καὶ τάδε, ἔνθα δέ οἱ (Vers. 122.) πολύκαρπος ἀλωὴ ἐῤῥίζωται. τῆς, ἕτερον μὲν, θειλόπεδον λευρῷ ἐνὶ χώρῳ τέρσεται ἠελίῳ. ἤγουν ἕτερον μέν τι μέρος τῶν κατ' αὐτὴν σταφυλῶν, ἐν θειλοπέδῳ εἰληθερεῖται. ἑτέρας δ' ἄρα τε, τρυγόωσιν. ἄλλας δὲ τραπέουσι. πάροιθε δέ τ' ὄμφακές εἰσιν ἄνθος ἀφιεῖσαι. ἕτεραι δ' ὑποπερκάζουσιν. (Vers. 127.) ἔνθα δὲ κοσμηταὶ ἤτοι εὔτακτοι πρασιαὶ παρὰ νείατον ὄρχον παντοῖαι πεφύασιν, ἐπηετανὸν γανόωσαι. ἐν δὲ δύω κρῆναι. ἡ μέν τ' ἀνὰ κῆπον ἅπαντα σκίδναται. ἥδ' ἑτέρωθεν ὑπ' αὐλῆς οὐδὸν ἵησι πρὸς δόμον ὑψηλὸν, ὅθεν ὑδρεύονται πολῖται. (Vers. 132.) εἶτα συμπεραίνων τὴν ἔκφρασιν, φησίν. τοῖ' ἂρ ἐν Ἀλκινόοιο θεῶν ἔσαν ἀγλαὰ δῶρα. ἔνθα στὰς, θηεῖτο πολύτλας δῖος Ὀδυσσεύς. προσήκων αὐτὸς ὢν τῷ θαυμάζειν, μᾶλλον, ἤπερ ὅτε τὸ τῆς Καλυψοῦς σπήλαιον ἐθαύμαζεν ὁ Ἑρμῆς. Ὅρα δὲ ὅσα καλὰ τῇ τῶν Φαιάκων πόλει ἐπιμαρτύρηται ἡ ῥηθεῖσα ἔκφρασις. πλοῦτόν τε γὰρ πολὺν ἱστορεῖ τὸν ἐν χρυσῷ καὶ ἀργύρῳ καὶ χαλκῷ. καὶ τέχνην τὴν περὶ τὰς τοιαύτας ὕλας. καὶ ἐπιστήμην ταλασιουργικήν. καὶ καρπῶν εὐθηνίαν. καὶ γεωργικὴν ἐμπειρίαν. καὶ γῆς εὐδαιμονίαν. καὶ ἀέρα εὔκρατον. καὶ τοιαῦτά τινα ἕτερα ὁποίοις οὐκ εἶχεν ἀγλαΐσαι τὴν ἡρωϊκὴν Ἰλιάδα, διὰ τὸ ἐκεῖ ἐμβριθὲς καὶ ἀπανηγύριστον. εἰπεῖν δὲ καὶ αἱμοχαρές. ὅτι δὲ συναγλαΐζει κἀνταῦθα τὴν φράσιν τοῖς πράγμασι καὶ γλυκέως φράζει τὰ καλὰ, δῆλόν ἐστιν. ἃ δέ τις εἴποι, τὰ κατὰ μέρος τῆς ἐκφράσεως περιϊὼν τοιαῦτά ἐστι. (Vers. 86.) Χάλκεοι μὲν οἱ τοῖχοι, πρὸς ἀσφάλειαν. ἐς μυχὸν ἐξ οὐδοῦ ἡρμοσμένοι. τουτέστιν οὐκ ἐπιπολῆς ἔχοντες πέταλα περίθετά τινα ἐκ χαλκοῦ, ἀλλὰ ὅλῳ τῷ πάχει κεχαλκωμένοι. Τὸ δὲ ἐρηρέδαται,