Ancient Greek
Volume 1
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Odysseam 1.270.1
Not analysed yet
πόλεως. (Vers. 140.) Ὅτι ἐπέλευσιν δηλοῖ ἀπροόρατον τὸ, ἔβη πολλὴν ἠέρα ἔχων. ὅτε δὲ ὁ ἐλθὼν ἢ ἐπελθὼν ὁραθείη, οἰκεῖον εἰπεῖν τὸ, καὶ τότε δή ῥ' αὐτοῖο (Vers. 143.) πάλιν χύτο θέσφατος ἀήρ. ὅ ἐστιν, ἡ ἀορασία. θηλυκὸν δὲ καὶ τοῦτο καθὰ καὶ τὸ, πολλὴν ἠέρα. Ὅτι δὲ διὰ τοῦ ἦτα μὲν αἱ τοῦ ἀέρος πλάγιοι διὰ τοῦ α δὲ ἡ εὐθεῖα μόνη, καὶ ἀλλαχοῦ ἐῤῥέθη. αἰτία δὲ, τὸ μὴ χρῆναι καὶ τὴν εὐθεῖαν διὰ τοῦ η ἔχειν τὴν ἄρχουσαν διὰ τὸ ἐκεῖθεν κακόφωνον ἐκ τοῦ σεσηρέναι τὰ χείλη. διὸ καὶ τοῦ ἀηδίζω καὶ ἀηθέσσω, ἀήδιζον καὶ ἀήθεσσον οἱ παρατατικοὶ ἀεὶ κατὰ τοὺς παλαιούς. Τὸ δὲ πάλιν χύτο, ἀντὶ τοῦ, ὀπίσω τοῦ ἐλθόντος καὶ φανέντος. οἰκεῖον δὲ ἐπὶ ἀέρος τὸ χύειν ὥσπερ καὶ τὸ χέειν διὸ ἔφη. πολλὴν ἠέρα ἣν περίχευεν Ἀθήνη. τουτέστι φρόνησις ἡ προβουλευσαμένη τὸν τοιοῦτον καιρόν. ἢ καὶ ἄλλως, τῶν ἐναντίων ἔχουσα δύναμιν, τοῦ τε φωσφορεῖν, καὶ τοῦ ἠέρα χέειν. (Vers. 142.) Ὅτι τὸ γουνάζεσθαι περιφράζων, ἀμφὶ γούνασι βάλλειν χεῖρας. φησίν. ὅ ἐστι ῥίπτειν ἢ τιθέναι. ὡς καὶ ἐν τῇ πρὸ ταύτης ῥαψῳδίᾳ ἔφη. προϊὼν δὲ, καὶ (Vers. 145.) λιτανεύειν τὸ γουνάζεσθαι λέγει ἐν τῷ, θαύμαζον δ' ὁρόωντες, ὁ δὲ λιτάνευε. τὸ δ' αὐτὸ, καὶ γούνατα ἱκάνειν φησὶν, εἰπών. σά τε γούναθ' ἱκάνω πολλὰ μογήσας. (Vers. 148.) Ὅτι εὐχὴ πρέπουσα εἰς ἄρχοντας τὸ οἷς θεὸς ὄλβια δοίη ζωέμεναι. καὶ παισὶν ἐπιτρέψειεν ἕκαστος κτήματ' ἐν μεγάροισι. γέρας θ' ὅ, τι δῆμος ἔδωκε. (Vers. 150.) Καὶ ὅρα τὸ δῆμος, ὡς ἐπὶ δημοκρατίας ῥηθέν. ἵνα καὶ δημοκρατεῖσθαι δοκοῖεν οἱ Φαίακες σὺν τῷ βασιλικῶς καὶ ἀριστοκρατικῶς διοικεῖσθαι. (Vers. 149.) Ὅρα δὲ καὶ ὅτι τὸ τῶν ἐπιτρόπων ὄνομα, ἐξ Ὁμήρου ἔχει τὴν ἀρχήν. τοιαύτης γὰρ ἐννοίας τὸ, παισὶν ἐπιτρέπειν κτήματα καὶ ὅτι ἔθος παλαιὸν, καὶ ἀξιωμάτων τοὺς παῖδας κληρονομεῖν. ἀξιωματικὸν γὰρ πάντως τὸ γέρας. (Vers. 151.) Ὅτι τὸ, αὐτὰρ ἐμοὶ πομπὴν ὀτρύνετε θᾶσσον, ἐπειδὴ δηθὰ φίλων ἄπο πήματα πάσχω. εἴποι ἂν ὁ προπεμπτικῆς που ἐπικουρίας δεόμενος. Ὀδυσσεὺς δὲ νῦν τοῦτο φησὶν οὐ θέλων ὀψέ ποτε χρόνου πεμφθῆναι ὡς ἡ Κίρκη αὐτὸν ἐξέπεμψε καὶ ἡ Καλυψὼ, ἀλλὰ ὀτρυνθῆναι τὴν πομπὴν, διά τε τὸ ἐπὶ μακρὸν ἐκ τῆς πατρίδος ἀπόδημον αὐτοῦ, καὶ μάλιστα ὅτι ἐθέλει ὁ ποιητὴς ταχὺ τῶν παρέργων ἀπαλλαγεὶς γενέσθαι τῶν ἐφεξῆς. (Vers. 153.) Ὅτι ἄλλως μὲν ἐπ' ἐσχάρῃ προελέχθη καθῆσθαι ἡ δέσποινα Ἀρήτη, ἄλλως δ' ἐνταῦθα ὁ ξένος Ὀδυσσεύς. ἡ μὲν γὰρ, ὡς εἰκὸς, τρυφερῶς εἶχε τοῦ καθῆσθαι. ὁ δὲ ἕζετο ἐπ' ἐσχάρῃ ἐν κονίῃσι πὰρ πυρί. ὃ φθάσας ἔφη ἐν πυρὸς αὐγῇ. μετ' ὀλίγα δὲ, φησὶν ὅτι χαμαὶ ἧστο ἐπ' ἐσχάρῃ ἐν κονίῃσι, διασαφῶν εἰς πλέον οὕτω τὸ πρᾶγμα διὰ τοῦ χαμαὶ, ὃ δηλοῖ τὸ, χοῒ ἅμα. ἤτοι ὁμοῦ ταῖς κόνεσιν. ὅπερ οὐκ ἦν καὶ τῇ Ἀρήτῃ, διὰ τὸ ὡς εἰκὸς ἐπὶ θρόνου καθῆσθαι. καὶ αὐτοῦ, ἀργυροήλου. ἐφ' οἵου καὶ Ὀδυσσεὺς καθεσθήσεται ἐν τοῖς ἑξῆς. ἀρχαϊσμοῦ δὲ, τὸ τοὺς ἐπήλυδας ἅμα εἰσόδῳ χαμαὶ καθῆσθαι. ὃ καὶ αὐτὸ παρὰ Λατίνοις φυλάσσεται. γίνοιτο δ' ἂν ἐσχάρα ἡ κυρίως, παρὰ τὸ ἔχειν ἀρὰς ὅπέρ ἐστιν εὐχὰς τὰς καθημέραν. ἵνα ᾖ ἐχάρα, καὶ πλεονασμῷ τοῦ σίγμα ἐσχάρα. ἢ παρὰ τὸ σχεῖν ἀρὰς, σχάρα καὶ πλεονασμῷ τοῦ ε, ἐσχάρα. κατὰ τὸ, χθὲς ἐχθές. δοκεῖ γὰρ ταυτὰ εἶναι ἑστία καὶ ἱστία καὶ ἐσχάρα. ἐφ' ὧν ἀραί τε καὶ θυσίαι Διῒ ἑρκείῳ καὶ ἱστιούχῳ ἐγίνοντο. βωμοῦ δὲ διαφέρει ἐσχάρα, καθότι ὁ μὲν, ὑπερέστηκε καὶ ὡς εἰπεῖν ἀναβέβηκεν. ἡ δὲ, πρόσγειός ἐστι. βαῦνος λεγομένη ἕως καὶ νῦν παρὰ τοῖς ἐν Πελοποννήσῳ δωρίζουσιν. Ὅτι δὲ οὐ μόνον κατὰ γῆς ἐσχάραι πυρὸς ἦσαν ἀλλὰ καὶ περιφορηταὶ, δῆλον ἐκ τοῦ, ἐπόμπευσαν καὶ θυμιατήρια χρυσᾶ καὶ ἐσχάραι ἐπίχρυσοι. λέγονται δὲ καὶ τραυμάτων ἐσχάραι. ὅθεν καὶ ἀπεσχαροῦσθαι, τὸ αὐτὰς ἐξαιρεῖν. Ἀθήναιος δὲ, καὶ ἐσχάριον παραγώγως οἶδε δι' οὗ καθέλκονται νῆες εἰς θάλασσαν ὅθεν ἡ ἀπερίεργος γλῶσσα παραφθείρουσα, τὸ καινὸν πλοῖον ἀπὸ σκαρίου εἶναί φησι. βουλομένη πάντως, ἀπὸ ἐσχαρίου εἰπεῖν. πρὸς ὁμοιότητα δὲ ἴσως ἐσχαρίου τοιούτου, καὶ ἡ κοινότερον λεγομένη μαγειρικὴ ἐσχάρα, καὶ ἐσκεύασται καὶ ὠνόμασται. Ἰστέον δὲ ὅτι τὸ ἐπ' ἐσχάρῃ, ταυτόν ἐστι τῷ, παρ' αὐτῇ τῇ ἐσχάρα. διὸ καὶ ὁ ποιητὴς ἐπήγαγε διασαφητικῶς τὸ, πὰρ πυρί. ἡ γὰρ ἐπι πρόθεσις κατὰ τοὺς παλαιοὺς, ποτὲ μὲν, οὕτω δηλοῖ τὴν παρα πρόθεσιν. λαμβάνεται δέ ποτε καὶ ἀντὶ τῆς προς οἷον. τὴν μὲν, ἔπειτ' ἐπὶ βωμὸν ἄγων. καὶ ἀντὶ τῆς εν. ὡς ἐν τῷ, ἐπουράνιος ὁ ἐν οὐρανῷ καὶ ἀντὶ τοῦ, ἔπεστιν. οἷον. οὔτοι ἔπι δέος, καὶ ἐκ περισσοῦ. ὅθεν ἐπίουρος καὶ ἐπιβουκόλος. βούλεται δὲ καὶ τὴν κατὰ δηλοῦν ἐν τῷ, ἐπίσκοπος ὁ κατάσκοπος. σημαίνει δὲ πάντως καὶ ὑστεροχρονίαν ἐν τῷ, ἐπίλογος. καί τινα δὲ προσθήκην ἐν τῷ, ἐπίκουρος καὶ ἐπιβολή. (Vers. 160.) Ὅρα δ' ἐν τοῖς ῥηθεῖσι, τὸ χαμαὶ ἧσθαι