Ancient Greek
Volume 1
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Odysseam 1.271.1
Not analysed yet
πάνυ διαφέρον τοῦ χαμαὶ εὐνάζεσθαι. ἐξ οὗ χαμαιευνάδες σύες. Σημείωσαι δὲ ὅτι πρωτότυπον τῆς κονίας ἡ κόνις. αὐτὴ δὲ γίνεται ἀπὸ τοῦ κνῶ κατὰ Ἡρῳδιανόν. ἵνα ᾖ κνίς. καὶ ἐπεὶ οὐδέ ποτε λέξις Ἑλληνικὴ μονοσύλλαβος βραχύνεται δίχα τοῦ τίς, πλεονάζει τὸ ο καὶ γίνεται κόνις, ἀφ' ἧς ἡ κονία. ὥσπερ δηλαδὴ καὶ ἀπὸ τοῦ θῶ, γίνεται θός, καὶ πλεονασμῷ τοῦ ε διὰ τὴν αὐτὴν αἰτίαν, θεός. οὕτω δὲ καὶ ἐκ τοῦ τλῶ, τλός. καὶ ὄτλος, ἤτοι πόνος. μόχθος. ἡ δὲ χρῆσις τοῦ κνῶ καὶ ἐν Ἰλιάδι ἐν τῷ, κνῆ τυρόν. ὅ ἐστιν ἔκοψεν. ἀφ' οὗ ὡς ἐῤῥέθη, καὶ ἡ κόνις, ὡς ἐκ παχυτέρου σώματος κνησθεῖσα. καὶ κατὰ Ἡρῳδιανὸν εἰπεῖν, εἰς λεπτομερῆ οὐσίαν χωρήσασα. Ἐνταῦθα δὲ ἐκ βαλβίδων ὅ φασι τὴν ἐπὶ φιλοξενίᾳ σπουδὴν τῶν Φαιάκων δεικνὺς ὁ ποιητὴς, πλάττει τινὰ λέγοντα ὡς οὔτοι τόδε κάλλιον, οὐδὲ ἔοικε, τὸν ξένον οὕτω καθῆσθαι. ἦν δὲ ὁ εἰπὼν, οὐχ' ὁ τυχών. ἀλλά τις γέρων ἥρως Ἐχένηος. ὃς δὴ Φαιήκων ἀνδρῶν προγενέστερος ἧεν. (Vers. 157.) καὶ μύθοις ἐκέκαστο, παλαιά τε πολλά τε εἰδώς. χρήσιμον δὲ τοῦτο, εἰς ἔπαινον σοφοῦ γέροντος. σεμνότερον φρασθὲν ἤπερ τὸ, ὃς δὴ γήραϊ κυφὸς ἔην καὶ μυρία ᾔδη. (Vers. 151.) Ὅτι δὲ τὰ πλείω τῶν Φαιακικῶν ὀνομάτων ναυτικὰ ἔκ τε νηῶν καὶ θαλάσσης εἰλημμένα, προϊὼν δείξει ὁ ποιητής. νῦν δὲ οἴδαμεν Ἐχένηον τοῦτον. καὶ μετ' ὀλίγα, κήρυκα Ποντόνοον. εἰ δὲ ἐκ τοῦ Ἐχενήου τούτου ὁ ναυκράτης ἰχθὺς ἐπενοήθη κληθῆναι ἐχενηῒς, οἴδασιν οἱ ὀνομάσαντες. (Vers. 159.) Τὸ δὲ οὔτοι κάλλιον, ἁπλῶς ἐῤῥέθη ἀντὶ τοῦ, οὐ καλόν. Εἰ δὲ μὴ ἀνέστησεν αὐτίκα τὸν Ὀδυσσέα ὁ βασιλεὺς Ἀλκίνοος, ἐπίτηδες αὐτὸ πεποίηκεν. ἵνα μὴ δόξῃ ποιεῖν οἴκοθέν τι εἰς τὸν ξένον. ἀλλ' ἄρτι ὀνειδισθεὶς προκαλέσηται ὕστερον τοὺς Φαίακας δώροις τοῖς δηλωθησομένοις τὸν φίλον ξένον δεξιώσασθαι. ἔστι δὲ ὄνειδος τοῦ δηλωθέντος Ἐχενήου πρὸς τὸν βασιλέα, τὸ τὸν ξένον μὲν, χαμαὶ ἧσθαι. τοὺς δὲ Φαίακας, τὸν τοῦ βασιλέως μῦθον προσδεδέχθαι. ὅπερ ἐκεῖνος μαθὼν ὦρσεν ἀπ' ἐσχαρόφι τὸν Ὀδυσσέα καὶ ἐπὶ θρόνου εἷσε φαεινοῦ, ὃν ἀργυρόηλον ἀνωτέρω εἶπεν, υἱὸν ἀναστήσας Λαοδάμαντα. ὃν ἐπιθετικῶς ἀγαπήνορα λέγει, ὅ ἐστιν ἀνδρεῖον. Καὶ ὅρα ὡς οὐ μόνον ἐν Σπάρτῃ καθ' Ἡρόδοτον γέρας βασιλεῦσι πρώτους ἵζειν ἐπὶ τῷ δείπνῳ, ἀλλ' ἰδοὺ καὶ ὁ βασιλεὺς Ἀλκίνοος τοῦτο εἰς τὸν Ὀδυσσέα ποιεῖ. σεμνότερον δὲ αὐτὸ τῶν παρὰ τῷ Νέστορι. ἐκεῖ μὲν γὰρ ὁ τοῦ Ὀδυσσέως Τηλέμαχος, παρὰ τῷ Νεστορίδῃ Θρασυμήδει κάθηται καὶ τῷ ἐκείνου πατρί. ἐνταῦθα δὲ, ὁ βασιλεὺς τὸν υἱὸν ἀναστήσας ὅς οἱ πλησίον ἷζε μάλιστα δέ μιν φιλέεσκεν, ἐκάθιζε τὸν ξένον. (Vers. 163.) Καιρία δὲ λέξις τὸ ἀναστῆναι, διὸ δὶς αὐτῇ ἐνταῦθα κέχρηται. Καὶ ὅρα ὅτι τὲ εὐξάμενος Ὀδυσσεὺς φίλος ἐλθεῖν τοῖς Φαίαξι καὶ ἐλεεινὸς, ἄρχεται ἤδη τυγχάνειν τούτου, καὶ ὅτι ἀπὸ τῶν ἄρτι, μαρτυρία καταβάλλεται τοῦ πρωτεύειν ἐν τοῖς τῶν Φαιάκων ἀρίστοις τὸν Ἀλκίνοον. (Vers. 164.) Ὅτι οἶνον ἐπικρῆσαι φησὶν ἐνταῦθα, ἀντὶ τοῦ ἐπὶ τῷ προκερασθέντι καὶ ἕτερον κεράσαι. ὅπερ καὶ ἀνακεράσαι ἐστὶν ὡς ἐδήλωσεν ὁ ποιητὴς ἐν τῷ, ἀνὰ κρητῆρα κέρασεν. (Vers. 165.) Ὅτι σεμνύνων κἀνταῦθα ὁ ποιητὴς γοργῶς τὴν ἱκεσίαν, ἤτοι τὰς λιτὰς, φησὶν ὅτι θεὸς ἱκέτῃσιν ἅμ' αἰδοίοισιν ὀπηδεῖ. τοῦτο δὲ καὶ ὑποκαταβὰς, ἀπαραλλάκτως οὕτω φησί. ταυτολογῶν συνήθως εἰς καίριον, ἵνα ὁ λόγος ἐμμείνῃ τῷ ἀκροατῇ. διὰ δὲ τὴν θεόθεν ἐφορείαν ταύτην τῶν ἱκετῶν, καὶ ὁ ἱκέσιος ἐῤῥέθη καὶ ὁ ξένιος θεός. Ἐκ δὲ τοῦ ὀπηδεῖ, γίνεται καὶ ὄνομα ὁ ὀπηδὸς παρ' Ἀττικοῖς. κοινῶς δέ γε, ὀπαδός. ὃ δηλοῖ τὸν ἀκόλουθον. (Vers. 166.) Ὅτι φιλόφρονες λόγοι τὸ, δόρπον δὲ ξείνῳ ταμίη δότω ἔνδον ἐόντων. ἃ καὶ παρεόντα λέγονται ὡς δηλοῖ τὸ, χαριζομένη παρεόντων. (Vers. 179.) Φιλόξενον δὲ καὶ τὸ, κρητῆρα κερασσάμενος, μέθυ νεῖμον πᾶσιν ἀνὰ μέγαρα. Ἔστι δὲ ἐτυμολογικοῦ τρόπου τὸ, κρητῆρα κερασσάμενος. Τὸ δὲ μέθυ ἑρμηνεύων, ἐπάγει. μελίφρονα οἶνον ἐκίρνα. Ὅρα δὲ τὸ νεῖμον, οὐ γὰρ πάνυ σύνηθες τὸ ῥῆμα ὡς οὐδὲ τὸ ἀνάτειλον καὶ τὰ τοιαῦτα. νεῖμαι γὰρ καὶ ἀνάτειλαι τὸ κοινότερον. (Vers. 188.) Ὅτι δημοτικὸν τὸ, νῦν μὲν δαινύμενοι κατακείετε οἴκαδ' ἰόντες. ἠῶθεν δὲ, γέροντας ἐπὶ πλέονας καλέσαντες, τό δέ τι ποιήσομεν. (Vers. 190.) οἷον καὶ τὸ, ξεῖνον ἐνὶ μεγάροις ξεινίσομεν. ὃ καὶ αὐτὸ ἐτυμολογία ἐστίν. Ἀλκίνοος δὲ τοῦτο φησίν. οὐ δημοκρατίαν τοσοῦτον δηλῶν ὅσον ἀριστοκρατίαν, εἰ γέροντας τοὺς ἐντίμους νοήσει τις. (Vers. 191.) Ὅτι φιλοξενίας λόγος καὶ τὸ, ἔπειτα δὲ καὶ περὶ πομπῆς μνησόμεθα. ὡς ὁ ξεῖνος ἄνευθε πόνου καὶ ἀνίης, πομπῇ ὑφ' ἡμετέρῃ ἣν πατρίδα γαῖαν ἵκηται χαίρων καρπαλίμως, εἰ καὶ μάλα τηλόθεν ἐστί. μή δέ τι μεσσηγύς γε κακὸν (Vers. 195.) καὶ πῆμα πάθῃσι, πρίν γε τὸν, ἧς γαίης ἐπιβήμεναι. ἔνθα δ' ἔπειτα πείσεται ἃ μέλλει παθεῖν. Καὶ ὅρα οἷα